← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§50.9-51.21

循环证明的第二种荒谬与符号指代解释

斐洛波诺斯讨论了主张证明是循环所导致的第二种荒谬(即事物因自身而存在这一同义反复的后果),并解释了亚里士多德用文字符号代替前提而非项所引起的文本晦涩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.57#1

" Συμβαίνει δὲ τοῖς λέγουσι κύκλῳ τὴν ἀπόδειξιν εἶναι οὐ μόνον τὸ νῦν εἰρημένον καὶ τὰ ἑξῆς." Ἐλέγξας τοὺς μηδενὸς εἶναι λέγοντας ἀπόδειξιν προέθετο ἐλέγξαι καὶ τοὺς πάντα ἀποδεικτὰ εἶναι ὑποτιθεμένους τῷ δύνασθαι ἀνακάμπτειν τοὺς συλλογισμοὺς1 διὰ τῆς κύκλῳ καλουμένης δείξεως. καὶ ἔδειξεν ἓν μὲν ἄτοπον καὶ πρῶτον αὐτοῖς ἑπόμενον τὸ ἐκ τῶν ὑστέρων τὰ πρῶτα καὶ ἐκ τῶν μερικῶν τὰ καθόλου δείκνυσθαι. δεύτερον δὲ δεικνύει ἄτοπον ἑπόμενον τὸ τὰ αὐτὰ τῶν αὐτῶν καὶ σαφέστερα λαμβάνειν καὶ ἀσαφέστερα. νῦν δέ, ὡς εἴπομεν, εἰς δεύτερον ἄτοπον ἀπάγει τὸν λόγον. τοῖς γὰρ λέγουσι, φησί, κύκλῳ τὴν ἀπόδειξιν εἶναι συμβήσεται μηδὲν ἄλλο λέγειν ἢ ὅτι ἕκαστον διὰ τοῦτό ἐστι τοῦτο, διότι τοῦτό ἐστιν. οἷον διὰ τί ἡ ψυχὴ ἀθάνατος; διότι ἡ ψυχὴ ἀθάνατος. διὰ τί ὁ ἄνθρωπος ζῷον; διότι ὁ ἄνθρωπος ζῷον. ὅπερ ἐστὶ καταγέλαστον. ἀσάφειαν δὲ πάλιν ἐνεποίησε τῇ τε συνήθει συντομίᾳ χρώμενος καὶ τῷ ἐπὶ μόνων στοιχείων γυμνάσαι τὸν λόγον παραδείγματι μὴ χρησάμενος καὶ τρίτον, ὅτι στοιχεῖα λαβὼν καὶ ταῦτα ὅρους καλέσας οὐχ ὡς ὅροις αὐτοῖς ἀλλ’ ὡς προτάσεσι κέχρηται. λαβὼν γὰρ τὸ Α καὶ τὸ Β καὶ τὸ Γ καὶ καλέσας ταῦτα ὅρους ἕκαστον ἀντὶ προτάσεως παρείληφεν, οὐδὲν ξένον ποιῶν οὐδ’ ἑαυτῷ ἀσύνηθες. πολλαχοῦ γὰρ τὰ στοιχεῖα ἀντὶ προτάσεων παραλαμβάνει· καὶ γὰρ ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν τῷ τοιούτῳ χρησάμενος, λέγω δὴ στοιχεῖα παραλαβὼν ἀντὶ προτάσεων, αὐτὸ δὴ τοῦτο ἐπεσημήνατο εἰπὼν ὅτι τὸ Α οὐχ ὅρον καλῶ ἀλλὰ δύο προτάσεις. ἡ μὲν οὖν αἰτία τῆς ἀσαφείας αὕτη. λαβὼν δὲ τὸ Α καὶ τὸ Β καὶ τὸ Γ τῷ μὲν Α κέχρηται ἀντὶ τῶν δύο προτάσεων τοῦ συλλογισμοῦ ἢ ἀντὶ μιᾶς, ἤτοι τῆς ἐλάττονος, παραλελοιπὼς τὴν μείζονα ὡς ἐνθεωρουμένην ἐν ἐκείνῃ· τῷ δὲ Β κέχρηται ἀντὶ συμπεράσματος. καὶ ἐπεὶ ἡ κύκλῳ δεῖξις, ὅπερ εἶπον, τὸ συμπέρασμα λαβοῦσα ὡς ἐλάττονα πρότασιν καὶ ἀντιστρέψασα τὴν ἑτέραν οὕτω τὴν λοιπὴν κατασκευάζει, πάλιν τῷ μὲν Β κέχρηται ὡς ἐλάττονι προτάσει, ὅπερ ἦν συμπέρασμα τοῦ πρώτου συλλογισμοῦ, προσυπακουομένης πάλιν δηλονότι καὶ τῆς ἑτέρας, καὶ οὕτω τῇ λοιπῇ ὡς συμπεράσματι κέχρηται, ἥτις ἦν ἐξ ἀρχῆς μὲν Α, καλεῖ δὲ αὐτὸς αὐτὴν Γ, ἵνα διὰ τῆς ἑτερότητος τὸ συμπέρασμα δηλώσῃ. ὅτι δὲ τὸ Γ ἀντὶ τοῦ Α παρέλαβε, δῆλον αὐτὸς ἐποίησεν· ἐπειδὴ γὰρ συνῄσθετο ὅτι ὅσον ἀπὸ τῆς τῶν στοιχείων ὀνομασίας οὐδὲν δοκεῖ ἄτοπον συνῆχθαι, εἴ γε διὰ μὲν τοῦ Α τὸ Β δέδεικται, διὰ δὲ τοῦ Β τὸ Γ, ἐπαναλαβὼν τὸν λόγον φησὶν ὅτι κείσθω τὸ Α ἐφ’ οὗ τὸ Γ,2 τουτέστι τὸ αὐτὸ κείσθω ἡμῖν ὑπάρχον τὸ Α τῷ Γ, καὶ ὅπερ ἦν πρότερον πρότασις, νῦν κείσθω συμπέρασμα. ὥστε εἰ τοῦ μὲν Α ὄντος τὸ Β ἐστί, τοῦ δὲ Β ὄντος τὸ Γ ἐστί, ταὐτὸν δὲ ἦν τὸ Α τῷ Γ, συνάγεται ἄρα ὅτι τοῦ Α ὄντος τὸ Α ἐστίν.

