- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:55.29-57.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞注疏了亚里士多德关于在第二格和第三格中循环证明存在困难的论述(73a15),考察了第二格中的还原过程,并提出自己的见解:在第三格中若词项外延相等(固有属性),则通过导出全称结论,亦能进行部分的循环证明。
" Δέδεικται δὲ καὶ ὅτι ἐν τοῖς ἄλλοις σχήμασιν ἢ οὐ γίνεται συλλογισμὸς ἢ οὐ περὶ τῶν ληφθέντων." Ἐν γὰρ τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν πολὺν λόγον ἐποιήσατο περὶ τῆς κύκλῳ δείξεως, ἐν οἷς ἔδειξεν ὅτι ἐν μὲν τῷ πρώτῳ σχήματι, εἰ ληφθεῖεν οἱ ὅροι ἀντιστρέφοντες πρὸς ἀλλήλους, δυνατὸν ἑκάστην τῶν προτάσεων τῇ κύκλῳ δείξει συλλογίσασθαι, ἐπὶ μέντοι τῶν λοιπῶν σχημάτων οὐκέτι τοῦτο ἐνδέχεται, ἀλλ’ ἢ οὐδὲ ὅλως δείκνυταί τι ἢ ἕτερόν τι παρὰ τὸ προκείμενον. οἷον εἰ εἴποιμεν ἐν δευτέρῳ σχήματι οὕτω ‘τὸ γελαστικὸν κατὰ παντὸς ἀνθρώπου, τὸ γελαστικὸν κατ’ οὐδενὸς λίθου’ καὶ θελήσαιμεν τῇ κύκλῳ δείξει ἑκάστην τῶν ἄλλων προτάσεων κατασκευάσαι, τὴν μὲν καταφατικὴν οὐδ’ ὅλως δυνάμεθα δεῖξαι, εἴ γε ἐν παντὶ συλλογισμῷ τῇ χείρονι τῶν προτάσεων ἕπεται τὸ συμπέρασμα· ἀντιστραφείσης γὰρ τῆς ἀποφατικῆς καὶ τοῦ συμπεράσματος εἰλημμένου ὡς προτάσεως δύο ἀποφατικαὶ γίνονται ἐν τῷ πρώτῳ σχήματι, καὶ οὕτως οὐδὲν συναχθήσεται. οἷον εἰ εἴποιμι ‘ὁ ἄνθρωπος κατ’ οὐδενὸς λίθου’, ὅπερ ἦν συμπέρασμα, ‘ὁ λίθος κατ’ οὐδενὸς γελαστικοῦ’, ὥστε τὴν μὲν καταφατικὴν δεῖξαι ὅλως οὐκ ἐνδέχεται. εἰ δὲ τὴν ἀποφατικὴν δεῖξαι θελήσομεν, αὐτὴν μὲν οὐ δείκνυμεν, τὴν δὲ ἀντίστροφον αὐτῇ δεῖξαι δυνάμεθα οὕτως· τὸ γελαστικὸν κατ’ οὐδενὸς λίθου, τὸ γελαστικὸν κατὰ παντὸς ἀνθρώπου. ἡ δὲ ἀντιστροφὴ οὕτως· ὁ λίθος κατ’ οὐδενὸς ἀνθρώπου, ὁ ἄνθρωπος κατὰ παντὸς γελαστικοῦ, καὶ συνάγεται ‘ὁ λίθος ἄρα κατ’ οὐδενὸς γελαστικοῦ’. ἠθέλομεν δὲ ἡμεῖς δεῖξαι ὅτι τὸ γελαστικὸν κατ’ οὐδενὸς λίθου. εἰ δέ τις εἴποι ὅτι ἀντιστρέφοντος τοῦ συμπεράσματος1 δείκνυται τὸ ζητούμενον (εἰ γὰρ ὁ λίθος κατ’ οὐδενὸς γελαστικοῦ, δῆλον ὅτι καὶ τὸ γελαστικὸν κατ’ οὐδενὸς λίθου), ἀλλ’ ἡμεῖς γέ φαμεν ὅτι αὐτόθεν ἄνευ τῆς ἀντιστροφῆς οὐ συνάγεται τὸ ἐξ ἀρχῆς. ἰστέον μέντοι ὅτι δυνατὸν μὴ εἰς τὸ πρῶτον σχῆμα ἀνάγοντας τὸν συλλογισμὸν ἀλλὰ φυλάττοντας τὸ ἴδιον τοῦ δευτέρου σχήματος δεῖξαι τὴν ἀποφατικήν. ἔστω δὲ ὁ συλλογισμὸς οὕτω· τὸ γελαστικὸν κατ’ οὐδενὸς λίθου, τὸ γελαστικὸν κατὰ παντὸς ἀνθρώπου, ὁ ἄνθρωπος ἄρα κατ’ οὐδενὸς λίθου. ἐν τούτῳ οὖν τῷ συλλογισμῷ, ἐὰν λάβω τὸ συμπέρασμα καὶ ἀντιστρέψω τὴν καταφατικὴν πρότασιν, τὸ δεύτερον φυλάττω σχῆμα καὶ συμπεραίνω τὴν ἀποφατικὴν πρότασιν οὕτως· ὁ ἄνθρωπος κατ’ οὐδενὸς λίθου, ὁ ἄνθρωπος κατὰ παντὸς γελαστικοῦ, καὶ συνάγεται τὸ γελαστικὸν κατ’ οὐδενὸς λίθου. ἐν δὲ τῷ τρίτῳ σχήματι ἔλεγε μὲν ὁ φιλόσοφος μηδὲν συνάγεσθαι τῇ κύκλῳ δείξει διὰ τὸ μερικὰ πάντα συνάγεσθαι ἐν τῷ τρίτῳ σχήματι· μερικοῦ δὲ ὄντος τοῦ συμπεράσματος, εἰ θελήσομεν δεῖξαι μίαν τῶν προτάσεων καθολικὴν οὖσαν, τῇ κύκλῳ δείξει οὐ δυνατόν· λαμβάνοντες γὰρ τὸ συμπέρασμα μερικὸν 〈ὂν〉 καὶ τὴν ἑτέραν τῶν προτάσεων ἐπὶ μέρους οὕτω συνάξομεν τὴν λοιπήν. ἐγὼ δέ φημι ὅτι ὥσπερ ἐφ’ ὧν ἔθηκα ἐν τῷ πρώτῳ σχήματι παραδειγμάτων, ὁ Ἀριστοτέλης διὰ τὸ ἐξισάζοντας λαβεῖν τοὺς ὅρους καίτοι τῆς καθόλου καταφατικῆς μὴ πρὸς ἑαυτὴν ἀντιστρεφούσης ὁμοίως, ὡς εἶπον, διὰ τὸ ἐξισάζειν τοὺς ὅρους συνεχώρει ἀντιστρέφειν πρὸς ἑαυτὴν τὴν καταφατικήν, οὕτως μὴ ἄτοπον2 καὶ ἐπὶ τοῦ τρίτου σχήματος τῶν ὅρων ἐξισαζόντων καθόλου τε συνάγειν τὸ συμπέρασμα καὶ καθόλου συναχθέντος οὕτω τῇ κύκλῳ δείξει καὶ τὰς προτάσεις ἀποδεικνύναι δυνατόν· οἷον ὁ ἄνθρωπος κατὰ παντὸς γελαστικοῦ, τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν κατὰ παντὸς γελαστικοῦ, ὁ ἄνθρωπος ἄρα κατὰ παντὸς νοῦ καὶ ἐπιστήμης δεκτικοῦ. τὴν μὲν οὖν ἐλάττονα πρότασιν δείκνυμι τῇ εἰς τὸ πρῶτον σχῆμα ἀναλύσει λαβὼν τὸ συμπέρασμα καὶ τὴν μείζονα· τὴν δὲ μείζονα οὐχ οἷόν τε δεῖξαι οὔτε τῇ ἀναγωγῇ τῇ εἰς τὸ πρῶτον σχῆμα οὔτε δι’ αὐτοῦ τοῦ τρίτου.
