← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§68.1-69.15

无中项相反者与自身属性的必然从属

斐洛庞奴斯注解了亚里士多德《后分析篇》73b21–23,阐明在“在同一属中”的限定下,无中间项的相反者如何与缺失及矛盾否定归于同一结果,并解释如何由排中律推导出自身属性的必然从属。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.90

" Ἔστι γὰρ τὸ ἐναντίον ἢ στέρησις ἢ ἀντίφασις ἐν τῷ αὐτῷ γένει, οἷον ἄρτιον τὸ μὴ περιττὸν ἐν ἀριθμοῖς ᾗ ἕπεται.1" Ἐπειδὴ εἶπεν ἐξ ἀνάγκης ὑπάρχειν ἢ ἁπλῶς ἢ τὰ ἀντικείμενα αὐτὸ τοῦτο κατασκευάσαι διὰ τούτων βούλεται. τὰ γὰρ ἄμεσα τῶν ἐναντίων εἰς ταὐτὸ συντρέχει στερήσει τε καὶ ἕξει καὶ καταφάσει τε καὶ ἀποφάσει· ὥσπερ γὰρ ἐπὶ τῶν δεκτικῶν ὄψεώς τε καὶ τυφλότητος ἀνάγκη πάντως θάτερον τῶν ἀντικειμένων ὑπάρχειν, ὁμοίως δὲ καὶ τῆς ἀντιφάσεως ἀνάγκη πάντως τὸ ἕτερον μόριον ὑπάρχειν τοῖς ὑποκειμένοις, οὕτω καὶ ἐπὶ τῶν ἀμέσων ἐναντίων ἀνάγκη τὸ ἕτερον τῶν ἐναντίων ὑπάρχειν τῷ δεκτικῷ, οἷον τῷ ἀριθμῷ τὸ ἄρτιον ἢ τὸ περιττὸν καὶ τῷ ἀνθρώπῳ ζωὴν ἢ θάνατον καὶ τοῖς σώμασι τὸ βαρὺ ἢ τὸ κοῦφον. καὶ διὰ τοῦτο τὸ ἐναντίον πάντως ἰσοδυναμεῖ ἢ τῇ στερήσει ἢ τῇ ἀποφάσει τοῦ ἐναντίου μορίου τῷ τεθέντι· οἷον τῷ ἀρτίῳ ἰσοδυναμεῖ τὸ μὴ περιττόν· ἐν γὰρ ἀριθμῷ τὸ μὴ περιττὸν πάντως ἄρτιόν ἐστιν· ὁμοίως κἂν στερητικῶς τις εἴποι ἀντὶ τοῦ μὴ περιττοῦ τὸ ἀπέριττον, ἰσοδυναμεῖ τῷ ἀρτίῳ. ἐπεὶ οὖν ἐξ ἀνάγκης ἐπὶ παντὸς ἡ ἀντίφασις, τουτέστιν ἢ ἡ κατάφασις ἀληθὴς ἢ ἡ ἀπόφασις, ὁμοίως καὶ ἐπὶ τῶν δεκτικῶν ἢ ἡ ἕξις ἀληθεύει ἢ ἡ στέρησις· ἐδείξαμεν δὲ τούτοις ἰσοδυναμοῦντα τὰ ἄμεσα ἐναντία· ἀνάγκη ἄρα καὶ ταῦτα ἐξ ἀνάγκης ὑπάρχειν τοῖς δεκτικοῖς. τὸ δὲ ἢ ἡ ἀντίφασις ἀντὶ τοῦ ‘τὸ ἀντιφάσκον μόριον τῷ ἐναντίῳ τοῦ τεθέντος’·2 εἰ γὰρ ἐτέθη τὸ ἄρτιον, ἐπειδὴ τούτου ἐναντίον ἐστὶ τὸ περιττόν, ἔστι δὲ τούτῳ ἀντιφάσκον τὸ μὴ περιττόν, ἰσοδυνάμει δήπου τὸ μὴ περιττὸν τῷ ἐναντίῳ τοῦ περιττοῦ, ὅ ἐστι τῷ ἀρτίῳ. τοῦτο οὖν εἰπών, λέγω δὴ ὅτι ἐστὶ τὸ ἐναντίον ἢ στέρησις ἢ ἀντίφασις, ἐπειδὴ ἔδοξεν ἂν ταύτῃ ὡς ἐξισάζοντα λαμβάνειν στέρησίν τε καὶ ἕξιν καὶ κατάφασιν καὶ ἀπόφασιν (εἶπε γὰρ ἄν τις ὅτι, εἰ ἐφ’ ὧν ἡ στέρησις καὶ ἡ ἀπόφασις, ἐπὶ τούτων καὶ τῶν ἐναντίων τὸ ἕτερον μόριον, ἐπειδὴ μή ἐστιν ὁ τραγέλαφος περιττός, ἄρτιος ἄρα ἐστί), διὰ τοῦτο οὖν ἀκριβολογούμενος προσέθηκε3 τὸ ἐν τῷ αὐτῷ γένει, τουτέστιν ἐφ’ ὧν πέφυκεν ἑκάτερον τῶν ἀντικειμένων ἐν τῷ αὐτῷ γένει συνίστασθαι· ἐπὶ τούτων γὰρ τὰ ἀντικείμενα στερήσει τε καὶ ἕξει ἰσοδυναμεῖ καὶ καταφάσει καὶ ἀποφάσει. ἐν ἀριθμῷ γάρ, φησί, τὸ μὴ περιττόν, ὅπερ ἐστὶν ἀπόφασις, ἄρτιόν ἐστιν, οὐχ ὅτι, φησίν, εἰς ταὐτὸν ἄγω τῇ καταφάσει τὴν ἀπόφασιν (τὸ μὲν γὰρ ἄρτιον κατάφασις, τὸ δὲ μὴ περιττὸν ἀπόφασις), ἀλλ’ οὕτω φημὶ τὸ ἄρτιον εἶναι μὴ περιττόν, καθὸ ἕπεται ἐπὶ τῶν τοιούτων τῇ καταφάσει ἡ ἀπόφασις· ἕπεται γὰρ τῷ ἀρτίῳ τὸ μὴ περιττὸν καὶ τῷ εὐθεῖ τὸ μὴ καμπύλον διὰ τὴν ἄμεσον τῶν ἐναντίων ἀντίθεσιν. ὥστε οὐ ταὐτόν, φησί, τῇ δυνάμει λέγω τὴν ἀπόφασιν καὶ τὴν κατάφασιν· ἄλλο γὰρ καὶ ἄλλο. εἰ μὲν γὰρ εἴπω οὐκ ἄρτιον, ἀνεῖλον μόνον τὸ ἄρτιον· εἰ δὲ εἴπω περιττόν, τέθεικα τὸ περιττόν. οὐ ταὐτὸν οὖν, ἀλλ’ ὅμως ἐπὶ τῶν ἀμέσων συντρέχει· ὁ γὰρ λέγων ἀριθμόν τινα μὴ εἶναι ἄρτιον οὐδὲν ἕτερον λέγει ἢ ὅτι περιττός ἐστι, καὶ ὁ λέγων ῥῖνα μὴ εἶναι εὐθεῖαν οὐδὲν ἕτερον λέγει ἢ ὅτι καμπύλη ἐστίν.

