- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:66.6-67.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺解释了在论证前提中所用的两种“自身”方式中,主体与谓项的内在关系为何分别用主动(“内在属于”)与被动(“被内在属于”)来表达。随后他解释了73b18中“或者单纯地、或者对立面”这一语句,论证了无中间项对立必然属于主体,并指出严格的科学认识对象仅限于通过抽象获得的对象。
ἄλλως τε καὶ ἐφ’ ὧν ἑκάτερον τῶν μορίων τῆς ἀντιθέσεως κατηγορεῖται, ἐπὶ τούτων δῆλον ὅτι τὸ κατηγορούμενον παντί τε ὑπάρχει τῷ ὑποκειμένῳ, εἰ δὲ παντί, καὶ ἀεὶ ἐξ ἀνάγκης. οὕτως οὖν ταῦτα διορισάμενος μέτεισιν ἐπὶ τὴν διδασκαλίαν τοῦ καθόλου. Τὰ ἄρα λεγόμενα ἐπὶ τῶν ἁπλῶς ἐπιστητῶν καθ’ αὑτὰ οὕτως ὡς ἐνυπάρχειν τοῖς κατηγορουμένοις ἢ ἐνυπάρχεσθαι1 δι’ αὐτά τέ ἐστι καὶ ἐξ ἀνάγκης. ἐπειδὴ ἀπηριθμήσατο τὰ τοῦ καθ’ αὑτὸ σημαινόμενα καὶ ἐδίδαξε περὶ τῶν δύο τῶν προτέρων μόνων ὡς ἐξ ἀνάγκης ὑπάρχει αὐτῶν ἑκάτερον, συνάγει τὸ χρήσιμον ἑαυτῷ εἰς τὰς ἀποδεικτικὰς μεθόδους διὰ τούτων, ἐκ τῶν δεδειγμένων τὸ ἀναγκαῖον τῶν ἀποδεικτικῶν προτάσεων συμπεραινόμενος. δυνάμει γὰρ τοῦτό φησιν, ὅτι, εἰ καὶ πάντα ἡμῖν τὰ κατηριθμημένα τῶν ἐξ ἀνάγκης ἐστὶν ὑπαρχόντων, ἄλλα τὰ ἐπὶ τῶν ἁπλῶς ἐπιστητῶν, τουτέστι τῶν κυρίως ἐπιστητῶν παραλαμβανόμενα εἰς προτάσεις τοιαῦτά ἐστιν ὡς ἐνυπάρχειν τοῖς κατηγορουμένοις ἢ ἐνυπάρχεσθαι αὐτοῖς τὰ κατηγορούμενα. διὰ τούτων δὲ τοὺς δύο τρόπους τοὺς πρώτους τῶν σημαινομένων τοῦ καθ’ αὑτὸ δεδήλωκε· ταῦτα δὲ δέδεικται ἐξ ἀνάγκης τε ὄντα καὶ καθ’ αὑτὰ ὑπάρχοντα· ἐξ ἀναγκαίων ἄρα προτάσεων αἱ ἀποδείξεις. ὅπερ δὲ εἶπον, διὰ τοῦ ἐνυπάρχειν καὶ ἐνυπάρχεσθαι τοὺς προτέρους δύο τρόπους τοῦ καθ’ αὑτὸ σημαίνει. διὰ μὲν γὰρ τοῦ ἐνυπάρχειν τὸν πρῶτον· ἐπειδὴ γὰρ ἕκαστον ἐν τῷ ἰδίῳ ὁρισμῷ ἔχει τὸ εἶναι καὶ ἔστι δι’ ἐκεῖνο, διὰ τοῦτο εἶπεν ἐνυπάρχειν τὸ ὑποκείμενον τοῖς κατηγορουμένοις, οἷον τὸν ἄνθρωπον ἐν τῷ ζῴῳ καὶ λογικῷ καὶ θνητῷ, ἅπερ αὐτοῦ κατηγορεῖται, διότι τὸ εἶναι ἐν τούτοις τῷ ἀνθρώπῳ. καὶ ἐπεὶ ἀντικειμένως εἶχεν ὁ δεύτερος τρόπος τῷ προτέρῳ (ἐν μὲν γὰρ τῷ προτέρῳ τὸ ὑποκείμενον εἰς τὸν ἑαυτοῦ ὁρισμὸν παρελάμβανε τὸ κατηγορούμενον· ἐν δὲ τῷ δευτέρῳ τὸ κατηγορούμενον εἰς τὸν ἑαυτοῦ ὁρισμὸν παρελάμβανε τὸ ὑποκείμενον), διὰ τοῦτο εἰπὼν ἐπὶ τοῦ προτέρου τὸ ἐνυπάρχειν ἐπὶ τοῦ δευτέρου εἶπε τὸ ἐνυπάρχεσθαι τὸ κατηγορούμενον ἐν τῷ ὑποκειμένῳ. ἐπὶ γὰρ τούτου διὰ τὸ ὑποκείμενον ἔστι τὸ κατηγορούμενον· διὰ γὰρ τὸν ἀριθμὸν ὑπάρχει τὸ ἄρτιον ἢ τὸ περιττόν. καὶ διὰ τοῦτο εἶπεν αὐτὸ ἐνυπάρχεσθαι τῷ ὑποκειμένῳ, τουτέστιν ἐν ἐκείνῳ τὸ εἶναί τε ἔχειν καὶ σώζεσθαι.
