← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§58.24-60.12

论证前提中全称性与恒常性的要求

斐洛庞诺斯注解了亚里士多德《后分析篇》73a28–73a32,阐明论证性前提中的“对于一切”不仅要求对主词的所有个体成立(全称性),而且要求始终成立(恒常性),并以论辩中针对论证前提提出异议的常规做法作为证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.75

" Κατὰ παντὸς μὲν οὖν τοῦτο λέγω ὃ ἂν ᾖ μὴ ἐπὶ τινὸς μὲν τινὸς δὲ μὴ μηδὲ ποτὲ μὲν ποτὲ δὲ μή." Ἐν μὲν τοῖς Προτέροις ἀναλυτικοῖς τὸ κατὰ παντὸς ὡρίσατο λέγων ὅταν μηδὲν ᾖ λαβεῖν τοῦ ὑποκειμένου καθ’ οὗ οὐ κατηγορεῖται ὁ κατηγορούμενος· ὁμοίως καὶ τὸ κατὰ μηδενὸς ὅταν μηδὲν ᾖ τοῦ ὑποκειμένου καθ’ οὗ λέγεται ὁ κατηγορούμενος’. ἐνταῦθα δὲ τῷ κατὰ παντός, ὅπερ παραλαμβάνεται εἰς τὰς ἀποδεικτικὰς μεθόδους, τοῦτό τε αὐτό φησι δεῖν ὑπάρχειν1 καὶ ἔτι τὸ ἀεὶ ὑπάρχειν τῷ ὑποκειμένῳ καὶ μὴ ποτὲ μὲν ποτὲ δὲ μή. ἐκεῖ μὲν γὰρ κατὰ παντὸς ἔλεγε τὸ παντὶ ὑπάρχειν, εἰ καὶ μὴ ἀεί· οὐδὲ γὰρ τοῦ ἀεὶ ἐκεῖ ἔχρῃζεν, ἐπειδὴ οὐ περὶ ἀποδεικτικοῦ συλλογισμοῦ ἐποιεῖτο τὸν λόγον ἀλλὰ περὶ τοῦ ἁπλῶς, ἐν ᾧ τούτου μόνου ἐστὶ χρεία τοῦ πᾶσι τοῖς ὑποκειμένοις ὑπάρχειν τὸν κατηγορούμενον· ἐνταῦθα μέντοι τὸ καὶ παντὶ καὶ ἀεί. καὶ ὅτι, φησί, τοῦτό ἐστι τὸ κατὰ παντὸς ἐν ταῖς ἀποδείξεσι παραλαμβανόμενον, δῆλον ἐκ τῶν ἐνστάσεων τῶν φερομένων πρὸς τὰς ἀποδεικτικὰς προτάσεις· οἱ γὰρ ἐνιστάμενοι, φησί, πρὸς τινα πρότασιν ἀποδεικτικὴν οὐ μόνον οἴονται ἐλέγχειν αὐτήν, εἰ δείξειαν μὴ παντὶ τῷ ὑποκειμένῳ ὑπάρχον τὸ κατηγορούμενον ἢ μὴ ὑπάρχον, ἀλλ’ εἰ καὶ μὴ ἀεὶ ὑπάρχει ἢ μὴ ὑπάρχει.

“因此,凡非属于某些而不属于另一些、亦非有时属于而有时不属于的,我称之为‘对于一切’。” 在《前分析篇》中,他界定了“对于一切”,说这是指不能取得主词的任何实例使得谓词不被述说于其上;同样,“对于无一”是指不能取得主词的任何实例使得谓词被述说于其上。但在这里,对于被引入论证方法的“对于一切”,他说不仅必须具备这一点本身,而且还必须始终属于主词,而不是有时属于而有时不属于。因为在那里,他把属于一切称为“对于一切”,即使并非始终如此;因为在那里他并不需要“始终”,既然他所论述的不是关乎论证性三段论,而是关乎无条件的三段论,在这种三段论中单单需要这一点,即谓词属于所有的主词;然而在这里,却既需要属于一切,又需要始终属于。他说,论证中所引入的“对于一切”正是如此,这一点从针对论证性前提所提出的异议中可以明显看出;因为他说,对某个论证性前提提出异议的人,不仅在指出谓词并不属于所有的主词(或并非不属于)时认为反驳了该前提,而且在指出谓词并非始终属于(或并非始终不属于)时也同样如此认为。

§1.76

"Οἷον εἰ κατὰ παντὸς ἀνθρώπου ζῷον, εἰ ἀληθὲς τόνδε εἰπεῖν ἄνθρωπον, ἀληθὲς καὶ ζῷον." Τουτέστιν εἰ τὸ ζῷον παντὶ ἀνθρώπῳ ὑπάρχειν ἀληθές, εἰ τὸν δεῖνα ἀληθὲς εἰπεῖν ἄνθρωπον, ἀληθὲς δήπου καὶ ζῷον αὐτὸν λέγειν.

