← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§51.21-52.31

通过具体例证阐明循环证明的构造与荒谬

斐洛波诺斯使用具体范例(“人是能笑的”、“人接纳理智与科学”)阐明了循环证明的构造,解释了为何应按照省略三段论的方式将文字记号理解为单个前提而非成对的前提,并总结指明循环证明最终导致同义反复以及相同事物互为先后这一荒谬结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.57#2

ἵνα δὲ τοῖς παραδείγμασι σαφέστερον ποιήσω τὸν λόγον, φημὶ οὕτως· εἰλήφθω ἀντὶ μὲν τοῦ Α πρότασις ἡ λέγουσα ‘ὁ ἄνθρωπος γελαστικόν’, καὶ συνυπακουέσθω αὐτῇ μείζων τις πρότασις ἡ λέγουσα ‘τὸ γελαστικὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν’· συνάγεται δήπου τὸν ἄνθρωπον νοῦ καὶ ἐπιστήμης δεκτικὸν εἶναι· καὶ κεκλήσθω τὸ τοιοῦτον συμπέρασμα Β. ἕπεται οὖν τῷ Α, τουτέστι τῷ τὸν ἄνθρωπον γελαστικὸν εἶναι, τὸ Β, λέγω δὴ τὸ τὸν ἄνθρωπον νοῦ καὶ ἐπιστήμης δεκτικὸν εἶναι. καὶ εἴ τινος ζητοῦντος πόθεν ὅτι τὸ Α ἐστί,1 τουτέστιν ὅτι ὁ ἄνθρωπος γελαστικόν, θελήσαιμεν εἰς κατασκευὴν τούτου τῇ κύκλῳ δείξει χρήσασθαι, φαμὲν οὕτως, ὅτι ὁ ἄνθρωπος νοῦ καὶ ἐπιστήμης δεκτικόν, ὅπερ ἦν, τὸ Β, πάλαι μὲν συμπέρασμα, νῦν δὲ ὡς ἐλάττων πρότασις παραλαμβάνεται, καὶ συνάγεται συμπέρασμα ‘ὁ ἄνθρωπος ἄρα γελαστικόν’, ὅπερ ἦν, τὸ Α, ἐξ ἀρχῆς μὲν πρότασις νῦν δὲ συμπέρασμα, δηλονότι κἀνταῦθα παραλελειμμένης τῆς μείζονος προτάσεως τῆς λεγούσης ‘τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν γελαστικόν’. ἀλλὰ τὸ Α Γ ἐξ ἀρχῆς αὐτὸς ἐκάλεσεν, ὡς εἶπον, τῇ ἑτερότητι τὸ συμπέρασμα δεῖξαι βουλόμενος· τελευταῖον δὲ ἐπαναλαβὼν τὸν λόγον φησὶν ὅτι ὅπερ ἐκάλεσα Γ, τοῦτό ἐστιν ὅπερ ἐξ ἀρχῆς ἐκάλουν Α. εἰ οὖν τοῦ Α ὄντος τὸ Β ἐστί, τοῦ δὲ Β ὄντος τὸ Γ ἐστίν, ὅπερ ἐστὶ ταὐτὸν τῷ Α, τοῦ Β ἄρα ὄντος τὸ Α ἐστίν· ἀλλὰ μὴν τοῦ Α ὄντος τὸ Β ἦν· τοῦ Α ἄρα ὄντος τὸ Α ἐστίν. οἱ ἄρα κύκλῳ δείκνυσθαί τι λέγοντες οὐδὲν ἕτερόν φασιν ἢ ὅτι ἕκαστον ἐπειδὴ ἔστι, διὰ τοῦτο ἔστι. δυνατὸν δέ, ὅπερ εἶπον, τὸ Α ἀντὶ τῶν δύο προτάσεων παραλαμβάνειν. ἀλλ’ ἐπειδὴ ἐν τῇ ἀντιστροφῇ τοῦ συλλογισμοῦ λέγοντες ‘τοῦ Β ὄντος τὸ Γ ἐστί, τουτέστι τὸ Α ἐστί’ λαμβάνομεν τὸ Α οὐκ ἀντὶ τῶν δύο προτάσεων ἀλλ’ ἀντὶ μιᾶς, ὅπερ συμπέρασμα ποιούμεθα, ἵνα μὴ δόξωμεν ἐν τῇ ἀντιστροφῇ τοῦ Α τὰς δύο προτάσεις ὡς ἐν συμπεράσματι παραλαμβάνειν, διὰ τοῦτο κάλλιον ἕκαστον τῶν στοιχείων ἀντὶ μιᾶς προτάσεως παραλαμβάνειν συνεπινοουμένης τῆς λοιπῆς κατὰ τὸν τῶν ἐνθυμημάτων τρόπον· οἷον ὁ δεῖνα καλλωπιστής· οὐκοῦν μοιχός, συνυπακουομένης δηλονότι καὶ τῆς μείζονος τῆς λεγούσης ‘πᾶς καλλωπιστὴς μοιχός’. οὕτως οὖν κἂν εἰ λέγωμεν ‘ὁ ἄνθρωπος γελαστικόν, ὁ ἄνθρωπος ἄρα νοῦ καὶ ἐπιστήμης δεκτικόν’, κατὰ παράλειψιν συνεπινοοῦμεν καὶ τὴν μείζονα τὴν λέγουσαν ‘τὸ γελαστικὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν’. Συμβαίνει δὲ τοῖς λέγουσι κύκλῳ τὴν ἀπόδειξιν εἶναι οὐ μόνον τὸ νῦν εἰρημένον, τουτέστιν ἐκ τῶν ὑστέρων τὰ πρότερα καὶ ἐκ τῶν μερικῶν τὰ καθόλου δείκνυσθαι, ἀλλ’ οὐδὲν ἄλλο λέγειν ἢ ὅτι τοῦτο ἔστιν, ἐπειδὴ τοῦτο ἔστι, τουτέστι τὸ τὰ αὐτὰ τῶν αὐτῶν καὶ πρότερα καὶ ὕστερα εἶναι2 καὶ γνωριμώτερα καὶ ἀγνωστότερα, ὅπερ ἄτοπον.

