← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§48.19-50.8

循环证明的不可能性与依本性先在的证明

斐洛庞奴斯注解了亚里士多德《后分析篇》72b25–31,论证了为何从后在结果推及先在原因的循环证明不能构成无条件意义上的证明。他阐明,基于归纳或不可推翻的确证所作的推论只是出自对我们可知者的确证性证明,必须与出自本性先在原因的本义证明加以区分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.53

" Κύκλῳ δ’ ὅτι ἀδύνατον ἀποδείκνυσθαι ἁπλῶς, δῆλον, εἴπερ ἐκ προτέρων δεῖ τὴν ἀπόδειξιν εἶναι καὶ γνωριμωτέρων." Ὅτι, φησί, κυρίως ἀδύνατον ἀπόδειξιν γενέσθαι τῶν πρώτων τῇ κύκλῳ δείξει δεικνυμένων, τουτέστιν ἐκ τῶν ὑστέρων, δῆλον ἐντεῦθεν. ἔφαμεν γὰρ ἐν τῷ ὅρῳ τῆς ἀποδείξεως δεῖν ἐκ πρώτων γίνεσθαι τὴν ἀπόδειξιν, πρώτων δὲ τῇ φύσει· ἡ δὲ κύκλῳ δεῖξις τὰ πρῶτα διὰ τῶν ὑστέρων ἐδείκνυεν. ἀδύνατον ἄρα τὴν κύκλῳ δεῖξιν ἐν τῇ ἀποδείξει τῶν πρώτων παραλαμβάνεσθαι. μήποτε οὖν, φησίν, οὐ καλῶς ἀποδεδώκαμεν1 τὸν τῆς ἀποδείξεως ὅρον λέγοντες ἐκ τῶν τῇ φύσει πρώτων ταύτην γίνεσθαι, εἴ γε δύο τρόποι εἰσὶν ἀποδείξεως, ὅ τε ἐκ τῶν τῇ φύσει προτέρων καὶ ὁ ἐκ τῶν πρὸς ἡμᾶς προτέρων, ὥσπερ ἐλέγομεν καὶ τὸ σφαιροειδὲς τῆς σελήνης διὰ τῶν πρὸς ἡμᾶς πρώτων κατασκευάζεσθαι. τοῦτο δέ, φησί, ψεῦδος, ἀλλὰ καλῶς ὁ παρ’ ἡμῖν ἀποδέδοται ὅρος. τὸ γὰρ ἐκ τῶν ὑστέρων τὰ πρότερα κατασκευάζειν οὐκ ἀεὶ ἀναγκαῖον, ἀλλ’ ἐν οἷς τὰ ὕστερα ἄλυτά ἐστι τεκμήρια, ὥσπερ τὸ τέφρας οὔσης πῦρ ἐνταῦθά ποτε εἶναι ἢ τὸ τοιῶσδε φωτιζομένης τῆς σελήνης σφαιρικὴν αὐτὴν εἶναι.2 εἰ μέντοι ἐκ τοῦ ὠχρὰν εἶναι τὴν γυναῖκα κατασκευάζοιτο ὅτι τέτοκε, λυτοῦ ὄντος τοῦ σημείου κατ’ οὐδένα τρόπον ἀπόδειξις ἂν τὸ τοιοῦτον λέγοιτο. καὶ ἐπὶ τῶν ἀλύτων δὲ τεκμηρίων οὐ κυρίως ἀπόδειξιν ἂν τὴν τοιαύτην φήσομεν ἀλλὰ τὸ ὅλον τοῦτο τεκμηριώδη ἀπόδειξιν, εἴπερ δεῖ ἐκ τῶν αἰτίων τὰ αἰτιατὰ κατασκευάζειν, ὅπερ τῆς κυρίως ἀποδείξεώς ἐστιν ἴδιον, καὶ οὐκ ἐκ τῶν αἰτιατῶν τὰ αἴτια.

“如果证明必然出自先在且更为可知者,那么显然,无条件地通过循环来证明是不可能的。” 他说,由此显而易见,以循环证明来表明第一者——即出自后在者——绝不可能构成严格意义上的第一者的证明。因为我们在证明的定义中说过,证明必然出自第一者,且是本性上第一者;而循环证明则是通过后在者表明第一者。因此,在第一者的证明中不可能采用循环证明。于是他说,难道我们主张证明出自本性上第一者,从而并未恰当地给出证明的定义吗?既然存在两种证明方式:出自本性上先在者的方式,以及出自对我们而言先在者的方式,正如我们也说过月亮的球状是通过对我们而言第一者确立的那样。但他指出,这是错误的,我们所给出的定义是恰当的。因为从后在者确立先在者并非始终必然,而仅在后在者是不可推翻的确证的情况下才是如此,例如有灰烬在此则曾有火在此,或者月亮受到如此的照亮则是球状的。然而,如果由妇女脸色苍白来确立她已经生产,由于这征兆是可以推翻的,因而此类推论绝不能被称为证明。而且即使在不可推翻的确证的情况下,如果确实应当从原因确立结果(这正是严格意义上的证明所特有的),而不是从结果确立原因,我们也不会把这种推论称为严格意义上的证明,而只会将这整体称为确证性证明。