“例如,如果动物[被述说于]一切人,那么若称此人为人是真,称其为动物亦为真。” 也就是说,如果动物属于一切人是真实的,那么若说某人是人是真实的,称他为动物无疑也是真实的。

§1.77

"Καὶ εἰ νῦν θάτερον, καὶ θάτερον." Τουτέστιν ὑποκειμένου τοῦ ἄνθρωπον εἶναι τόνδε τινὰ καὶ ζῷον·2 οὐ γὰρ ποτὲ μέν ἐστι ζῷον, ποτὲ δὲ οὐ ζῷον ἔσται, ἀλλ’ ἀεὶ ζῷόν τέ ἐστι καὶ ἄνθρωπος εἶναι λέγεται. ἐπὶ δὲ τοῦ καθεύδειν οὐχ οὕτως, ἀλλ’ ἄνθρωπον μενόντα ποτὲ μὲν καθεύδειν ἐνδέχεται ποτὲ δὲ μὴ καὶ ποτὲ μὲν διαλέγεσθαι ποτὲ δὲ μή. ζῷον μέντοι ἢ θνητὸν οὐ ποτὲ μὲν ἔσται, ποτὲ δ’ οὐκ ἔσται, ἀλλ’ ἀεί.

“并且如果现在其一〔为真〕,另一亦〔为真〕。” 也就是说,在假定某人是人的情况下,他也就是动物;因为他不会有时是动物而有时不是动物,而是始终是动物并被称为人。但在睡眠的情况下却并非如此;相反,在他依然是人的同时,他有可能有时睡眠而有时不睡眠,有时交谈而有时不交谈。然而,动物或有死的,他绝不会有时是而有时不是,而是始终如此。

§1.78

"Καὶ εἰ ἐν πάσῃ γραμμῇ στιγμή, ὡσαύτως." Τουτέστιν οὐ ποτὲ μὲν ὑπάρξει τῇ γραμμῇ ἡ στιγμὴ ποτὲ δ’ οὐχ ὑπάρξει, ἀλλ’ ἀεὶ τοῦτο ἕξει.

“如果每条线中都有点,亦同样如此。” 也就是说,点不会有时属于线而有时不属于线,而是线始终具有这一点。

§1.79

"Σημεῖον δέ· καὶ γὰρ τὰς ἐνστάσεις οὕτω φέρομεν ὡς κατὰ παντὸς ἐρωτώμενοι." Σημεῖον δὲ τοῦ τὸ κατὰ παντὸς τοιοῦτον εἶναι οἷον εἴπομεν ὅτι ἐρωτώμενοι συγχωρῆσαι ταῖς ἀποδεικτικαῖς προτάσεσιν, οἷον εἰ πᾶς ἄνθρωπος ζῷον, εἰ πᾶς ἄνθρωπος διαλέγεται, τὰς ἐνστάσεις προφερόμεθα οὐ μόνον ζητοῦντες εἰ παντὶ τῷ ὑποκειμένῳ ὑπάρχει τὸ κατηγορούμενον, ἀλλ’ εἰ καὶ παντὶ μὲν οὐκ ἀεὶ δέ. οἷον τῇ μὲν ὅτι πᾶς ἄνθρωπος ζῷον συγχωροῦμεν, ὅτι καὶ παντὶ καὶ ἀεὶ ὑπάρχει· τῇ δὲ ὅτι πᾶς ἄνθρωπος διαλέγεται οὐκέτι συγχωροῦμεν οὐδὲ φήσομεν παντὶ τῷ ὑποκειμένῳ ὑπάρχειν τὸ κατηγορούμενον, διότι μὴ ἀεὶ ὑπάρχει· ἔσται γὰρ δῆλον ὅτι μὴ ὑπάρχει παντὶ ὃ κατὰ παντός,3 εἰ μὴ ἀεὶ κατὰ παντὸς ἔσται τοῦ ὑποκειμένου ὁ κατηγορούμενος.

“证明在于:我们在被询问‘对于一切’时亦是如此提出异议的。” 证明“对于一切”正如我们所说的那样的证据在于:当被要求赞同论证性前提时(例如“若每个人都是动物”,“若每个人都在交谈”),我们提出异议不仅探究谓词是否属于主词的每一个体,而且探究是否虽属于一切却非始终属于。例如,对于“每个人都是动物”,我们予以赞同,因为它既属于一切又始终属于;但对于“每个人都在交谈”,我们便不再赞同,也不说谓词属于所有的主词,因为这并非始终属于;因为显而易见,若谓词并非始终对于主词的一切成立,那么所谓‘对于一切’者也就并不属于一切了。

语法注3 条
  1. 1.75ἐνταῦθα δὲ τῷ κατὰ παντός, ὅπερ παραλαμβάνεται εἰς τὰς ἀποδεικτικὰς μεθόδους, τοῦτό τε αὐτό φησι δεῖν ὑπάρχειν

    与格 τῷ κατὰ παντός 是由 δεῖν ὑπάρχειν(必须属于)所支配的间接补足成分(与格表示所属/关涉)。中性代词 τοῦτο αὐτό 作为不定式 ὑπάρχειν 的主语置于宾格,整个结构意为“对于‘对于一切’这一规定,不仅必须具备这本身”。

  2. 1.77ὑποκειμένου τοῦ ἄνθρωπον εἶναι τόνδε τινὰ καὶ ζῷον

    ὑποκειμένου 构成了独立属格结构(genitive absolute),其逻辑主语是带定冠词的不定式短语 τοῦ ἄνθρωπον εἶναι τόνδε τινά(此人是人)。随后的 καὶ ζῷον 则是其归结断言(“也是动物”),省略了系词。

  3. 1.79ἔσται γὰρ δῆλον ὅτι μὴ ὑπάρχει παντὶ ὃ κατὰ παντός

    关系从句 ὃ κατὰ παντός(“[被规定为]对于一切者”)作名词化短语,充当下属分句中谓词 μὴ ὑπάρχει 的主语。与格 παντί 则表示“属于一切(主词个体)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:58.24-60.12