“因为相反者要么是在同一属中的缺失,要么是矛盾,例如在数中非奇即是偶,只要它是相随的。” 在他说过它们或者单纯地、或者[作为]对立面出于必然地属于之后,他希望通过这些话来确立这一点。因为无中间项的相反者与缺失和获得,以及肯定和否定归于同一结果。因为正如在容纳视力和失明的事物上,对立面中的任意一方必然在任何情况下都属于,同样矛盾的其中一个部分也必然在任何情况下都属于底层主体,所以在无中间项的相反者上,相反者的其中一方也必然属于能容纳它的事物,例如偶或奇属于数,生或死属于人,重或轻属于物体。由于这个缘故,相反者在任何情况下都等价于与所设定的部分相反之部分的缺失或否定;例如与偶等价的是非奇;因为在数中,非奇在任何情况下都是偶;同样,即使有人以缺失的形式用“无奇”代替“非奇”,它也等价于偶。因此,既然在所有情况下矛盾都是出于必然的——也就是说,要么肯定是真实的,要么否定是真实的——同样在能容纳的事物上,要么获得是真实的,要么缺失是真实的;而我们已经表明无中间项的相反者与这些等价;因此,这些[无中间项的相反者]也必然出于必然地属于能容纳它们的事物。而“或者矛盾”是用以代指“与所设定之物的相反者相矛盾的部分”;因为如果设定了偶,既然奇是它的相反者,而与此相矛盾的是非奇,那么非奇自然就等价于奇的相反者,即偶。因此,在说了这番话之后——我是说,相反者要么是缺失要么是矛盾——由于这样一来他似乎把缺失与获得、肯定与否定当作完全等同的事物来接受(因为有人可能会说,如果缺失和否定所在之处,相反者的其中一个部分也在那些事物上存在,那么既然羊鹿不是奇数,它因此就是偶数),因此为了准确起见,他补充了“在同一属中”,也就是说,在对立的双方天生能在同一属中构成的事物上;因为在这些事物上,对立面等价于缺失和获得,以及肯定和否定。他说,因为在数中,作为否定的非奇即是偶,他说,这并不是因为我把否定归为与肯定同一的事物(因为偶是肯定,而非奇是否定),而是说偶是非奇乃是这样:只要在这些事物上否定相随于肯定;因为由于相反者的无中间项对立,非奇相随于偶,非弯曲相随于直。因此,他说,我并不是说否定和肯定在效力上是相同的;因为它们是不同的事物。因为如果我说“不是偶”,我只是排除了偶;但如果我说“是奇”,我就设定了奇。因此它们不是同一的,但在无中间项的事物上它们归于同一;因为说某个数不是偶的人,所说的无非就是它是奇,说鼻子不是直的人,所说的无非就是它是弯的。