“而且也已表明,在其他各格中,要么不能产生三段论,要么产生的不是关于所采用前提的三段论。” 因为在《前分析篇》第二卷中,他对循环证明进行了详尽的讨论,在其中他表明,在第一格中,如果采用的词项彼此换位,则有可能通过循环证明推论出每一个前提,但在其余各格中,这就不再可能,而是要么根本什么也证明不了,要么证明出与所提出者不同的东西。例如,如果我们在第二格中这样说:“能笑属于所有人,能笑不属于任何石头”,并且希望通过循环证明来确立其余各个前提,那么我们根本无法证明肯定前提,因为在任何三段论中,结论都追随前提中较弱的一方。盖当否定前提被换位,并且结论被当作前提时,在第一格中就出现了两个否定前提,因而这样什么也推导不出来。例如,如果我说“人不属于任何石头”——这曾是结论——以及“石头不属于任何能笑者”,以致完全不可能证明肯定前提。但如果我们希望证明否定前提,我们证明的并不是它本身,而是能够证明其换位命题,如下所示:“能笑不属于任何石头,能笑属于所有人”。其换位如下:“石头不属于任何人,人属于所有能笑者”,从而推导出“因此石头不属于任何能笑者”。然而我们先前想要证明的是“能笑不属于任何石头”。如果有人说,通过结论的换位即可证明所寻求的事项(因为如果石头不属于任何能笑者,显然能笑者也不属于任何石头),但我们至少主张,直接而言、不通过换位,最初的命题并未被推导出来。然而应当知晓的是,不将三段论还原到第一格,而是保留第二格的特有性质,也是可能证明否定前提的。设三段论如下:“能笑不属于任何石头,能笑属于所有人,因此人不属于任何石头”。那么,在这个三段论中,如果我取结论并换位肯定前提,我就保留了第二格,并如下得出否定前提作为结论:“人不属于任何石头,人属于所有能笑者”,从而推导出“能笑不属于任何石头”。另一方面,在第三格中,哲学家曾说通过循环证明推导不出任何东西,因为在第三格中所有结论都是特称的;由于结论是特称的,如果我们希望证明前提中作为全称的一个前提,通过循环证明是不可能的;因为通过取用作为特称的结论和另一前提,我们这样将把其余的前提推导为特称的。但我说,正如在我在第一格中所举的例子中,亚里士多德由于将词项取为外延相等者——尽管全称肯定命题并不以同样方式与自身换位——如我所言,由于词项外延相等,他允许肯定命题与自身换位,同样,在第三格中当词项外延相等时,把结论推导为全称的,并不是荒谬的;而在结论被推导为全称之后,这样通过循环证明也就可能论证前提了。例如:“人属于所有能笑者,能接受理智和知识属于所有能笑者,因此人属于所有能接受理智和知识者”。于是,我取结论和大前提,通过还原到第一格来证明小前提;然而对于大前提,无论通过还原到第一格还是通过第三格本身,都是无法证明的。
- 1.71ἀντιστρέφοντος τοῦ συμπεράσματος
此处作独立属格(genitivus absolutus),表示条件或手段(“通过将结论换位 / 若结论被换位”)。
- 1.71ἐγὼ δέ φημι ὅτι ὥσπερ ἐφ’ ὧν ἔθηκα ἐν τῷ πρώτῳ σχήματι παραδειγμάτων... οὕτως μὴ ἄτοπον
基本骨架为“ἐγὼ δέ φημι ὅτι... οὕτως μὴ ἄτοπον[εἶναι]...”,构成了从属比较从句“ὥσπερ...”与主句呼应副词“οὕτως”的相关结构。在 ὥσπερ 从句中,主语是 ὁ Ἀριστοτέλης,主动词是 συνεχώρει;其间插入的各种分词短语和说明将句首的 ἐγὼ δέ φημι 与归结从句 οὕτως μὴ ἄτοπον 隔开。