尤其是因为在对立双方的每一个分支都被表述的事物上,显而易见,谓项属于底层主体的全部,而若是属于全部,也就恒常出于必然。因此,在对这些事情做出规定之后,他就转向了关于普遍的讲授。因此,就纯粹的可认知对象而言,以自身的方式被言说的那些事物——即或者内在属于被表述者,或者被内在属于——既因其自身而存在,也是出于必然的。既然他列举了“自身”的诸种含义,并且仅就前两种阐明了它们各自如何出于必然地属于,他就通过这些为自己总结出对论证方法有用的东西,从已显明的事实中推论出论证前提的必然性。因为他实际上是这样说的:即使所有被列举的条目对我们而言都属于出于必然的存在物,但在纯粹的可认知对象——即严格意义上的可认知对象——上被采用到前提中的事物,乃是如此这般的:要么[主体]内在属于被表述者,要么被表述者被它们内在属于。通过这些,他表明了“自身”诸含义的前两种方式;而这些已被证明既出于必然,也是由于自身而属于;因此,论证是从必然的前提中产生的。正如我所说,通过“内在属于”和“被内在属于”,他表示的是“自身”的前两种方式。因为通过“内在属于”,他表示的是第一种方式;既然每一事物都在其固有的定义中具有存在,并且因该定义而存在,由于这个缘故,他说底层主体内在属于被表述者,例如人内在属于动物、理性和会死者,这些被用来表述人,因为人的存在就在这些之中。并且由于第二种方式与前一种方式处于相反的地位(因为在前一种方式中,底层主体将谓项纳入其自身的定义,而在第二种方式中,谓项将底层主体纳入其自身的定义),由于这个缘故,在对前一种方式说了“内在属于”之后,他对第二种方式说了谓项在底层主体中“被内在属于”。因为在此情况下,谓项乃是因底层主体而存在的;因为偶或奇乃是因数而属于的。因此他说它被底层主体内在属于,也就是说在那之中拥有存在并得以持存。
"Οὐ γὰρ ἐνδέχεται μὴ ὑπάρχειν ἢ ἁπλῶς ἢ τὰ ἀντικείμενα." Τὸ μὲν ἁπλῶς ἐπὶ τοῦ προτέρου τρόπου ἐκληπτέον· οὐχ οἷόν τε γὰρ τὰ εἰς ὁρισμόν τινος παραλαμβανόμενα μὴ καὶ παντὶ καὶ ἀεὶ ἐξ ἀνάγκης τῷ ὑποκειμένῳ ὑπάρχειν. τὸ δὲ ἢ τὰ ἀντικείμενα πρὸς τὸν δεύτερον τρόπον· καὶ ἐπὶ τούτου γὰρ ἀνάγκη παντὶ τῷ ὑποκειμένῳ τὴν ὅλην ἀντίθεσιν ὑπάρχειν· πᾶς γὰρ ἀριθμὸς ἢ ἄρτιός ἐστιν ἢ περιττός, καὶ πᾶσα γραμμὴ ἢ καμπύλη ἐστὶν ἢ εὐθεῖα. δυνατὸν μέντοι καὶ τὸ ἁπλῶς ἐπὶ τοῦ δευτέρου ἐκλαμβάνειν τρόπου. ἁπλῶς μέν, ὅταν πᾶσαν τὴν ἀντίθεσιν κατηγορήσωμεν, οἷον πᾶς ἀριθμὸς ἄρτιος ἢ περιττός, καὶ πᾶν σῶμα τὸ ἐν γενέσει ἢ βαρὺ ἢ κοῦφον. τὰ ἀντικείμενα δὲ εἶπεν ἀντὶ τοῦ ‘θάτερον τῶν ἀντικειμένων’,2 ὅταν, ὡς ἤδη εἶπον, τὸ ἕτερον μόριον τῆς ἀντιθέσεως ἀπολαβόντες τοῦτο τοῦ δεκτικοῦ κατηγορήσωμεν· οἷον πάσης δεκάδος τὸ ἄρτιον ἤ τι τοιοῦτον. εὑρίσκεται δὲ ὅτι ἐπί τινων τῶν καθ’ αὑτὸ συμβεβηκότων ἔστι τις καὶ μεσότης, ἐφ’ ὧν ὑπερβολή τε καὶ ἔλλειψις θεωρεῖται, οἷον ἐπὶ σιμότητός τε καὶ γρυπότητος· ἔστι γὰρ μεταξὺ τούτων καὶ τὸ εὐθύ. ἀλλ’ ἔστιν ἐπὶ τούτων τὴν ἄμεσον ἀντίθεσιν παραλαβεῖν, εἰ οὕτω φήσομεν, πᾶσαν ῥῖνα ἢ εὐθεῖαν εἶναι ἢ καμπύλην, ὥσπερ καὶ γραμμήν φαμεν πᾶσαν εἰς δύο ταῦτα διαιρεῖσθαι· δῆλον γὰρ ὅτι τὸ καμπύλον, εἰ μὲν κυρτὸν εἴη ἐπὶ ῥινός, λέγεται γρυπόν, εἰ δὲ κοῖλον, σιμόν. ἄλλως τε οὐκ ἐπὶ πάντων ἁπλῶς τῶν καθ’ αὑτὸ συμβεβηκότων τοῦτο ἐκληπτέον εἰρῆσθαι ἀλλ’ ἐπὶ τῶν ἐπιστητῶν· ταῦτα δέ ἐστι τὰ κατὰ ἀφαίρεσιν. διὸ καὶ ἔλεγε ταῦτα ἐπὶ τῶν ἁπλῶς ἐπιστητῶν· σιμότης δὲ ῥινὸς καὶ εὐθύτης οὐ τῶν ἐπιστητῶν· οὐδὲ γὰρ τῶν ἐξ ἀφαιρέσεώς ἐστι λαμβανομένων.
“因为不可能或者单纯地、或者[作为]对立面而不属于。” “单纯地”应当就前一种方式来理解;因为被纳入某物的定义中的事物,不可能不出于必然地、既属于全部又恒常属于底层主体。而“或者对立面”则是针对第二种方式的;因为在此情况下,全部对立也必然属于底层主体的全部;因为每一个数要么是偶数要么是奇数,每一条线要么是曲线要么是直线。然而,也可以将“单纯地”就第二种方式来理解:“单纯地”,是指我们表述整个对立的时候,例如“每一个数是偶数或奇数”,以及“生成中的每一个物体要么是重的要么是轻的”。而他说“对立面”,是用以代指“对立面中的任意一方”,即如我刚才所说,当我们把对立面的其中一个分支单独取出并用来表述能容纳它的事物时;例如对每一个十表述“偶”或诸如此类的东西。然而我们发现,在某些自身偶性上还存在着某种居间者,在这些事物上能看到过度和不及,例如在塌鼻和鹰钩鼻上;因为在这些之间还存在着直。但在这些事物上也有可能采用无中间项的对立,如果我们这样说的话:“每一个鼻子要么是直的要么是弯的”,正如我们也说每一条线都被划分为这两者;因为显然,如果弯在鼻子上是凸的,就称为鹰钩鼻,如果是凹的,就称为塌鼻。此外,这不应当被理解为单纯在所有自身偶性上说的,而是在可认知对象上说的;而这些乃是出于抽象的事物。因此他也说这些是就纯粹的可认知对象而言的;但鼻子的塌和直不属于可认知对象;因为它们不属于从抽象中所把握的事物。
- 1.88ἐνυπάρχειν τοῖς κατηγορουμένοις ἢ ἐνυπάρχεσθαι
主动形态 ἐνυπάρχειν 与被动形态 ἐνυπάρχεσθαι 的对照。斐洛庞诺将前者解释为对应“自身”的第一种方式(底层主体内在属于构成其自身定义的谓项),将后者解释为对应第二种方式(谓项作为固有偶性被底层主体所内在容纳)。
- 1.89τὰ ἀντικείμενα δὲ εἶπεν ἀντὶ τοῦ ‘θάτερον τῶν ἀντικειμένων’
对亚里士多德原文中的复数宾格 τὰ ἀντικείμενα 的句法阐释,认为它是“对立双方中的任意一方”(θάτερον τῶν ἀντικειμένων)的简缩表达,因为在具体前提中实际表述具体容纳主体的只是对立项中的某一方。
