← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§63.21-65.4

自身第三第四种方式及其对论证的作用

菲洛波庞注疏《后分析篇》73b5–73b14,阐释“自身”(kath' hauto)的第三种方式(自立的实体)与第四种方式(因果关联),并说明为何唯有前两种方式适用于学证性证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.85

" Ἔτι ὃ μὴ καθ’ ὑποκειμένου λέγεται ἄλλου τινός, οἷον τὸ βαδίζον ἕτερόν τι ὂν βαδίζον ἐστὶ καὶ λευκόν." Τρίτον τοῦτο σημαινόμενον τοῦ καθ’ αὑτό, ὃ οὐκέτι ἄλλο τι ὂν κατ’ ἄλλου κατηγορεῖται, οἷοι ἦσαν οἱ πρότεροι δύο τρόποι, ἀλλ’ ἁπλῶς ὃ μὴ δι’ ἄλλο ἐστὶ μηδὲ ἐν ἄλλῳ τὸ εἶναι ἔχει, οἷά ἐστι τὰ συμβεβηκότα, ἀλλ’ αὐτὸ καθ’ αὑτὸ ὑφέστηκεν, οἷον ἡ οὐσία· τὰ μὲν γὰρ συμβεβηκότα αὐτῆς δεῖται εἰς τὸ εἶναι, αὐτὴ δὲ οὐδενός. ἔστιν οὖν οὗτος τρίτος τρόπος τοῦ καθ’ αὑτό. Ἔτι ὃ μὴ καθ’ ὑποκειμένου ἄλλου τινὸς λέγεται, τουτέστιν ὃ μὴ ἐν ὑποκειμένῳ ἄλλῳ τινί ἐστιν, ὥσπερ ἐστὶ τὸ βαδίζειν· δεῖ γὰρ ἄνθρωπον εἶναι, εἶτα βαδίζειν, καὶ ἔστιν ἐν ὑποκειμένῳ τῷ ἀνθρώπῳ τὸ βαδίζειν. Τὰ μὲν δὴ μὴ καθ’ ὑποκειμένου, τουτέστι μὴ ἐν ὑποκειμένῳ· ἀντὶ γὰρ τοῦ ‘ἐν ὑποκειμένῳ’ τὸ καθ’ ὑποκειμένου παρέλαβεν.1

“此外,凡不就某个别的底层主体而言的,如行走的某个事物是另一种事物而行走着,并且是白色的。” 这是“自身”的第三种含义,它不再是某种别的事物而表述另一种事物(如前两种方式那样),而是单纯地指不因另一种事物而存在、也不在另一种事物中拥有其所是的事物(偶性便是如此),而是自身独立持存的,如实体;因为偶性为了存在需要实体,实体自身却不需要任何事物。因此,这是“自身”的第三种方式。“此外,凡不就某个别的底层主体而言的”,也就是指并不像行走〔在其中〕那样在某个别的底层主体之中的;因为必须先有人存在,然后才有行走,并且行走是在作为底层主体的人之中的。因此,“凡不就底层主体而言的”,也就是指“不在底层主体之中的”;因为他使用了“就底层主体而言”来代替“在底层主体之中”。

