← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§57.14-58.23

论证对象与前提的必然性

菲洛波庞对亚里士多德《后分析篇》73a21–24进行注解,解释了论证性知识的对象及其前提为何必须是必然的,以及为何在阐明论证性前提之前必须先考察“对于一切”和“就自身而言”等概念。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.72

" Ἐπεὶ δ’ ἀδύνατον ἄλλως ἔχειν οὗ ἐστιν ἐπιστήμη ἁπλῶς, ἀναγκαῖον ἂν εἴη τὸ ἐπιστητὸν τὸ κατὰ τὴν ἀποδεικτικὴν ἐπιστήμην." Ἐλέγξας τούς τε μηδενὸς εἶναι ἀπόδειξιν λέγοντας καὶ τοὺς πάντα ἀποδεικτὰ εἶναι ὑποτιθεμένους νῦν λοιπὸν ἐπάνεισιν ἐπὶ τὸ ἐξ ἀρχῆς· τοῦτο δὲ ἦν διδάξαι τί ποτέ ἐστιν ἡ ἀποδεικτικὴ ἐπιστήμη. καὶ ἐπεὶ ταύτην οὐ δυνατὸν εἰδέναι τὸν μὴ γνόντα τίνων ἐστὶν ἡ ἀπόδειξις, ἀναλαμβάνει τὸν περὶ τούτων λόγον καὶ διδάσκει τὴν ὑποβεβλημένην τῇ ἀποδείξει ὕλην. καὶ φησὶν ὅτι ἡ ἀπόδειξις οὐχ ἁπλῶς ἐστιν ἀληθῶν ἐπιστήμη μόνων ἀλλὰ καὶ ἃ μὴ ἐνδέχεται ἄλλως ἔχειν. εἰ δὲ τοῦτο, ἀναγκαῖον ἄρα ἐστὶν ἡ ἀπόδειξις.1 εἰ δὲ ἀναγκαῖον, ἀνάγκη δήπου καὶ ἐξ ἀναγκαίων προτάσεων εἶναι αὐτήν· οὐ γὰρ ἐνδέχεται ἐκ μὴ ἀναγκαίων προτάσεων ἀναγκαῖόν τι ἀποδεῖξαι. ὥστε ἐπεὶ ἀναγκαῖον ἡ ἀπόδειξις καὶ ἐξ ἀναγκαίων προτάσεων, δεῖ, φησί, λαβεῖν ἡμᾶς τίνα τέ ἐστι τὰ ἀναγκαῖα προβλήματα ὧν ἐστιν ἡ ἀπόδειξις, καὶ τίνες αἱ τοῦ ἀναγκαίου προτάσεις ἐξ ὧν ὁ ἀποδεικτικὸς γίνεται συλλογισμός. ἀλλ’ ἐπειδὴ πᾶσα πρότασίς τι κατά τινος καταφάσκει ἢ τι ἀπό τινος ἀποφάσκει, καὶ τοῦτο ἢ κατὰ παντὸς ἢ κατὰ τινός, καὶ ἢ καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός, δεῖ δὲ τὰς ἀποδεικτικὰς προτάσεις κατὰ παντός τε ἢ καταφάσκειν ἢ ἀποφάσκειν καὶ καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός, οὐ πρότερον, φησί, γνωσόμεθα τίνες εἰσὶν αἱ ἀναγκαῖαι προτάσεις αἱ εἰς τὴν ἀπόδειξιν ἡμῖν συμβαλλόμεναι, πρὶν ἂν μάθωμεν τί ποτ’ ἐστὶ τὸ κατὰ παντὸς καὶ τί τὸ καθ’ αὑτὸ καὶ τί τὸ κατὰ συμβεβηκός. οὕτως οὖν ἐπεξελθὼν τοῖς προεγνωσμένοις παραδίδωσι καὶ τὴν περὶ τῶν ἀναγκαίων προτάσεών τε καὶ προβλημάτων διδασκαλίαν. Ἐπεὶ δ’ ἀδύνατον ἄλλως ἔχειν οὗ ἔστιν ἐπιστήμη ἁπλῶς, ἀναγκαῖον ἂν εἴη τὸ ἐπιστητὸν τὸ κατὰ τὴν ἀποδεικτικὴν ἐπιστήμην. ὅτι μὲν τὸ ἀδύνατον ἄλλως ἔχειν καὶ τὸ ἀναγκαῖον οὕτως ἔχειν ταὐτόν, δῆλον. ἀλλ’ ἔστιν ἡμῖν σαφέστερον καὶ μᾶλλον ἐναργῶς παριστᾷ τὴν διάνοιαν τὴν ἑαυτοῦ τὸ ἀδύνατον· ἀμέλει γοῦν λέγοντες πολλάκις ἀναγκαῖον εἶναι τὸ τὸν κάμνοντα φλεβοτομηθῆναι2 εἰς πλείονα παράστασιν τῆς τοῦ ἀναγκαίου σημασίας ἐπιφέρομεν τὸ ἀδύνατον, λέγοντες ὡς ἀδύνατον ὑγιᾶναι μὴ φλεβοτομηθέντα. διὰ τοῦτο οὖν καὶ αὐτὸς ὡς σαφέστερον λαβὼν τὸ ἀδύνατον ἐκ τούτου συνήγαγε τὸ ἀναγκαῖον· εἰ γὰρ ἀδύνατον ἄλλως ἔχειν τὸ ἐπιστητόν, ἀναγκαῖον δήπου τοῦτο ἂν εἴη, φησίν.

