← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§54.12-55.28

可换位固有属性与循环证明的成立条件

斐洛波诺斯阐明,循环证明成立的前提是三个词项必须是能够相互换位的固有属性,且仅在第一格中可行;同时依据《前分析篇》重申,推论不可能从单个词项或单一前提产生,而是至少需要两个前提。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.66

" Οὐ μὴν ἀλλ’ οὐδὲ τοῦτο δυνατόν, πλὴν ἐπὶ τούτων ὅσα ἀλλήλοις ἕπεται, ὥσπερ τὰ ἴδια." Ὅτι τῇ κύκλῳ δείξει οὐδὲ αὐτὸ τοῦτο συμβαίνει1 [τὸ] ἐπὶ πάντων τὸ αὐτὰ δι’ ἑαυτῶν ἀποδεικνύναι, πλὴν εἰ μὴ τρεῖς ὅροι παραληφθῶσιν οὕτως ἔχοντες πρὸς ἀλλήλους ὥστε ἕκαστον πρὸς τοὺς λοιποὺς ἀντιστρέφειν, τουτέστιν ὥστε ἐξισάζειν αὐτούς. ταὐτὸν δέ ἐστιν εἰπεῖν ὅτι δεῖ ἐξ ἰδίων αὐτοὺς συγκείσθαι· οἷον ἄνθρωπος, γελαστικόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν· ἕκαστον γὰρ τούτων πρὸς τὰ λοιπὰ ἀντιστρέφει. εἰ γὰρ μὴ εἶεν οὕτως κείμενοι οἱ ὅροι, οὐδὲ ὅλως τῇ κύκλῳ δείξει χρήσασθαι δυνατόν· οὐ γὰρ δυνατὸν ἀντιστρέψαι τὰς προτάσεις, εἴπερ ἡ καθόλου καταφατικὴ οὐ πρὸς ἑαυτὴν ἀντιστρέφει ἀλλὰ πρὸς τὴν μερικὴν καταφατικήν.

“然而,除了在那些彼此相随的事物上,比如固有属性,甚至这也不可能。” 这是说,在循环证明中,甚至通过自身来证明自身这件事本身,也并非在所有情况下都会发生,除非所采用的三个词项彼此处于这样的关系,以至于每一个都与其余的词项换位,也就是使它们外延相等。这等于说它们必须由固有属性构成;例如人、能笑的、能接受理智和知识的;因为这些中的每一个都与其余的换位。盖若词项不是这样设定的,则根本不可能使用循环证明;因为命题不可能换位,既然全称肯定命题并不与自身换位,而是与特称肯定命题换位。

§1.67

"Ἑνὸς μὲν οὖν κειμένου δέδεικται ὅτι οὐδέποτ’ ἀνάγκη εἶναί τι ἕτερον." Ἐπειδὴ εἶπεν ἀνωτέρω, ὅτι “τοῦτο συμβαίνει τριῶν ὅρων τεθέντων”, καὶ ὅτι δι’ ἐλαττόνων οὐκ ἐνδέχεται, αὐτὸ τοῦτο νῦν ἐνταῦθα ἐπαναλαβών φησιν, ὅτι δέδεικται ἡμῖν ἐν τῷ δευτέρῳ τῶν Ἀναλυτικῶν τῶν προτέρων, ὅτι ἑνὸς κειμένου εἴτε ὅρου εἴτε προτάσεως συλλογισμὸν γενέσθαι ἀδύνατον. οὔτε γὰρ ἐὰν εἴπω ‘ἄνθρωπος’ ἢ ‘λίθος’ ἢ ὅτι ὁ ἄνθρωπος ζῷόν ἐστι, συναχθήσεταί τι συμπέρασμα ἐξ ἑνὸς τούτων, εἴπερ συλλογισμός ἐστι “λόγος ἐν ᾧ τεθέντων οὐ τινὸς ἀλλὰ τινῶν ἕτερόν τι τῶν κειμένων συμβαίνει”.

“那么,当设定一个事物时,绝不必然存在某种别的事物,这一点已被证明。” 既然他上文说过“在设定三个词项时便会发生这种情况”,并且通过更少的事物则不可能,他现在在此重申这同一件事说,已由我们在《前分析篇》第二卷中表明,当设定一个事物时,无论是词项还是前提,都不可能产生三段论。因为无论我是说“人”还是“石头”,或者说“人是动物”,都不能从这单个事物中推导任何结论,如果三段论确实是“一种话语,在其中设定了某些事物——不是某单一事物——之后,得出某种不同于设定之物的事物”。

§1.68

"Λέγω δ’ ἑνός, ὅτι οὔτε ὅρου ἑνὸς οὔτε θέσεως μιᾶς τεθείσης." Παρατηρητέον ὅτι τὴν πρότασιν θέσιν ἐκάλεσε. τοῦτο δὲ εἶπον, ὅτι ἄνω μὲν διαιρῶν τὰς ἀμέσους προτάσεις τὴν διαίρεσιν ἐποιήσατο εἰς τὸ ἀξίωμα καὶ τὴν θέσιν, τὴν δὲ θέσιν διεῖλεν εἴς τε τὰ αἰτήματα καὶ τοὺς ὁρισμούς, νῦν δὲ κοινῶς πᾶσαν πρότασιν θέσιν ἐκάλεσεν.

