- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:5.1-7.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺说明了理智知识与感觉不同、必须预设预先认知,并通过技艺、推论、归纳、修辞省略推理和例证阐明了预先认知的作用,随后注解了数学科学、对话中前提的获取以及修辞学劝服。
οἷον ὅτι τοῦτο λευκόν ἐστιν· ἡ γὰρ αἴσθησις διδάσκει, κἂν μὴ προϋποκέοιτο πρόγνωσις. ὡσαύτως δὲ καὶ ὅτι οὗτος Σωκράτης· ἡ γὰρ αἴσθησις ὑπέδειξέ μοι αὐτὸν πάλαι ἀγνοούμενον. καὶ ἄλλως ‘διανοητική’ εἶπε καὶ οὐκ ‘ἀποδεικτική’ ἐπὶ τὸ καθολικώτερον ἀνιών, ἵνα πάντα συλλογισμὸν λάβῃ,1 καὶ τὸν διαλεκτικὸν καὶ τὸν σοφιστικόν, καὶ τὴν ἐπαγωγὴν καὶ τὰς ῥητορικὰς πίστεις. γίνεται οὖν ἐν πρώτῳ σχήματι συλλογισμὸς τοιοῦτος· ἡ ἀπόδειξις διανοητική ἐστι γνῶσις, πᾶσα διανοητικὴ γνῶσις ἐκ προυπαρχούσης γίνεται γνώσεως, ἡ ἀπόδειξις ἄρα ἐκ προϋπαρχούσης γίνεται γνώσεως. διανοητικὴ δὲ λέγεται γνῶσις, ἐπειδὴ αὕτη διανύει καὶ χορηγεῖ ἡμῖν τὴν ὁδὸν τὴν ἐπὶ τὰς ἀποδεικτικὰς μεθόδους. εἰπὼν δὲ ὅτι πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις ἐκ προϋπαρχούσης γίνεται γνώσεως, πιστοῦται τοῦτο ἐκ τῶν ἄλλων τεχνῶν καὶ τῶν συλλογισμῶν καὶ ἐξ ἐπαγωγῆς καὶ διὰ ῥητορικῆς ἐπιχειρήσεως, ὅπερ ἐστὶν ἐξ ἐνθυμημάτων καὶ ἐκ παραδειγμάτων. καὶ διὰ μὲν τῶν ἄλλων τεχνῶν, ὅτι οἶδεν, εἰ τύχοι, καὶ προγινώσκει ὁ μέλλων σκυτοτομεῖν ὅτι τὸ μὲν δέρμα τμητόν ἐστιν, ὁ δὲ σίδηρος τέμνει· προγινώσκων οὖν τοῦτο δίδωσιν ἑαυτὸν εἰς τοῦτο, καὶ λοιπὸν διδάσκεται καὶ ποίῳ τρόπῳ ὀφείλει τέμνειν. καὶ ὁ ἰατρὸς ὁμοίως προειδὼς ὅτι τὸ μὲν σῶμα τέμνεται, ὁ δὲ σίδηρος τέμνει, φέρεται ἐπὶ τὴν χειρουργίαν. καὶ οὕτω μὲν ἐπὶ τῶν τεχνῶν ὁρᾶται ἡ πρόγνωσις. καὶ ἐπὶ τῶν συλλογισμῶν δὲ ἀνάγκη πάντως τὰς προτάσεις προεγνῶσθαι καὶ συγκεχωρῆσθαι ὡς ὁμολογουμένας, εἶτα λοιπὸν τὴν τούτων σύνθεσιν τεχνικῶς ποιησάμενον ἐπαγαγεῖν τὸ συμπέρασμα. καὶ ἐξ ἐπαγωγῆς δὲ οὕτως ἔστι πιστώσασθαι· εἰ γὰρ βουληθείην μαθεῖν εἰ πᾶν ζῷον τὴν κάτω γένυν κινεῖ, λέγω ὅτι ἐπειδὴ καὶ ἄνθρωπος καὶ ἵππος καὶ κύων καὶ βοῦς, καὶ τὰ λοιπὰ τὴν κάτω γένυν κινεῖ· ᾔδειν γὰρ ἐνταῦθα ὅτι προϋπάρχουσά ἐστιν ἡ ἑκάστου τῶν κατὰ μέρος γνῶσις, ἐξ ἧς λοιπὸν τὸ καθόλου συλλογιζόμεθα. ἐκ δὲ ἐνθυμημάτων πάλιν ἔστι συλλογίσασθαι οὕτως, ὡς ἐπὶ τῶν ῥητορικῶν· οἷον ὁ δεῖνα καλλωπίζεται, μοιχὸς ἄρα. καταλιμπάνουσι δὲ οὗτοι τὴν μίαν πρότασιν τὴν λέγουσαν ‘πᾶς ὁ καλλωπιζόμενος μοιχός· καὶ οὗτοι δὲ προγινώσκουσιν ὅτι διαβάλλεται τὸ καλλωπίζεσθαι. ἐνθύμημα δὲ λέγεται διὰ τὸ καταλιμπάνειν τῷ νῷ ἐνθυμεῖσθαι τὴν μίαν πρότασιν.2 ἐπὶ δὲ τοῦ παραδείγματος οὕτως ὁρᾶται ἡ πρόγνωσις· οἷον οὐ δεῖ δοθῆναι Αἰσχίνῃ χρήματα· καὶ γὰρ Πεισίστρατος λαβὼν ἐτυράννησεν. ὥστε καλῶς εἴρηται ὑπὸ Ἀριστοτέλους ὅτι πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις ἐκ προυπαρχούσης γίνεται γνώσεως.
