- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:60.13-61.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯注释了《后分析篇》73a34–73a37中“本然”的第一种含义(本质定义中的构成要素)和第二种含义(主词包含在谓词定义之中的固有属性),并对第二种定义的难懂句式进行了语法梳理。
" Καθ’ αὑτὰ δ’ ὅσα ὑπάρχει ἐν τῷ τί ἐστιν, οἷον τριγώνῳ γραμμὴ καὶ γραμμῇ στιγμή." Διορισάμενος τί ἐστι τὸ κατὰ παντός, μέτεισιν ἐπὶ τὸ καθ’ αὑτό. τέσσαρα δὲ σημαινόμενα παραδίδωσι τοῦ καθ’ αὑτό· ὧν πρῶτον μέν φησι καθ’ αὑτὸ λέγεσθαι τὸ ἐν τῷ τί ἐστί τινος κατηγορούμενον,1 ὅπερ καὶ ἐν τῷ ὁρισμῷ ἐκείνου παραλαμβάνεται. οἷον καθ’ αὑτὸ ὑπάρχειν φαμὲν τῷ ἀνθρώπῳ τὸ ζῷον καὶ τῷ τριγώνῳ τὸ σχῆμα [καὶ τῇ γραμμῇ ἡ στιγμή]· τό τε γὰρ ζῷον καθ’ αὑτὸ τοῦ ἀνθρώπου κατηγορούμενον καὶ ἐν τῷ ὁρισμῷ τούτου παραλαμβάνεται· ἄνθρωπον μὲν γάρ φησι ζῷον λογικὸν θνητόν· ὁμοίως δὲ καὶ τρίγωνον σχῆμά ἐστι τὸ ὑπὸ τριῶν εὐθειῶν περιεχόμενον. φησὶ δὲ καὶ τῆς γραμμῆς τὴν στιγμὴν καθ’ αὑτὸ κατηγορεῖσθαι· φαμὲν γὰρ γραμμὴν εἶναι ῥύσιν στιγμῆς ἢ γραμμὴν εἶναι τὴν ἐξ ἴσου τοῖς ἐφ’ ἑαυτῆς σημείοις κειμένην. καὶ ἰστέον ὅτι οὐκ ἔστι τῆς γραμμῆς κυρίως τὸ λεγόμενον· οὐ πάνυ γὰρ οἰκείως εἰρῆσθαι δοκεῖ· οὔτε γὰρ ἐν γραμμῇ ἡ στιγμὴ ὑπάρχει. ἀλλὰ μᾶλλον οἰκεῖός τις ὁρισμὸς ἂν εἴη τῆς γραμμῆς ὁ λέγων ‘μέγεθος ἐφ’ ἓν διαστατόν’· τὰ γὰρ ἐν τούτῳ τῷ ὁρισμῷ παραλαμβανόμενα συμπληρωτικά ἐστι τῆς 〈οὐσίας τῆς〉 γραμμῆς καὶ ἐν αὐτῇ ἐνυπάρχει.
“凡在‘是什么’中成立的,皆是本然的,正如线属于三角形、点属于线一样。” 在界定了何谓“对于一切”之后,他转入“本然”。他给出了“本然”的四种含义,其中他说,第一种被称为“本然”的,是在某物的“是什么”中被述说、且被包含在该事物定义之中的东西。例如,我们说动物本然地属于人,图形本然地属于三角形[以及点属于线];因为动物是人的本然谓词,且被包含在人的定义之中。因为他说,人是有理性的有死动物;同样,三角形也是由三条直线所包围的图形。他还说,点也是线之本然的谓词;因为我们说线是点的流动,或者线是与其自身上的点均等平放者。应当注意,所说的这点并非严格适用于线;因为这似乎说得并不十分妥当;因为点并不存在于线之中。相反,线的一个更恰当的定义当是说“一维延展的量度”者;因为在这个定义中被包含的东西充实了线的〈本质〉,并且内在存在于线之中。
"Καὶ ὅσοις τῶν ἐνυπαρχόντων αὐτοῖς αὐτὰ ἐν τῷ λόγῳ ἐνυπάρχουσι2 τῷ τί ἐστι δηλοῦντι, οἷον τὸ εὐθὺ ὑπάρχει γραμμῇ καὶ τὸ περιφερές, καὶ τὸ περιττὸν καὶ ἄρτιον ἀριθμῷ." Τοῦτο δεύτερον τοῦ καθ’ αὑτὸ σημαινόμενον. φαμὲν γὰρ καθ’ αὑτὰ καὶ ὧν ἐν τοῖς ὁρισμοῖς τὰ ὑποκείμενα αὐτοῖς παραλαμβάνονται· οἷον ὁριζόμενοι τὴν σιμότητα παραλαμβάνομεν ἐν τῷ ὁρισμῷ αὐτῆς τὸ ὑποκείμενον, λέγω δὴ τὴν ῥῖνα, λέγοντες σιμότητα εἶναι κοιλότητα ἐν ῥινί. ὁμοίως καὶ τὸ εὐθὺ ὁριζόμενοι παραλαμβάνομεν τὴν γραμμὴν εὐθὺ λέγοντες εἶναι πάθος γραμμῆς ἥτις ἐξ ἴσου τοῖς ἐφ’ ἑαυτῆς σημείοις κεῖται, ἢ ἧς τὰ μέσα τοῖς ἄκροις ἐπιπροσθεῖ, ἢ ὅπως ἄλλως ὁρίζεται. ὁμοίως δὲ καὶ περιφερὲς ἤτοι περιφέρειάν