§1.86

"Ἔτι δ’ ἄλλον τρόπον τὸ μὲν δι’ αὑτὸ ὑπάρχον ἑκάστῳ καθ’ αὑτό, τὸ δὲ μὴ δι’ αὑτὸ συμβεβηκός." Τοῦτο τέταρτον τοῦ καθ’ αὑτὸ σημαινόμενον, ὃ αἴτιόν τινος γίνεται μὴ κατὰ συμβεβηκός. [οἷον] εἰ μὲν γὰρ βαδίζοντος ἤστραψε, φησίν, οὐ φαμεν καθ’ αὑτὸ [τὸ] διὰ τὴν βάδισιν ἀστράψαι ἀλλὰ κατὰ συμβεβηκός· καὶ γὰρ καὶ εἰ μὴ ἐβάδιζεν, ἤστραψεν· οὐδὲ εἰ ὀρύττων θησαυρὸν εὗρέ τις, αἴτιόν φαμεν τὸ ὀρύττειν τῆς τοῦ θησαυροῦ εὑρέσεως καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός· οὐ γὰρ διὰ τοῦτο ὤρυξεν. εἰ μέντοι σφαγείς τις ἀπέθανεν, αἰτίαν τοῦ θανάτου τὴν σφαγὴν καθ’ αὑτό φαμεν· οὐ γὰρ συμβέβηκε τῇ σφαγῇ ὁ θάνατος, ἀλλ’ αἰτία ἡ σφαγὴ τοῦ θανάτου γέγονε. ταῦτα μὲν οὖν τοῦ πλήρους ἕνεκεν τῆς διαιρέσεως παραδέδωκεν. οὐ πάντα δὲ ταῦτα τὰ σημαινόμενα τοῦ καθ’ αὑτὸ συμβάλλεται εἰς τὴν ἀποδεικτικὴν μέθοδον, ἀλλὰ μόνοι οἱ πρῶτοι δύο τρόποι τοῦ καθ’ αὑτὸ χρησιμεύουσιν εἰς τὸ προκείμενον· τῶν γὰρ ἐξ ἀνάγκης ὑπαρχόντων εἰσὶ καὶ ἀεί. οὔτε γὰρ ἐνδέχεται μὴ ἐν τῷ ὁρισμῷ τῆς σιμότητος τὴν ῥῖνα παραλαβεῖν, οὔτε τὰ ἐν τῷ ὁρισμῷ τινων παραλαμβανόμενα ἐνδέχεται μὴ καὶ ἀεὶ καὶ παντὶ τῷ ὑποκειμένῳ ὑπάρχειν, ὥσπερ τῷ ἀνθρώπῳ τὸ ζῷον. ὁ δὲ τρίτος τρόπος [ὃς] περὶ τὰ ἄτομα μάλιστα καταγίνεται·2 ταῦτα γὰρ κατ’ οὐδενὸς ἑτέρου ἐστὶ καὶ τόδε τι σημαίνει· τῶν δὲ ἀτόμων ἀπόδειξις οὐκ ἔστιν, ὡς δειχθήσεται ἐν τοῖς ἑξῆς. ἀλλ’ οὐδὲ ὁ τέταρτος τρόπος χρησιμεύσει εἰς ἀπόδειξιν· οὐδὲ γὰρ μόνη ἡ σφαγὴ αἰτία τοῦ θανάτου οὐδὲ πάντως, εἰ μὴ τύχοι καιρία οὖσα, ὥστε οὐκ ἀεί, οὐδὲ τὸ ἐν ἔαρι πλέειν μόνον τῆς σωτηρίας αἴτιον οὐδὲ ἀεί· θέλει δὲ ἡ ἀπόδειξις καὶ τὸ ἀεὶ ἔχειν. διὰ τοῦτο οὖν οὐκ εὔχρηστον εἰς ἀπόδειξιν οὐδὲ τοῦτο.

“在另一种方式下,由于自身而属于各事物的,乃是自身的,而并非由于自身的,则是偶性的。” 这是“自身”的第四种含义,即非偶性地成为某事物的起因的事物。他说,因为如果在某人行走时闪电了,我们并不说是由于行走而自身地闪电,而是偶性地;因为即使他不走,也会闪电。若某人掘地时发现了宝藏,我们也不说掘地是自身地成为发现宝藏的起因,而是偶性地;因为他并不是为了这个而挖掘。然而,若某人被割喉而死,我们便说割喉是自身地成为死亡的起因;因为死亡并非割喉的附带结果,而是割喉成为了死亡的起因。他提出这些乃是为了划分的完备。然而,并非所有这些“自身”的含义都对论证方法有所助益,唯有“自身”的前两种方式对于当前论题是有用的;因为它们属于必然且恒常成立的事物。因为在狮鼻的定义中不可能不包含鼻子,而在某些事物的定义中所包含的事物,也不可能不恒常且普遍地属于底层主体,正如动物属于人一样。至于第三种方式,则主要是关涉于个体;因为这些个体并不表述任何其他事物,并且指示着某个具体之物;但正如后文将要表明的那样,个体并不存在论证。再者,第四种方式对论证也是无用的;因为割喉并非唯一的死因,也不必然如此,除非正好伤及要害,因此并不是恒常的;在春季航海也并非平安的唯一原因,亦非恒常如此;而论证要求具有恒常性。因此,这对于论证也是无用的。