例如“这是白色的”;因为即使不预先具备预先认知,感觉也能施教。同样地,“这是苏格拉底”也是如此;因为感觉向我指出了先前未被认出的他。在另一方面,他说“理智的”而非“论证的”,是通过上升到更为普遍的层面,以便包揽一切推论,既包括辩证的也包括诡辩的,以及归纳和修辞学的说服手段。因此在第一格中产生如下推论:论证是理智的知识;一切理智的知识都从预先存在的知识中产生;所以论证是从预先存在的知识中产生的。而知识被称为“理智的”,是因为它为我们走完并提供了通向论证方法的道路。在说了“一切教学和一切学习都是从预先存在的知识中产生的”之后,他通过其他技艺、推论、归纳以及由修辞省略推理和例证所构成的修辞学论辩来证实这一点。通过其他技艺来说,例如将要做鞋匠的人知道并预先知晓皮革是可切割的,而铁是能切割的;因此在预先知晓这一点的情况下,他才投身于此,此后也受教于应当以何种方式进行切割。医生同样预先知晓身体被切割而铁能切割,因而走向外科手术。如此便在技艺的情形中看到了预先认知。而在推论的情形中,前提也必须在任何情况下都被预先认知并作为获公认之物被承认,然后才能以技艺的方式进行它们的结合并推导出结论。通过归纳也可以这样来证实:因为如果我想得知是否所有动物都移动下颌,我便说因为人、马、狗、牛以及其余动物都移动下颌;因为在这里我知道,关于各个个别事物的知识是预先存在的,我们随后从这种知识中推论出普遍之物。再次,从修辞省略推理中也可以像在修辞学事务中那样推论:例如“某人打扮自己,因此他是奸夫”。他们省略了那条声称“凡打扮自己者皆为奸夫”的前提;然而他们也预先知晓打扮自己是为人诟病的。它被称为修辞省略推理,是因为留给智力去构想这另一条前提。在例证的情形中,预先认知如此显现:例如“不应把金钱给埃斯基涅斯;因为庇西特拉图也是在取得金钱后成了僭主”。因此亚里士多德所言“一切教学和一切学习都是从预先存在的知识中产生的”是恰当的。
"Αἵ τε γὰρ μαθηματικαὶ τῶν ἐπιστημῶν διὰ τούτου τοῦ τρόπου περαίνονται." Ἰδοὺ πῶς ἐκ τῶν καθόλου ἀρξάμενος ἐπὶ τὰ μερικὰ κατῆλθε πιστούμενος δι’ αὐτῶν. φανερὸν δὲ τοῦτο, φησίν, ὅτι πᾶσα μάθησις ἐκ προϋπαρχούσης γίνεται γνώσεως, τοῖς σκοποῦσιν ἐπὶ πάντων. αἵ τε γὰρ μαθηματικαὶ ἐπιστῆμαι, τουτέστιν αἱ λογικαί, διὰ τούτου τοῦ τρόπου κατορθοῦνται, τουτέστι διὰ τῆς προγνώσεως, ὡς εἰρήκαμεν. ὁμοίως δὲ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ἔστιν ἰδεῖν τεχνῶν καὶ περὶ τοὺς λόγους, ἀντὶ τοῦ ‘τοὺς συλλογισμούς’· οἱ γὰρ τά τε καθόλου ἐκ τῶν μερικῶν καὶ τὰ μερικὰ ἐκ τῶν καθόλου πιστούμενοι διὰ συλλογισμῶν πιστοῦνται ἐκ προϋπαρχούσης γνώσεως.3
“因为诸门科学中的数学科学也是通过这种方式完成的。” 看他是如何从普遍之物出发,下行至个别之物,并借助它们来证实的。他说,对于在一切事物上进行考察的人而言,一切学习都是从预先存在的知识中产生的这一点是显而易见的。因为正如我们所说,数学的科学,即逻辑的科学,是通过这种方式、即通过预先认知而成就的。同样地,在其他技艺中以及关于论说——以此代指“诸推论” ——也能看到这一点;因为那些通过推论从个别之物证实普遍之物、从普遍之物证实个别之物的人,都是从预先存在的知识中来证实的。
"Οἱ μὲν λαμβάνοντες ὡς παρὰ ξυνιέντων." Ἀντὶ τοῦ ‘τῶν προσδιαλεγομένων’· εἰ γὰρ βούλομαι κατασκευάσαι ὅτι ἡ ψυχὴ ἀθάνατος, δεῖ πρότερον λαβεῖν ἐκ τοῦ προσδιαλεγομένου ὡς προεγνωσμένον τὸ ὅτι ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀεικίνητον. εἰ δὲ μὴ δέξηται τοῦτο, δεῖ ἐξ ἄλλων κατασκευάζειν ὅτι τὸ αὐτοκίνητον ἀεικίνητον καὶ οὕτως ἀποδεικνύναι ὅτι ἡ ψυχὴ ἀθάνατος.