φαμεν εἶναι πάθος γραμμῆς πρὸς ἣν ἀφ’ ἑνὸς σημείου τῶν ἐντὸς αὐτῆς κειμένων πᾶσαι αἱ προσπίπτουσαι εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσί. καὶ δῆλον ὅτι οὐ τὸ τμῆμα τοῦ κύκλου αὐτὸ καλεῖται περιφέρεια, ἀλλὰ μᾶλλον καμπύλον κληθείη κυρίως ἐκεῖνο ἢ περιφέρεια. περιφέρεια δὲ ὁ κύκλος, ὥσπερ καὶ ὁ γεωμέτρης ὡρίσατο. ὡσαύτως καὶ ἄρτιόν φαμεν ἀριθμὸν τὸν διαιρούμενον δίχα καὶ περιττὸν ἀριθμὸν τὸν μὴ διαιρούμενον δίχα· καὶ ἐπὶ τῶν ὁμοίων ὡσαύτως. τὸ μὲν οὖν δεύτερον σημαινόμενον τοῦ καθ’ αὑτὸ τοῦτο. ἔχει δέ τινα ἀσάφειαν ἡ λέξις, ἣν καταστήσομεν τοῦτον τὸν τρόπον. φησὶ γὰρ καὶ ὅσοις τῶν ἐνυπαρχόντων αὐτοῖς αὐτὰ ἐν τῷ λόγῳ ἐνυπάρχουσι τῷ τί ἐστι δηλοῦντι. τὴν δὲ ἀσάφειαν ἐνεποίησε τὸ αὐτοῖς· διὸ ἀντὶ τούτου τὸ ‘τισί’ παραλάβωμεν, καὶ σαφὴς γίνεται ὁ λόγος ἔχων οὕτως. καὶ ὅσοις τῶν κατὰ συμβεβηκὸς ἔν τισιν ὑπαρχόντων αὐτὰ ἐν τῷ λόγῳ ἐνυπάρχουσι τῷ τί ἐστι δηλοῦντι, τουτέστιν αὐτὰ τὰ ὑποκείμενα, οἷς ὑπάρχουσι τὰ συμβεβηκότα, ἐν τῷ λόγῳ παραλαμβάνονται τῶν συμβεβηκότων τῷ δηλοῦντι τὸ τί ἐστι, τουτέστι τὸ εἶναι ἐν τοῖς ὁρισμοῖς αὐτῶν, ὡς εἶναι τὸ ὅλον τοιοῦτον· ταῦτα, φησί, λέγω καθ’ αὑτὰ τῶν ἐν ἄλλοις τὸ εἶναι ἐχόντων ὅσων ἐν τοῖς ὁρισμοῖς τὰ ὑποκείμενα αὐτοῖς παραλαμβάνεται.
“凡在内在属于它们的事物中,它们自身内在存在于表明‘是什么’的说明中的那些事物,亦是[本然的],正如直与曲属于线,奇与偶属于数一样。” 这是“本然”的第二种含义。因为我们也将那些在其定义中包含其主词的事物称为本然的。例如,我们在给塌鼻下定义时,在其定义中包含其主词,即鼻子,说塌鼻是鼻子中的凹陷。同样,我们在给直下定义时也包含线,说直是与其自身上的点均等平放的线之状态,或者是其中间部分遮蔽其两端的线之状态,抑或依其他任何方式被下定义。同样,我们说圆周或圆周线是线的一种状态,从其内部所处的某一点向其所作的一切直线彼此相等。显然,圆的弓形本身并不被称为圆周,相反,那更严格地说当被称为曲线而非圆周;而圆周即是圆,正如几何学家所界定的那样。同样,我们说偶数是能被二整除的数,奇数是不能被二整除的数;对于类似的事物亦同样如此。因此,这就是“本然”的第二种含义。但这句文句有某种含混之处,我们将以如下方式加以理清。因为他说:“凡在内在属于它们的事物中,它们自身内在存在于表明‘是什么’的说明中的那些事物”。而造成含混的是“它们”这个词;因此让我们以“某些事物”来代替它,于是文句就变得清晰,其结构如下:“凡在偶然地内在属于某些事物的事物中,它们自身内在存在于表明‘是什么’的说明中的那些事物”——也就是说,偶性所属于的那些主词本身,被包含在表明‘是什么’(即在其定义中表明其存在)的偶性的说明之中,以致整体意思是这样的:他说,在存在于他物之中的事物中,凡是在其定义中包含其主词的那些,我称之为本然的。
- 1.80ὧν πρῶτον μέν φησι καθ’ αὑτὸ λέγεσθαι τὸ ἐν τῷ τί ἐστί τινος κατηγορούμενον
关系代词 ὧν 是部分属格,指代前文的“四种含义”(τέσσαρα σημαινόμενα)。主句动词 φησι 带宾格加不定式结构(λέγεσθαι),其实际主语为实体化分词 τὸ ... κατηγορούμενον(“被述说者”)。短语 ἐν τῷ τί ἐστί τινος 作状语,意为“在某物的‘是什么’(本质)中”。
- 1.81ὅσοις τῶν ἐνυπαρχόντων αὐτοῖς αὐτὰ ἐν τῷ λόγῳ ἐνυπάρχουσι
亚里士多德引文中的难解句式:关系代词与格 ὅσοις(所属或关系的与格)承接前文省略的 καθ' αὑτά。属格分词短语 τῶν ἐνυπαρχόντων 与 ὅσοις 构成部分属格关系。正如斐洛庞努斯所指出的,代词与格 αὐτοῖς 造成了指代不清;他通过将其替换为 τισί(在某些事物中),理清了主词自身(αὐτά)内在包含于偶性/属性的定义(λόγος)之中的句构关系。