“对于主张证明是循环的人来说,不仅会发生刚才所说的情况,云云。” 在驳斥了主张不存在任何东西的证明的人之后,他也着手去驳斥那些由于能够通过所谓循环证明使三段论回折而假定一切皆可证明的人。他指出了伴随他们的一个且是首要的荒谬,即第一者从后在者被表明,普遍者从个别者被表明。其次,他指出的伴随的荒谬,是将相同的事物设定为既比相同的事物更为明晰,又比它们更为晦涩。但是现在,正如我们所说,他将论证引向了第二种荒谬。他说,因为对于主张证明是循环的人来说,结果将是他们无非在说,每一个事物之所以是这一个正是由于这一个,即由于它是这一个。例如,为什么灵魂是不朽的?因为灵魂是不朽的。为什么人是动物?因为人是动物。这是可笑的。但他又由于使用了习惯的简洁性,由于仅在文字记号上进行论述而没有使用范例,以及第三,由于取了文字记号并称它们为项,却未把它们当作项而是当作前提来使用,从而再次造成了晦涩。因为他取了Α、Β和Γ,称它们为项,却把每一个都用作前提,这并没有做任何怪异或对自己来说不习惯的事。因为在许多地方他都用文字记号代表前提;事实上在《前分析篇》第二卷中使用此类做法时——我是说用文字记号代表前提——他就正是指出了这一点,说并不把Α称为一个项,而是称为两个前提。那么,晦涩的原因就是如此。取了Α、Β和Γ之后,他把Α用作三段论的两个前提,或者用作其中一个即小前提,而把大前提作为包含在小前提之中的内容省略了;另一方面,他把Β用作结论。由于循环证明正如我所说的,将结论作为小前提,并换位另一前提,以此确立剩余的前提,所以他又把作为第一三段论结论的Β用作小前提,另一前提显然也同样被补充领会,并如此把剩余的前提用作结论;这前提最初本是Α,但他自己将它称为Γ,以便通过差异性来表明结论。至于他是用Γ来代替Α,他自己也说得很清楚;因为当他意识到仅从文字记号的命名来看似乎没有推导出任何荒谬(如果确实通过Α表明了Β,又通过Β表明了Γ的话),他就重新表述该论据,说假定Γ所归属的即是Α,也就是说假定在我们看来Α与Γ是同一的,并且先前曾是前提的东西现在假定为结论。因此,如果当Α存在时Β存在,当Β存在时Γ存在,而Α又与Γ同一,那么推导出的结论就是:当Α存在时Α存在。

语法注2 条
  1. 1.57τῷ δύνασθαι ἀνακάμπτειν τοὺς συلλογισμούς

    带冠词不定式 τῷ δύνασθαι 支配不定式 ἀνακάμπτειν 及其宾格宾语 τοὺς συλλογισμούς,构成表示原因或依据的与格结构,说明了主张一切皆可证明者所依据的理由。

  2. 1.57κείσθω τὸ Α ἐφ’ οὗ τὸ Γ

    引用亚里士多德原文。句中 ἐφ’ οὗ 引导关系从句,指示谓词属性所归属的主体;斐洛波诺斯在后文将其意译为“在我们看来Α与Γ是同一的”(τὸ αὐτὸ κείσθω ἡμῖν ὑπάρχον τὸ Α τῷ Γ),在构词上将其解读为设定Α与Γ在项或命题上的同一性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:50.9-51.21