§1.54

"Εἰ μὴ τὸν ἕτερον τρόπον, οἷον τὰ μὲν πρὸς ἡμᾶς τὰ δ’ ἁπλῶς, ὅνπερ τρόπον ἡ ἐπαγωγὴ ποιεῖ γνώριμον." Εἴρηται γὰρ ὅτι διττὸν τὸ πρότερον, τὸ μὲν πρὸς τὴν φύσιν, τὸ δὲ πρὸς ἡμᾶς. ἡ οὖν κυρίως ἀπόδειξις ἀπὸ τῶν τῇ φύσει πρώτων τὰ δεύτερα κατασκευάζει, ἡ δὲ τεκμηριώδης ἐκ τῶν ὑστέρων τὰ πρότερα. οἷά ἐστὶ καὶ ἡ δι’ ἐπαγωγῆς δεῖξις, ἐκ τῶν κατὰ μέρος τὰ καθόλου κατασκευάζουσα, τουτέστιν ἐκ τῶν ὑστέρων τὰ πρότερα. πόθεν γὰρ ὅτι πᾶν ζῷον τὴν κάτω γένυν κινεῖ; δείκνυμεν τὰ κατὰ μέρος ἀπαριθμούμενοι ζῷα, καὶ διὰ τοῦ μερικοῦ τὸ καθόλου κατασκευάζοντες καὶ ἐκ τοῦ ὑστέρου τὸ πρότερον.

“除非是依另一种方式,例如一些是对我们而言的,另一些是无条件的,正如归纳使之可知的那种方式。” 因为已经说过,先在者具有双重含义:一种是相对于本性而言的,另一种是相对于我们而言的。因此,严格意义上的证明是从本性上第一者确立第二者,而确证性证明则是从后在者确立先在者。通过归纳进行的证明也是如此,它是从个别确立普遍,即从后在者确立先在者。因为根据什么判定凡动物都动下颌呢?我们是通过列举个别动物来表明的,即通过个别确立普遍,并通过后在者确立先在者。

§1.55

"Εἰ δ’ οὕτως, οὐκ ἂν εἴη τὸ ἁπλῶς εἰδέναι καλῶς ὡρισμένον." Εἰ οὕτω τῇ ἀποδείξει χρώμεθα, ποτὲ μὲν διὰ τῶν προτέρων τὰ ὕστερα κατασκευάζοντες ποτὲ δὲ διὰ τῶν ὑστέρων τὰ πρότερα, κακῶς ἐν τῷ ὅρῳ τῆς ἀποδείξεως ἐλέγομεν δεῖν ἐκ τῶν τῇ φύσει προτέρων καὶ αἰτίων ποιεῖσθαι τὰς ἀποδείξεις.

“但如果是这样,那么无条件地认知便没有被良好地定义。” 如果我们这样使用证明,时而通过先在者确立后在者,时而又通过后在者确立先在者,那么我们在证明的定义中所说的证明必然出自本性上先在者及原因,就是错误的了。

§1.56

"Ἢ οὐχ ἁπλῶς ἡ ἑτέρα ἀπόδειξις3 ἡ γινομένη ἐκ τῶν ἡμῖν γνωριμωτέρων." Τουτέστιν εἰ δὲ ὁ παρ’ ἡμῖν ὅρος τῆς ἀποδείξεως καλῶς ἀποδέδοται, τὸ δεῖν ἐκ τῶν τῇ φύσει προτέρων τὰ ὕστερα κατασκευάζεσθαι, οὐ κυρίως ἂν λέγοιτο ἀπόδειξις ἡ ἐκ τῶν ὑστέρων τὰ πρότερα κατασκευάζουσα ἀλλ’, ὡς εἴπομεν, τεκμηριώδης δεῖξις.

“或者,出自对我们而言更为可知者的另一种证明并不是无条件的?” 这就是说,如果我们在证明上给出的定义是恰当的——即后在者必然出自本性上先在者来确立——那么从后在者确立先在者的证明便不能被称为严格意义上的证明,而是如我们所言,被称为确证性证明。

语法注3 条
  1. 1.53μήποτε οὖν, φησίν, οὐ καλῶς ἀποδεδώκαμεν

    μήποτε 后接陈述式完成时(ἀποδεδώκαμεν),为委婉提出怀疑或异议的惯用句式(“难道我们没有……吗”)。随后的 εἴ γε 从句提供了产生这一怀疑的根据。

  2. 1.53ὥσπερ τὸ τέφρας οὔσης πῦρ ἐνταῦθά ποτε εἶναι ἢ τὸ τοιῶσδε φωτιζομένης τῆς σελήνης σφαιρικὴν αὐτὴν εἶναι

    中性冠词 τό 分别将两个不定式短语(πῦρ ... εἶναι 与 σφαιρικὴν αὐτὴν εἶναι)名词化,而在不定式短语内部各嵌套了一个表示前提条件的属格独立结构(τέφρας οὔσης 与 τοιῶσδε φωτιζομένης τῆς σελήνης)。

  3. 1.56Ἢ οὐχ ἁπλῶς ἡ ἑτέρα ἀπόδειξις

    连词 ἤ 用于引出针对疑难(aporia)的替代解答(“抑或是……”)。在此处它驳斥了§1.55中提出的“定义不当”的疑难,指出从对我们可知者出发的论证并非无条件意义上的证明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:48.19-50.8