- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:61.29-63.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯针对亚历山大将素数、合数、等边与长方形解释为几何特性的观点进行反驳,确立其为数的性质,继而阐释凡不符合两种本然形式者皆为偶性,并论述不可分离的偶性与本然属性的判定标准。
" Καὶ τὸ πρῶτον καὶ σύνθετον καὶ ἰσόπλευρον καὶ ἑτερόμηκες." Καὶ ταῦτα, φησί, καθ’ αὑτὰ ὑπάρχει τῷ ἀριθμῷ, διότι ἐν τῷ ἑκάστου τούτων ὁρισμῷ τὸ ὑποκείμενον αὐτοῖς, λέγω δὴ τὸν ἀριθμόν, παραλαμβάνομεν. ἰστέον δ’ ὅτι ὁ Ἀλέξανδρος πρῶτον1 ἀριθμὸν ἀκούει ἐνταῦθα οὐ τὸν καθ’ αὑτὸν πρῶτον ἀλλὰ τὸν πρὸς ἄλλον πρῶτον. ἔστι δὲ πρῶτος ἀριθμὸς ὁ ὑπὸ μονάδος μόνης μετρούμενος, οἷον ὁ εʹ, ὁ ζʹ, ὁ ιαʹ, ὁ ιζʹ. οὔτε γὰρ ὑπὸ δυάδος οὔτε ὑπ’ οὐδενὸς ἄλλου ἀριθμοῦ μετροῦνται οὗτοι πλὴν ὑπὸ μονάδος μόνης. σύνθετοι δὲ καλοῦνται ἀριθμοὶ οἱ ἐκ μονάδος καὶ ἄλλου τινὸς ἢ τινῶν ἄλλων ἀριθμῶν μετρούμενοι, οἷον ὁ ςʹ· καὶ γὰρ ὑπὸ δυάδος καὶ τριάδος καὶ μονάδος· ὁμοίως καὶ ὁ θʹ ὑπό τε μονάδος καὶ τριάδος. πρὸς ἀλλήλους δὲ πρῶτοι λέγονται ἀριθμοὶ οἱ μονάδι μόνῃ μετρούμενοι κοινῷ μέτρῳ· οἷός ἐστιν ὁ ζʹ καὶ ὁ ιαʹ· ὑπὸ μόνης γὰρ μονάδος ὡς κοινοῦ μέτρου μετροῦνται. ὅτι δὲ οὐχ ὡς φησὶν ὁ Ἀλέξανδρος τοὺς πρὸς ἀλλήλους πρώτους ἐνταῦθα παρέλαβεν ἀλλὰ τοὺς ἁπλῶς πρώτους, φανερὸν ἐξ ὧν οὐκ εἶπεν ὁ Ἀριστοτέλης πληθυντικῶς πρώτους ἀριθμοὺς ἀλλὰ πρῶτον. ὁμοίως καὶ τὸ ἰσόπλευρον καὶ ἑτερόμηκες ὁ Ἀλέξανδρος οὐκ ἐπὶ ἀριθμῶν ἀλλ’ ἐπὶ σχημάτων ἔλαβεν, ὅπερ ἦν καὶ εἰκὸς ἐπινοῆσαι. οὐ μὴν ὁ Ἀριστοτέλης ἐπὶ σχημάτων ταῦτα τέθεικεν ἀλλ’ ἐπὶ ἀριθμῶν· καὶ γάρ φαμεν ἰσοπλεύρους ἀριθμοὺς εἶναι τοὺς τετραγώνους, οἷον τὸν θʹ, διότι τοῦ γʹ ἐφ’ ἑαυτὸν πολυπλασιασθέντος γέγονεν· ἑτερομήκεις δὲ τοὺς ἐξ ἀνίσων ἀριθμῶν πολυπλασιασθέντων γενομένους· οἷον τὸν ιςʹ ἑτερομήκη λέγομεν· σύγκειται γὰρ ἐκ τοῦ εʹ ἐπὶ τὸν γʹ πολυπλασιασθέντος. ὅτι δὲ οὐκ ἐπὶ σχημάτων ἔλαβε τὸ ἰσόπλευρον καὶ ἑτερόμηκες ἀλλ’ ἐπ’ ἀριθμῶν, ἐδήλωσεν ἐξ ὧν ἐπήγαγε λέγων· "Καὶ πᾶσι τούτοις ἐνυπάρχουσιν ἐν τῷ λόγῳ τῷ τί ἐστι λέγοντι ἔνθα μὲν γραμμὴ ἔνθα δ’ ἀριθμός." Τουτέστιν ἐν τοῖς ὁρισμοῖς πάντων τῶν εἰρημένων ἐνυπάρχει τὰ ὑποκείμενα αὐτοῖς, ἐν τισὶ μὲν γραμμή, δηλονότι ἐν τῷ ὁρισμῷ τοῦ περιφεροῦς καὶ τοῦ εὐθέος, ἐν τισὶ δὲ ἀριθμός, ἐν τοῖς λοιποῖς πᾶσιν. ὅτι δὲ ἐν τῷ ὁρισμῷ τοῦ ἰσοπλεύρου καὶ ἑτερομήκους τὴν γραμμὴν ὡς ὑποκείμενον οὐ παραλαμβάνομεν, σαφές· οὔτε γὰρ ὑπόκειται τούτοις ἡ γραμμὴ ἀλλὰ τὸ σχῆμα, καὶ εἰσὶ πάθη οὐ τῆς γραμμῆς ἀλλὰ τοῦ σχήματος. ὥστε καὶ τούτοις δῆλον ὅτι τὸν ἀριθμὸν ὑποκεῖσθαι βούλεται.
