← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§53.1-54.11

基于三项的循环证明及其同义反复归结

菲洛波庞对亚里士多德《后分析篇》72b35–73a3作出注解,论证循环证明至少需要三项和两个前提(即任何三段论的最小构成单位),并通过对字母Α、Β、Γ的换位说明循环论证必然归结为“当Α存在时Α存在”这一同义反复。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.58

" Δῆλον δὲ ὅτι τοῦτο συμβαίνει τριῶν ὅρων τεθέντων." Τοῦτο, φησί, συμβαίνει τοῖς λέγουσι κύκλῳ τὴν ἀπόδειξιν εἶναι, [καὶ] ὅτι τοῦτο ἔστιν, εἰ τοῦτο ἔστι, τριῶν τεθέντων ὅρων. καὶ τοῦτο εἰκότως, ἐπειδὴ καὶ ἡ ἀπόδειξις τοὐλάχιστον ἐκ τριῶν ὅρων· τοῦτο δέ, ἐπειδὴ καὶ πᾶς συλλογισμός· ὥστε καὶ ἡ κύκλῳ δεῖξις τοὐλάχιστον ἐκ τριῶν μὲν ὅρων προτάσεων δὲ δύο.

“很明显,在设定三个词项时便会发生这种情况。” 他说,在设定三个词项时,对于主张证明是循环的人便会发生这种情况,即如果这一个存在,这一个便存在。而这是理所当然的,因为证明也至少由三个词项构成;而这又是由于每一个三段论也是如此;因此循环证明也至少由三个词项和两个前提构成。

§1.59

"Τὸ μὲν γὰρ διὰ πολλῶν ἢ δι’ ὀλίγων ἀνακάμπτειν φάναι οὐδὲν διαφέρει, δι’ ὀλίγων δ’ ἢ δυοῖν.1" Δυνατὸν γὰρ δήπου συνθέτῳ συλλογισμῷ χρωμένους διὰ πλειόνων τε ὅρων συλλογίζεσθαι καὶ ἀνακάμπτειν τῇ κύκλῳ δείξει· καὶ οὐδὲν διαφέρει, εἴτε πλείους εἰσὶν οἱ ὅροι εἴτε ἐλάττους. τὸ μέντοι δι’ ἐλαττόνων ἢ τριῶν μὲν ὅρων δύο δὲ προτάσεων λέγειν τὴν ἀνάκαμψιν γίνεσθαι ἀδύνατον, ἐπειδὴ μηδὲ συλλογισμὸν ἐνδέχεται δι’ ἐλαττόνων γίνεσθαι.

“因为主张通过多数或通过少数折回没有任何差别,通过少数或通过两个折回也没有差别。” 因为使用复合三段论通过更多词项来进行推论并通过循环证明来折回,当然是可能的;而且无论词项是较多还是较少,都毫无差别。然而,要说折回是通过少于三个词项和两个前提产生的,则是不可能的,因为连三段论也不可能通过更少的成分产生。

§1.60

"Ὅταν γὰρ τοῦ Α ὄντος." Τουτέστιν ἤτοι τῆς ἐλάττονος προτάσεως ἢ ἀμφοῖν, ὥσπερ εἴπομεν.

“因为每当在Α存在时,”也就是说,正如我们所说,或者在小前提存在时,或者在两个前提都存在时。

§1.61

"Ἐξ ἀνάγκης ᾖ τὸ Β." Τουτέστι τὸ συμπέρασμα.

“必然有Β存在,”也就是结论。

§1.62

"Τούτου δὲ τὸ Γ." Τούτου δέ, τοῦ Β δηλονότι, ὅπερ εἴληπται μὲν ἐξ ἀρχῆς ὡς συμπέρασμα, νῦν δὲ ὡς πρότασις· τὸ δὲ Γ, ὡς εἴπομεν, ὡς συμπέρασμα παραλαμβάνει· ὥστε τοῦ Α ὄντος ἐξ ἀνάγκης τὸ Γ ἐστίν. ἀλλὰ τὸ Γ ταὐτὸν παραλαμβάνει τῷ Α, ὡς ἐφεξῆς δείκνυσι· φησὶ γοῦν οὕτως·

“而在其存在时有Γ存在。” 而在其存在时,显然是在Β存在时,它最初是作为结论被采用的,现在却作为前提;而正如我们所说,他把Γ作为结论采用;因此当Α存在时,必然有Γ存在。但他把Γ作为与Α相同的东西采用,正如他紧接着所表明的那样;无论如何他这样说道:

§1.63

"Εἰ δὴ τοῦ Α ὄντος ἀνάγκη τὸ Β εἶναι, τούτου δ’ ὄντος τὸ Α (τοῦτο γὰρ ἦν τὸ κύκλῳ), κείσθω τὸ Α ἐφ’ οὗ τὸ Γ.2" Ὁρᾷς ὅτι ἄνω λέγων τοῦ Α ὄντος ἔσται τὸ Γ τὸ Γ ἀντὶ τοῦ Α παρελάμβανεν. ἰδοὺ οὖν ἐνταῦθα σαφῶς φησιν ὅτι τοῦ Β ὄντος ἀνάγκη τὸ Α εἶναι. καὶ ὅτι ὅπερ νῦν ἐλάμβανεν Α, ἐκεῖ Γ ἐκάλει, ἐπήγαγε λέγων κείσθω τὸ Α ἐφ’ οὗ τὸ Γ, ὡσανεὶ ἔλεγεν ‘ἔστω τὸ Α ὅπερ τὸ Γ’.

“那么,如果当Α存在时必然有Β存在,而在其存在时有Α存在(因为这曾是循环),就让Α被置于Γ所在之处。” 你看,在上面他说“当Α存在时将有Γ存在”时,他是用Γ代替Α来采用的。因此你看,在这里他明确地说,当Β存在时必然有Α存在。而为了表明他现在取作Α的东西在那里被称为Γ,他接着说“让Α被置于Γ所在之处”,就好像在说“让Α就是Γ所是的”。

§1.64

"Τὸ οὖν τοῦ Β ὄντος τὸ Α λέγειν εἶναι." Ἰδοὺ πάλιν ἔτι σαφέστερον ἐπεξηγήσατο τοῦτ’ αὐτὸ σαφῶς λέγων ὅτι, ὅταν κεχρημένος τῇ κύκλῳ δείξει εἴπω ὅτι τοῦ Β ὄντος ἔστι τὸ Α, οὐδὲν ἄλλο λέγω ἢ ὅπερ πρότερον ἔλεγον, ὅτι τοῦ Β ὄντος ἔστι τὸ Γ.

“因此,说当Β存在时Α存在,”你看,他又更加明白地清楚阐明了这同一件事,他说,每当使用了循环证明的我主张当Β存在时Α存在时,我所说的无非就是我先前所说的:当Β存在时Γ存在。

§1.65

"Τοῦτο δὲ ὅτι3 τοῦ Α ὄντος τὸ Γ." Τοῦτο δέ, φησίν, τὸ Γ ἐξ ἀρχῆς ἐδείκνυμεν, ὅτι τοῦ Α ὄντος ἐξ ἀνάγκης καὶ αὐτὸ ἦν, εἴ γε τὸ μὲν Β διὰ τοῦ Α ἐδείκνυτο, τὸ δὲ Γ διὰ τοῦ Β· ἀλλὰ τὸ Γ ταὐτὸν δέδεικται τῷ Α· ὥστε συνάγεται οὐδὲν ἄλλο ἢ ὅτι τοῦ Α ὄντος τὸ Α ἔστιν.

“而这是说当Α存在时Γ存在。” 他说,我们最初关于这个Γ所表明的,正是当Α存在时它自身也必然存在,如果Β确实是通过Α被表明,而Γ是通过Β被表明的话;但Γ已被表明与Α是同一的;因此推导出来的无非是:当Α存在时Α存在。

语法注3 条
  1. 1.59δι’ ὀλίγων δ’ ἢ δυοῖν

    连词ἤ在此并非排他性的选择(“或者”),而是用作解释性(epexegetic)的用法,即“通过少数的,也就是说,通过两个[前提]”,以阐明前面的δι’ ὀλίγων。这与菲洛波庞在后文中将两个前提与三个词项视为三段论不可减少之最低限度的解释相符。

  2. 1.63κείσθω τὸ Α ἐφ’ οὗ τὸ Γ

    这是亚里士多德逻辑学文本中的定型公式化表达,介词短语ἐφ’ οὗ构成带有关系代词的指定结构(“在Γ所在之处”)。该句指示将主语τὸ Α代入此前被称为Γ的词项位置。菲洛波庞紧接着用ὡσανεὶ ἔλεγεν ‘ἔστω τὸ Α ὅπερ τὸ Γ’(“就好像在说‘让Α就是Γ所是的’”)对此作了明确的意译说明。

  3. 1.65Τοῦτο δέ, φησίν, τὸ Γ ἐξ ἀρχῆς ἐδείκνυμεν, ὅτι

    指示代词τοῦτο在此起预示(prolepsis)作用,引出后面的ὅτι引导的从句,而τὸ Γ则作为前置的同位语或话题化宾语(“关于这个Γ,即当Α存在时……”)。该句的句法骨干为ἐδείκνυμεν τοῦτο, ὅτι...(“我们表明了这一点,即……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:53.1-54.11