§1.91

"Ὥστ’ εἰ ἀνάγκη φάναι ἢ ἀποφάναι, ἀνάγκη καὶ τὰ καθ’ αὑτὰ ὑπάρχειν." Τουτέστιν εἰ ἐπὶ παντὸς ἢ ἡ κατάφασις ἢ ἡ ἀπόφασις, ἰσοδυναμεῖ δὲ ἐπὶ τῶν ἀμέσων τοῖς ἐναντίοις ἡ ἀντίφασις, ἐξ ἀνάγκης ἄρα ἐπὶ τῶν τοιούτων ἀμέσων τὰ ἐναντία τοῖς ὑποκειμένοις ὑπάρξει.

“因此,如果必然要么肯定要么否定,那么自身属性的属于也是必然的。” 这就是说:如果在所有事物上要么是肯定要么是否定,而在无中间项的事物上矛盾等价于相反者,那么出于必然,在这样的无中间项事物上,相反者将属于底层主体。

语法注3 条
  1. 1.90ᾗ ἕπεται

    关于亚里士多德引文中的关系副词从句 ᾗ ἕπεται,斐洛庞奴斯将其解释为一种限定条件(相当于 καθό,“只要/在……的限度内”):这并不是因为肯定与否定在效力或本性上(τῇ δυνάμει)同一,而是在无中间项的相反对立中,否定在逻辑上相随于(καθὸ ἕπεται)肯定。

  2. 1.90τὸ δὲ ἢ ἡ ἀντίφασις ἀντὶ τοῦ ‘τὸ ἀντιφάσκον μόριον τῷ ἐναντίῳ τοῦ τεθέντος’

    斐洛庞奴斯将亚里士多德引文中简略的 ἢ ἀντίφασις(“或者矛盾”)解释为一种代用结构(ἀντὶ τοῦ...):这并不是指矛盾本身是相反者,而是指借代“与所设定之物的相反者相矛盾的那一部分”(例如当设定“偶”时,与相反项“奇”相矛盾的“非奇”)。

  3. 1.90ἐπειδὴ ἔδοξεν ἂν ταύτῃ ὡς ἐξισάζοντα λαμβάνειν ... διὰ τοῦτο οὖν ἀκριβολογούμενος προσέθηκε

    在这一整句中,主句动词 προσέθηκε(“他补充道”)之前置有原因从句 ἐπειδὴ ἔδοξεν ἄν...(“由于可能会被认为……”),其内部嵌套了一个假想/反事实的插入从句 εἶπε γὰρ ἄν τις ὅτι...(“因为有人可能会说……”)。主语(亚里士多德)未出现,分词 ἀκριβολογούμενος(“严密考察/力求精确”)修饰主句动词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:68.1-69.15