← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§65.5-66.6

作为论证前提的两种自身含义

菲洛波诺斯针对73b16的引文解释了为何“自身”的四种含义中唯有前两种可作为论证的前提。他指出第三种方式只是对实体本身的指示,第四种方式(原因)则构成三段论的中项而非单个前提(如月食之例所示),并论证了第二种方式虽不普遍属于全部主体,但因其对立面之间无中间项而等同于矛盾对立,从而同样具有必然性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.88#1

" Τὰ ἄρα λεγόμενα ἐπὶ τῶν ἁπλῶς ἐπιστητῶν καθ’ αὑτὰ οὕτως ὡς ἐνυπάρχειν τοῖς κατηγορουμένοις ἢ ἐνυπάρχεσθαι1 δι’ αὑτά τέ ἐστι καὶ ἐξ ἀνάγκης." Ἀπαριθμησάμενος τὰ εἰρημένα τέσσαρα τοῦ καθ’ αὑτὸ σημαινόμενα τοῦ πλήρους ἕνεκεν τῆς διαιρέσεως, ὡς ἤδη εἶπον, νῦν ἀφορίζεται καὶ λέγει ὅτι τὰ δύο τὰ πρότερα σημαινόμενα τοῦ καθ’ αὑτὸ συμβάλλεται ἡμῖν εἰς τὰς ἀποδεικτικὰς μεθόδους, τὰ δὲ λοιπὰ δύο οὐκέτι. τὸ μὲν γὰρ τρίτον αὐτόθεν οὐδὲ ἄλλο ἄλλου κατηγορεῖ, ἀλλ’ ἔστιν ἅπαν φωνὴ σημαντική τινος οὐσίας· τὸ δὲ τέταρτον, εἰ καὶ ἄλλο ἄλλου κατηγορεῖ ὡς αἴτιον αἰτιατοῦ καὶ ἐξ ἀνάγκης τὸ αἴτιον αἰτιατοῦ ἐστιν αἴτιον, ἀλλ’ οὐκ εἰς πρότασιν τὸ τοιοῦτον συμβάλλεται, μᾶλλον δὲ εἰς ὅλου συλλογισμοῦ γένεσιν. οἷον ἡ σελήνη ἐκλιμπάνει διὰ τὴν ἐπιπρόσθησιν τῆς γῆς· οὐχ ὡς ἐν προτάσει τοῦτο παραληψόμεθα, μᾶλλον δέ, ὡς εἶπον, εἰς γένεσιν τοῦ ὅλου συλλογισμοῦ συμβάλλεται ἡμῖν ἡ αἰτία τῆς ἐκλείψεως εἰς μέσου ὅρου χώραν παραλαμβανομένη, οἷον ὡς ἐν τῷ συλλογισμῷ τούτῳ· ἡ σελήνη ἐπιπροσθεῖται ὑπὸ τῆς γῆς, τὸ ἐπιπροσθούμενον ἐκλείπει, ἡ σελήνη ἄρα ἐκλείπει. ἰδοὺ ἐνταῦθα αἰτίου ὄντος τοῦ ἐκλιμπάνειν τὴν σελήνην τῆς ἐπιπροσθήσεως τῆς γῆς2 οὐ παρελήφθη τοῦτο ἐν προτάσει, ἀλλ’ εἰς γένεσιν ἡμῖν τοῦ μέσου ὅρου συνεβάλλετο. τὴν δὲ ἀκριβεστέραν περὶ τούτου ἐξέτασιν ἐροῦμεν, ὅτε αὐτὸς τούτου μεμνήσεται. μόνα οὖν τὰ πρῶτα δύο τοῦ καθ’ αὑτὸ σημαινόμενα χρήσιμα ὑπάρχει πρὸς τὰς ἀποδεικτικὰς μεθόδους, ἐξ ἀνάγκης τε ὑπάρχοντα καὶ καθ’ αὑτό. καὶ ὅτι μὲν τὸ πρότερον σημαινόμενον τοῦ καθ’ αὑτὸ ἐξ ἀνάγκης ὑπάρχει τῷ ὑποκειμένῳ, καὶ αὐτόθεν ἐστὶ προφανές, εἴ γε τὰ ἐν τοῖς ὁρισμοῖς τινος παραλαμβανόμενα δεῖ ὑπάρχειν ἐκείνοις καὶ ἐξ ἀνάγκης· διόπερ οὐδὲ κατασκευάσαι αὐτὸ ὁ Ἀριστοτέλης ἀξιοῖ. τὸ δὲ δεύτερον, τοῦτο δὲ ἦν ὃ ἐν τῷ ἑαυτοῦ ὁρισμῷ τὸ ὑποκείμενον παραλαμβάνει, δοκεῖ μὲν μὴ ἐξ ἀνάγκης ὑπάρχειν τῷ μὴ παντὶ ὑπάρχειν τῷ ὑποκειμένῳ τὸ κατηγορούμενον (οὐδὲ γὰρ παντὶ ἀριθμῷ τὸ περιττόν, ἀλλ’ οὐδὲ τὸ ἄρτιον παντὶ ἀριθμῷ), δείκνυσί γε μὴν καὶ ταῦτα ἐξ ἀνάγκης ὑπάρχοντα παντὶ τῷ ὑποκειμένῳ τῷ τὴν ἀντίθεσιν τούτων ἄμεσον εἶναι καὶ ἰσοδυναμεῖν τῇ ἀντιφάσει.3 ὥσπερ γὰρ ἡ ἀντίφασις ἐπὶ πάντων τῶν ὄντων καὶ μὴ ὄντων διαιροῦσα καὶ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος πᾶσί τε ὑπάρχει ἢ οὐχ ὑπάρχει καὶ ἐξ ἀνάγκης καὶ ἀεὶ οὐ τῷ ἑκάτερον τῶν μορίων ἐπὶ πάντων ἁρμόζειν ἀλλὰ τῷ πάντως τῶν δύο τὸ ἕτερον, οὕτω δὴ καὶ ἐπὶ τῶν προκειμένων, ἐπειδὴ ἐπὶ παντὸς ἀριθμοῦ ἢ τὸ ἄρτιον ἢ τὸ περιττόν, διὰ τοῦτό φαμεν καθ’ αὑτὸ καὶ ἀεὶ ἐξ ἀνάγκης ὑπάρχειν αὐτά, τῷ πάντως δεῖν θάτερον μόριον τῆς ἀντιθέσεως ἐφ’ ὧν πέφυκε κατηγορεῖσθαι ἁρμόζειν.