“有些是通过仿佛从理解者那里领会[前提]而推论的。” 以此代指“从对话者那里”;因为如果我想确立“灵魂是不朽的”,就必须预先从对话者那里将“灵魂是自我运动的,而自我运动之物是永恒运动的”作为预先被认知之物来领会。如果他不接受这一点,就必须从其他前提确立自我运动之物是永恒运动的,并以此论证灵魂是不朽的。
"Ὡσαύτως δὲ καὶ οἱ ῥητορικοὶ συμπείθουσιν." Φησὶν ὅτι ὁμοίως τοῖς τῶν φιλοσόφων συλλογισμοῖς καὶ οἱ ῥητορικοὶ γίνονται ἐκ προϋπαρχούσης γνώσεως· ὡς γὰρ ἐδείξαμεν, καὶ τὸ παράδειγμα καὶ τὸ ἐνθύμημα ἐκ προϋπαρχούσης γνώσεως γίνεται. καλῶς δὲ εἶπε συμπείθουσι· καὶ γὰρ ὁ Πλάτων φησὶν ἐν τῷ Γοργίᾳ ὅτι δύο εἰσὶ πίστεις, ἡ μὲν διδασκαλικὴ ἡ δὲ πιστευτική. καὶ τῇ μὲν διδασκαλικῇ κέχρηνται οἱ φιλόσοφοι ὡς περὶ ἀληθείας διαλεγόμενοι, τῇ δὲ πιστευτικῇ οἱ ῥήτορες ὡς ἂν ἐπιτηδεύοντες πείθειν μᾶλλον ἢ τἀληθῆ προβάλλεσθαι.4
“同样地,修辞学论证也进行劝服。” 他说,与哲学家的推论相似,修辞学的论证也是从预先存在的知识中产生的;因为正如我们所表明的,例证和修辞省略推理都是从预先存在的知识中产生的。而他说“进行劝服”是恰当的;因为柏拉图在《高尔吉亚篇》中也说过,说服有两种,一种是教学性的,另一种是求信性的。哲学家运用教学性的说服,因为他们是关于真理进行对话;而修辞学家运用求信性的说服,因为他们致力于劝服多于提出真理。
- 1.1ἐπὶ τὸ καθολικώτερον ἀνιών, ἵνα πάντα συλλογισμὸν λάβῃ
分词 ἀνιών 与主句主语(亚里士多德)一致,表示伴随状况,后面的目的从句 ἵνα λάβῃ(不定过去时虚拟式)解释了他选用“理智的”一词的目的。
- 1.1διὰ τὸ καταλιμπάνειν τῷ νῷ ἐνθυμεῖσθαι τὴν μίαν πρότασιν
介词 διά 支配冠词不定式 τὸ καταλιμπάνειν 表示原因,后者进一步支配补足不定式 ἐνθυμεῖσθαι、与格 τῷ νῷ 和宾格宾语 τὴν μίαν πρότασιν(“因留给智力去构想这另一条前提”)。
- 1.2οἱ γὰρ τά τε καθόλου ἐκ τῶν μερικῶν καὶ τὰ μερικὰ ἐκ τῶν καθόλου πιστούμενοι διὰ συλλογισμῶν πιστοῦνται ἐκ προϋπαρχούσης γνώσεως
带冠词的分词短语 οἱ ... πιστούμενοι 构成全句的主语,谓语动词是同词干的现在时中动陈述语气 πιστοῦνται。在分词短语内部,两组对立的宾格与介词短语(τά τε καθόλου ἐκ τῶν μερικῶν 和 τὰ μερικὰ ἐκ τῶν καθόλου)构成了对称的并列结构。
- 1.4ὡς ἂν ἐπιτηδεύοντες πείθειν μᾶλλον ἢ τἀληθῆ προβάλλεσθαι
连词 ὡς ἄν 配合分词 ἐπιτηδεύοντες,表达了修辞学家的主观意图或行为方式(“作为致力于劝服多于提出真理的人”)。