“以及素的与合的,等边的与长方形的。” 他说,这些也是本然地属于数,因为在它们每一个的定义中,我们都包含其主词,即数。应当注意,亚历山大在这里将“素数”理解为不是就其自身而言的素数,而是“相对另一数为素的数”。素数是仅被单位所度量的数,例如五、七、十一、十七。因为这些数既不被二度量,也不被任何其他数度量,而仅被单位度量。而被称作合数的数,是被单位以及某一其他数或若干其他数度量的数,例如六;因为六被二、三以及单位度量;同样九也被单位和三度量。而相对彼此被称为素数的,是以单位作为唯一公度而被度量的数;例如七和十一就是这样;因为它们仅被作为公度的单位所度量。然而,并非如亚历山大所说他在此采用了相对彼此为素的数,而是采用了绝对的素数,这从亚里士多德没有用复数说“素数”,而是用单数说“素的”这一点便很明显。同样,亚历山大将“等边的”与“长方形的”理解为指图形而非指数字,产生这种想法固然也是合理的。然而,亚里士多德并非将这些归于图形,而是归于数;因为我们也把正方形数称为等边数,例如九,因为它是三自乘而生成的;把由不等的数相乘生成的数称为长方形数;例如我们称十六[十五]为长方形数,因为它是由五乘以三构成的。至于他把“等边的”与“长方形的”理解为数而非图形,这一点从他紧接着说的话中已经表明: “并且在所有这些之中,在说明‘是什么’的解释里,在某些情形中内在存在着线,在另一些情形中内在存在着数。” 也就是说,在所说的一切事物的定义中,都内在存在着它们的主词,在某些事物中是线(显而易见是在曲和直的定义中),而在另一些事物中是数(在其余一切事物中)。显然,在等边与长方形的定义中,我们并不将线作为主词包含在内;因为作为这些的主体的不是线,而是图形,并且它们不是线的状态,而是图形的状态。因此很清楚,他意图使数也作为这些的主体。
"Ὅσα δὲ μηδετέρως ὑπάρχει, συμβεβηκότα." Τουτέστιν ὅσα δὲ μήτε ἐν τῷ ἑαυτῶν ὁρισμῷ τὸ ὑποκείμενον λαμβάνει μήτε ἐν τῷ τοῦ ὑποκειμένου ὁρισμῷ τὸ κατηγορούμενον παραλαμβάνεται, ταῦτα καλῶ συμβεβηκότα· οἷον, φησί, τὸ μουσικὸν ἢ τὸ λευκὸν τῷ ζῴῳ, ἅπερ καὶ χωρίζεσθαι αὐτοῦ πέφυκε. τί οὖν; ζητήσειεν ἄν τις, καὶ ἃ μὴ χωρίζονται τῶν συμβεβηκότων, ταῦτα καθ’ αὑτά φαμεν, οἷον τὸ μέλαν τῷ κόρακι; οὐδαμῶς· αὐτὸς γὰρ διωρίσατο τίνα φησὶ καθ’ αὑτὰ τῶν συμβεβηκότων ὑπάρχειν καὶ τοῖς ὑποκειμένοις. ὥστε κἂν ἀχώριστα ᾖ συμβεβηκότα, μὴ συντελῇ δὲ εἰς τὸν τῶν ὑποκειμένων ὁρισμὸν ἢ εἰς τὸν ἑαυτῶν ὁρισμὸν τὰ ὑποκείμενα οὐ παραλαμβάνῃ, οὐκ ἂν εἶεν ταῦτα καθ’ αὑτὰ τοῖς ὑποκειμένοις ὑπάρχοντα.2 καὶ πῶς γνωσόμεθα, ποῖα μὲν τῶν ἀχωρίστων