“因此,就纯粹的可认知对象而言,以自身的方式被言说的那些事物——即或者内在属于被表述者,或者有〔它们〕内在属于其中——既因其自身而存在,也是出于必然的。” 如我刚才所说,在为了划分的完备而列举了“自身”的前述四种含义之后,现在[亚里士多德]做出了界定,并指出“自身”的前两种含义对我们的论证方法有所助益,而其余两种则不再有助益。因为第三种含义根本不是将一事物表述另一事物,而完全是指示某种实体的语词;至于第四种含义,即使它将一事物作为结果的原因表述于另一事物,并且原因必然是结果的原因,但这样的东西并不有助于一个前提,而是有助于整个三段论的生成。例如,“月亮因地球的遮蔽而亏食”;我们不会把这作为一个前提来采用,而是如我所说,亏食的原因被采用到中项的位置上,对我们整个三段论的生成有所助益,正如在这个三段论中一样:“月亮被地球所遮蔽;被遮蔽者亏食;因此月亮亏食。”看哪,在这里,尽管地球的遮蔽是月亮亏食的原因,但这并未被用在一个前提中,而是为我们促成了中项的生成。当他本人提及此事时,我们将对其做更精确的考察。因此,唯有“自身”的前两种含义对于论证方法是有用的,它们既出于必然也由于自身而属于[主体]。并且,“自身”的前一种含义出于必然属于底层主体,这一点即便就其自身而言也是显然的,只要包含在某物的定义中的事物必须必然地属于那些事物;正因如此,亚里士多德甚至认为无需对此加以确证。至于第二种含义——即在其自身定义中包含底层主体的那些——由于谓项并非属于底层主体的全部(因为奇并非属于每一个数,偶也并非属于每一个数),看似不是必然地属于;然而他表明,由于这些事物的对立是无中间项的且等同于矛盾对立,它们也必然地属于整个底层主体。因为正如矛盾对立在所有存在物和非存在物上划分真与假,并且必然且恒常地属于或不属于一切事物(并不是因为其中的每一个分支都适用于一切事物,而是因为两者之一在任何情况下都必然适用),在当前所讨论的事物上也是完全如此;既然对于每一个数而言要么是偶要么是奇,因此我们就说它们由于自身且恒常出于必然地属于,乃是因为对立双方的其中一方在任何情况下都必定适用于它依本性表述的事物。

语法注3 条
  1. 1.88ἐνυπάρχειν τοῖς κατηγορουμένοις ἢ ἐνυπάρχεσθαι

    主动不定式 ἐνυπάρχειν 与被动不定式 ἐνυπάρχεσθαι 构成对比。前者指“自身”的第二种方式,即底层主体内在属于被表述者的定义;后者指第一种方式,即底层主体有被表述者内在于其中(被表述者包含在主体的定义中)。

  2. 1.88αἰτίου ὄντος τοῦ ἐκλιμπάνειν τὴν σελήνην τῆς ἐπιπροσθήσεως τῆς γῆς

    在此属格独立结构中,τῆς ἐπιπροσθήσεως τῆς γῆς 为意义上的主语,αἰτίου ὄντος 为表语分词,带冠词的不定式短语 τοῦ ἐκλιμπάνειν τὴν σελήνην 则作为受 αἴτιον 支配的宾格性属格(月食的原因)。

  3. 1.88τῷ τὴν ἀντίθεσιν τούτων ἄμεσον εἶναι καὶ ἰσοδυναμεῖν τῇ ἀντιφάσει

    由带冠词与格 τῷ 引导的整个对格不定式结构(τὴν ἀντίθεσιν... εἶναι καὶ ἰσοδυναμεῖν...)充当表示原因或依据的与格,意为“由于(因着)它们的对立是无中间项的且等同于矛盾对立”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:65.5-66.6