“而我说一个事物,是指既非在设定一个词项时,亦非在设定一个设定时〔必然存在某种别的事物〕。” 应当注意到,他把前提称为设定。我之所以这样说,是因为在上面划分无中介前提时,他将其划分为公理和设定,并将设定划分为公设和定义,而现在他普遍地把一切前提都称为设定。

§1.69

"Ἐκ δύο δὲ θέσεων πρώτων καὶ ἐλαχίστων ἐνδέχεται, εἴπερ καὶ συλλογίσασθαι." Τουτέστι τὸ ἐλάχιστον ἐκ δύο. πρώτων δέ, τουτέστι τῶν ἁπλουστάτων, ἐπειδὴ ὁ συλλογισμὸς ὁ ἐκ πλειόνων προτάσεων συγκείμενος οὐκ ἐκ πρώτων σύγκειται, ἀλλ’ ἔστι σύνθετος ἐκ προσυλλογισμῶν κατεσκευασμένος. ὁ μέντοι ἐκ δύο προτάσεων συγκείμενος συλλογισμὸς ἐκ πρώτων τούτων προσεχῶς ἔχει τὴν γένεσιν. τὸ δ’ εἴπερ καὶ συλλογίσασθαι ἀντὶ τοῦ2 ‘ἐπειδὴ καὶ καθόλου ὁ συλλογισμὸς τοὐλάχιστον ἐκ δύο προτάσεων σύγκειται, ὥστε καὶ ἡ κύκλῳ δεῖξις’.

“但从两个最初且最小的设定出发则是可能的,如果进行三段论推论也是可能的。” 也就是说,最少是从两个出发。而“最初的”,也就是指最单纯的前提,因为由更多前提构成的三段论并不是由最初的前提构成的,而是由前推论构建起来的复合三段论。然而由两个前提构成的三段论则是直接由这些最初的前提产生的。而“如果进行三段论推论也是可能的”这句话,是用来代替“既然普遍而言三段论至少由两个前提构成,因此循环证明也是如此”。

§1.70

"Ἐὰν μὲν οὖν τό τε Α τῷ Β καὶ τῷ Γ ἕπηται καὶ ταῦτ’ ἀλλήλοις καὶ τῷ Α, οὕτω μὲν ἐνδέχεται ἐξ ἀλλήλων δεικνύναι πάντα τὰ αἰτηθέντα ἐν τῷ πρώτῳ σχήματι." Τουτέστιν ἐὰν οἱ τρεῖς ὅροι οἱ τεθέντες ἴδια ὦσιν ὥστε καὶ ἀντιστρέφειν πάντας πρὸς πάντας, τότε δυνατὸν ἀντιστρέψαντας τὴν μείζονα τῶν προτάσεων καὶ ταύτην συνθέντας μετὰ τοῦ συμπεράσματος οὕτω τὴν λοιπὴν δεικνύναι·3 ὁμοίως καὶ τὴν μείζονα δυνατὸν ἀποδεῖξαι τῇ κύκλῳ δείξει ἀντιστρέφοντας τὴν ἐλάττονα καὶ ταύτῃ συνάπτοντας τὸ συμπέρασμα συνάγειν τὴν μείζονα. τοῦτο δὲ ἐν τῷ πρώτῳ σχήματι μόνον δυνατόν, ὡς δέδεικται ἐν τῷ περὶ συλλογισμοῦ.

“那么,如果Α追随Β和Γ,而这些彼此追随并追随Α,这样便可能在第一格中从彼此出发证明所有被要求的事物。” 也就是说,如果设定的三个词项是固有属性,以致所有词项都与所有词项换位,那么就可以通过换位前提中的大前提并将其与结论组合,从而证明其余的前提;同样也可以通过循环证明来证明大前提,即通过换位小前提并将结论附于其上以推导出大前提。而这仅仅在第一格中是可能的,正如在《论三段论》中所表明的那样。

语法注3 条
  1. 1.66Ὅτι τῇ κύκλῳ δείξει οὐδὲ αὐτὸ τοῦτο συμβαίνει

    句首的 ὅτι 用作引出对引文意义的阐释的引导词,意为“这是说……”。随后的不定式短语 τὸ ... ἀποδεικνύναι 与主语代词 τοῦτο 构成同位语,进一步阐明其内容。

  2. 1.69τὸ δ’ εἴπερ καὶ συλλογίσασθαι ἀντὶ τοῦ

    由中性定冠词 τὸ 实词化的引语 εἴπερ καὶ συλλογίσασθαι 充当主语,介词短语 ἀντὶ τοῦ(代替……)充当谓语,后接由连词 ἐπειδή 引导的解释性句子。这是一种将亚里士多德的条件从句解释并转换为原因从句的注解句式。

  3. 1.70ἀντιστρέψαντας τὴν μείζονα τῶν προτάσεων καὶ ταύτην συνθέντας μετὰ τοῦ συμπεράσματος οὕτω τὴν λοιπὴν δεικνύναι

    由非人称表达式 δυνατὸν [ἐστι] 所统辖的不定式 δεικνύναι 的逻辑主语,以表示泛指行动者的宾格分词 ἀντιστρέψαντας 和 συνθέντας 在“宾格加不定式”结构中表示出来。紧随其后的句子同样采用这种句法,分词 ἀντιστρέφοντας ... συνάπτοντας 从属于不定式 συνάγειν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:54.12-55.28