συμβεβηκότων εἰς τὸν ὁρισμὸν τῶν ὑποκειμένων ὀφείλει παραλαμβάνεσθαι ἢ εἰς τὸν ἑαυτῶν ὅρον ἐκεῖνα παραλαμβάνειν, ποῖα δὲ οὔ; φημὶ τοίνυν ὅτι ὅσα τῶν ἀχωρίστων συμβεβηκότων μιᾷ καὶ τῇ αὐτῇ φύσει ὡρισμένως ὑπάρχει καὶ οὐδεμιᾷ ἄλλῃ, ταῦτα καθ’ αὑτὰ ὑπάρχει ἐν ἐκείνοις· ὅσα δὲ μὴ ὡρισμένῃ τινὶ φύσει ὑπάρχει ἀλλὰ δύναται καὶ πλείοσιν ὑπάρχειν, ταῦτα, κἂν ἀχώριστα ᾖ, οὐ λέγεται καθ’ αὑτὰ τοῖς ὑποκειμένοις ὑπάρχειν.
“凡不以这两种方式之一成立的,皆是偶性。” 也就是说,凡既不在自身定义中接受主词,也不在主词的定义中被作为谓词包含的,我称之为偶性;正如他说,动物之具有音乐修养或白色,这些在自然上是可以与其分离的。那么怎样呢?有人可能会问,在偶性中那些不可分离的,例如乌鸦的黑,我们是否称之为本然的?决非如此;因为他自己已经界定了,在偶性之中他称哪些是本然地属于其主词的。因此,即使是不可分离的偶性,如果它们无助于主词的定义,或者在自身的定义中不包含主词,它们也不会是本然地属于主词的事物。那么我们如何得知,在不可分离的偶性中,哪些应当被包含进主词的定义之中、或者在自身的定义中包含主词,而哪些不应当呢?因此我说:在不可分离的偶性中,凡是确定地属于唯一且同一的自然本性、而不属于任何其他自然本性的,就本然地存在于那些事物中;但凡不是属于某种确定的自然本性、而是也能属于更多事物的,即使它们是不可分离的,也不被说成本然地属于其主词。
- 1.82ὅτι δὲ οὐχ ὡς φησὶν ὁ Ἀλέξανδρος τοὺς πρὸς ἀλλήλους πρώτους ἐνταῦθα παρέλαβεν ἀλλὰ τοὺς ἁπλῶς πρώτους, φανερὸν ἐξ ὧν οὐκ εἶπεν ὁ Ἀριστοτέλης πληθυντικῶς πρώτους ἀριθμοὺς ἀλλὰ πρῶτον
句首的 ὅτι 引导的整个从句用作句子的主语从句,受谓语形容词 φανερόν 支配。该判断的证据由介词短语 ἐξ ὧν...(相当于 ἐκ τούτων ἅ...,先行词省并)引出,指出亚里士多德在引文中使用了单数 πρῶτον 作为论据。
- 1.84ὥστε κἂν ἀχώριστα ᾖ συμβεβηκότα, μὴ συντελῇ δὲ εἰς τὸν τῶν ὑποκειμένων ὁρισμὸν ἢ εἰς τὸν ἑαυτῶν ὁρισμὸν τὰ ὑποκείμενα οὐ παραλαμβάνῃ, οὐκ ἂν εἶεν ταῦτα καθ’ αὑτὰ τοῖς ὑποκειμένοις ὑπάρχοντα
由 κἂν(即 καὶ ἄν)加虚拟式 ᾖ 引导的让步条件从句(“即使它们是不可分离的偶性”)内,包含了由 δέ 引出并以 ἢ 连接的两个并列否定条件(μὴ συντελῇ... ἢ... οὐ παραλαμβάνῃ)。主句则由 ἄν 加祈愿式(οὐκ ἂν εἶεν...)构成潜势句,导出“这些绝不可能本然地属于主词”的结论。