为了通过具体范例使论述更加明晰,我这样说:假定用“人是能笑的”这一前提代替Α,并附带领会一条大前提“能笑者接纳理智与科学”;那么显然推导出“人接纳理智与科学”;并且让这样的结论被称为Β。因此,伴随着Α——即伴随着人是能笑的——便有了Β,我指的是人接纳理智与科学。如果有人询问凭什么[得知]Α存在——即人是能笑的——而我们若想使用循环证明来确立这一点,我们就会这样说:“人接纳理智与科学”——这就是先前曾是结论、现在作为小前提被采用的Β——,并且推导出结论“所以人是能笑的” ——这就是最初曾是前提、现在作为结论的Α——,显然在这里也同样省略了那条表述为“接纳理智与科学者是能笑的”的大前提。但是,正如我所说,他自己最初把Α称为Γ,是希望通过差异性来表明结论;最后他在重新表述该论述时说,他所称的Γ正是他最初所称的Α。因此,如果当Α存在时Β存在,而当Β存在时Γ存在(而Γ与Α是同一的),那么当Β存在时Α便存在;然而当Α存在时Β曾存在;所以当Α存在时Α存在。因此,主张某物被循环证明的人无非是在说,每一个事物之所以存在,正是因为它存在。但是,正如我所说,用Α代替两个前提也是可能的。然而,既然在三段论的换位中,当我们说“当Β存在时Γ存在,即Α存在”时,我们并不是用Α代替两个前提,而是用它代替一个前提,即代替我们用作结论的前提,为了不让我们看起来像是在Α的换位中把两个前提当作在一个结论中那样采用,由于这个原因,更好的是按照省略三段论的方式在心中附带思考剩余前提的同时,把每一个文字记号用作单个前提;例如,“某人是爱打扮者,所以是奸夫”,显然同时领会了大前提“凡爱打扮者皆是奸夫”。因此同样地,即使我们说“人是能笑的,所以人接纳理智与科学”,我们也是通过省略在心中附带思考了那条表述为“能笑者接纳理智与科学”的大前提。“对于主张证明是循环的人来说,不仅会发生刚才所说的情况”——即前在者从后在者被表明,普遍者从个别者被表明——,而且还会发生他们无非是在说这一个存在是因为这一个存在,也就是说相同的事物比相同的事物既在前又在后、既更为可知又更为不可知,这是荒谬的。

语法注2 条
  1. 1.57πόθεν ὅτι τὸ Α ἐστί

    疑问副词 πόθεν 之后直接紧接连词 ὅτι 的惯用省略结构,省略了如 δῆλον 或 δέδεικται 等谓词(意为“从何处[得知]Α存在”)。

  2. 1.57τὸ τὰ αὐτὰ τῶν αὐτῶν καὶ πρότερα καὶ ὕστερα εἶναι

    定冠词 τὸ 将整个不定式短语(τὰ αὐτὰ... εἶναι)名词化。属格 τῶν αὐτῶν 作为比较属格,由比较级 πρότερα 和 ὕστερα 所支配,表示“相同的事物比相同的事物既在前又在后”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:51.21-52.31