“既然无条件知识的对象不可能处于其他状态,那么按照论证性知识而言的可知者必是必然的。” 在驳斥了那些主张没有任何东西存在论证的人以及那些假定一切皆可论证的人之后,他现在终于回到了最初的议题;这就是教导论证性知识究竟是什么。并且,由于不认识论证关乎何物的人不可能认识这种知识,他就重新拾起关于这些事项的论述,并教授作为论证基础的质料。他说,论证不仅仅是单单关乎真实事物的知识,而且也关乎不可能处于其他状态的事物。如果是这样,论证就是必然的。如果是必然的,那么它无疑也必然由必然的前提构成;因为从非必然的前提不可能论证出必然的事物。因此,既然论证是必然的并且由必然前提构成,他说,我们就必须把握论证所针对的必然问题是哪些,以及产生论证性三段论的必然性前提又是哪些。但是,由于任何前提要么断定某物属于某物,要么否定某物属于某物,并且这要么是全称的要么是特称的,要么是就自身而言的要么是偶性的,而论证性前提必须对一切断定或否定,并且必须是就自身而言的而非偶性的,他说,在我们弄明白究竟什么是“对于一切”、什么是“就自身而言”以及什么是“偶性”之前,我们就无法预先认识那些为我们提供给论证的必然前提是哪些。于是,这样详细讨论了那些预先认识的事项之后,他也传授了关于必然前提和必然问题的教导。“既然无条件知识的对象不可能处于其他状态,那么按照论证性知识而言的可知者必是必然的。”不可能处于其他状态与必然如此是同一的,这是显而易见的。但是“不可能”对我们来说更为明白,并且更清晰地呈现其自身的思想;例如,我们在多次说病人必须被放血时,为了更充分地呈现“必须”的含义,我们就附加了“不可能”,说不放血就不可能痊愈。因此正是为此,他也把“不可能”取为更明白者,并由此推导出了“必然”;因为他说,如果可知者不可能处于其他状态,那么这无疑就是必然的。

§1.73

"Ἐξ ἀναγκαίων ἄρα συλλογισμός ἐστιν ἡ ἀπόδειξις." Ἐξ ἀναγκαίων, δηλονότι προτάσεων, εἴ γε μὴ ἐνδέχεται ἀναγκαῖόν τι ἐκ μὴ ἀναγκαίων συναγαγεῖν, ὅπερ ὡς σαφὲς παρῆκεν.

“因此,论证是由必然的事物构成的三段论。” 由必然的事物构成,显然是指由必然的前提构成,既然确实不可能从非必然的事物中推导出必然的事物,而他把这一点当作显而易见的事情略过了。

§1.74

"Ληπτέον ἄρα ἐκ τίνων καὶ ποίων αἱ ἀποδείξεις εἰσί." Οὐκ ἐκ παραλλήλου κεῖται3 τὸ ἐκ τίνων καὶ ποίων, ἀλλ’ ἐκ τίνων μὲν τοῦτ’ ἔστιν ἐκ προτάσεων, ποίων δὲ τοῦτ’ ἔστι ποίων προβλημάτων ἡ ἀπόδειξίς ἐστιν, ἣν δεῖ κατασκευάζειν δῆλον ὅτι δι’ ἀναγκαίων προτάσεων.

“因此必须把握,论证是由哪些事物构成的,以及是关乎何种性质的事物的。” “由哪些事物以及何种性质”并不是同义并列的,而是“由哪些事物”意味着是由哪些前提构成的,而“何种性质”意味着论证是关乎何种性质的问题的,显而易见,〔论证〕必须通过必然前提来确立。

语法注3 条
  1. 1.72ἀναγκαῖον ἄρα ἐστὶν ἡ ἀπόδειξις

    中性单数形容词 ἀναγκαῖον 作阴性主语 ἡ ἀπόδειξις 的表语。这种结构将“论证”这一概念或其对象在实质上概括地把握为“一种必然的事物”。

  2. 1.72τὸ τὸν κάμνοντα φλεβοτομηθῆναι

    带冠词的宾格不定式短语(τὸ ... φλεβοτομηθῆναι),在由 λέγοντες 支配的间接引语中作 ἀναγκαῖον εἶναι 的主语。τὸν κάμνοντα 是被动不定式 φλεβοτομηθῆναι 的逻辑主语(宾格)。

  3. 1.74Οὐκ ἐκ παραλλήλου κεῖται

    介词惯用短语 ἐκ παραλλήλου 意为“同义并列地”或“赘述地”。它指明 ἐκ τίνων 和 καὶ ποίων 这两个短语并非单纯的同义重述,而是分别指代前提与所探求的问题。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:57.14-58.23