§1.87

"Οἷον εἴ τις σφαττόμενος ἀπέθανε καὶ κατὰ σφαγήν." Ἀναγκαίως τὸ καὶ κατὰ σφαγήν προσέθηκε, τουτέστι διὰ τὴν σφαγήν· ἐνδέχεται γὰρ καὶ μὴ σφαττόμενον ἀποθανεῖν· οἷον εἰ μὴ ἐπὶ καιρίῳ τόπῳ ἔτυχε λαβών, ὁ δὲ φόβος καὶ ἡ ἔκπληξις ἢ καὶ ὁ εἱμαρμένος τοῦ θανάτου χρόνος τὸν θάνατον ἐνεποίησε κατά τινα τύχην ἐν τῷ καιρῷ τῆς σφαγῆς ἐπιστάς,3 ὡς εἴ τις καὶ λουόμενος ἢ ἐσθίων ἀποθάνοι· εἰ γὰρ οὕτω τύχοι, οὐ καθ’ αὑτὸ οὔτε τὸ λουτρὸν οὔτε τὸ ἐσθίειν οὔτε ἡ σφαγὴ τοῦ θανάτου ἔσται αἴτιον, ἀλλ’ ἔτυχεν οὕτως.

“例如,某人在被割喉的同时死了,并且依照割喉而死。” 他必然地补充了“并且依照割喉”,也就是指由于割喉;因为某人在被割喉的同时死亡,也是可能的[但并非因其而死];例如,若他恰好未伤及要害之处,而是恐惧与惊骇,或者注定的死亡之时在割喉之际降临,由于某种机缘造成了死亡,正如某人在洗澡或进食时死去一样;因为若情况如此,则洗澡、进食或割喉都不是死亡的自身原因,而只是偶然如此罢了。

语法注3 条
  1. 1.85ἀντὶ γὰρ τοῦ ‘ἐν ὑποκειμένῳ’ τὸ καθ’ ὑποκειμένου παρέλαβεν

    句法上,ἀντὶ τοῦ 加上带冠词介词短语构成介词状语,而 τὸ καθ’ ὑποκειμένου 作主要动词 παρέλαβεν 的直接宾语。注疏者指出亚里士多德在此处以“就底层主体而言”(καθ’ ὑποκειμένου)替代了“在底层主体之中”(ἐν ὑποκειμένῳ)。

  2. 1.86ὁ δὲ τρίτος τρόπος [ὃς] περὶ τὰ ἄτομα μάλιστα καταγίνεται

    句法上,校勘本中置于方括号内的关系代词 [ὃς] 在理解时宜作省去,从而使 ὁ δὲ τρίτος τρόπος 直接作为谓语动词 καταγίνεται 的主语(“第三种方式主要关涉个体”)。若保留 ὃς 则会形成绝句(破格结构)或需补出省略的系词。

  3. 1.87ὁ δὲ φόβος καὶ ἡ ἔκπληξις ἢ καὶ ὁ εἱμαρμένος τοῦ θανάτου χρόνος τὸν θάνατον ἐνεποίησε κατά τινα τύχην ἐν τῷ καιρῷ τῆς σφαγῆς ἐπιστάς

    在此结构中,面对并列主语(ὁ φόβος、ἡ ἔκπληξις 以及 ὁ χρόνος),分词 ἐπιστάς 在性、数、格上与距离最近的阳性单数名词 ὁ χρόνος 一致,主要动词 ἐνεποίησε 亦采用单数,体现了句法一致性向最后一个主语成分的吸引。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:63.21-65.4