- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:3.29-5.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯梳理了获得知识的两种途径(学习与发现),反驳了亚历山大将“知识”解为发现的观点。随后他论述了教学与学习在主体上同一而在关系上不同,并解释了选用“知识”一词(以避免无穷后退)以及附加“理智的”(以排除感觉认识)的理由。
" Πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις." Γινώσκειν χρὴ ὅτι δύο τρόποι ὑπάρχουσιν ἐξ ὧν πᾶσα γίνεται γνῶσις, ὥς φησι καὶ Πλάτων, μάθησις καὶ εὕρεσις· ἢ γὰρ μανθάνοντες παρ’ ἑτέρου γινώσκομεν ἢ εὑρίσκοντες αὐτοί. φησὶν οὖν ἐν τούτοις ὁ Ἀλέξανδρος οὐ καλῶς λέγων ὅτι γνῶσιν ἐνταῦθα εἶπε τὴν εὕρεσιν, ἵν’ ᾖ τὸ λεγόμενον· πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις ἐκ προυπαρχούσης γίνεται εὑρέσεως.1 οὐκ ἔστι δὲ ἀληθές· αὐτὸς γὰρ παρακατιὼν σαφῶς ἡμῖν παραδίδωσι τὸν περὶ εὑρέσεως λόγον. ἄλλως τε τῆς εὑρέσεως πάντως προϋπάρχει ἡ ζήτησις, ὥστε τὸ εὑρεθὲν οὐκ ἔστι τῶν αὐτοπίστων, λέγω δὴ ἢ τῶν κοινῶν ἐννοιῶν ἢ τῶν ἐξ αἰσθήσεως γινωσκομένων· πρώτη γὰρ ἡ τούτων ἐπιβολὴ καὶ οὐκ ἐξ ἄλλων ἔχει τὸ πιστόν· περὶ τούτων δὲ ζήτησις οὐδεμία γίνεται. ὥστε πᾶσα εὕρεσις ἔκ τινος καὶ αὐτὴ προϋπαρχούσης γίνεται γνώσεως, ὥσπερ καὶ ἡ μάθησις. τί οὖν διαφέρει τὸ ἐκ προυπαρχούσης γίνεται γνώσεως ἐκ μαθήσεως ἀκούειν ἢ ἐξ εὑρέσεως; ἑκατέρου γάρ τι προεγνῶσθαι ἀνάγκη. ἅμα δὲ τοῦτο ἀδύνατον, τουτέστι τὴν μάθησιν καὶ τὴν γνῶσιν· κἀκείνην γὰρ ἀνάγκη ἐξ ἄλλης εἶναι μαθήσεως,2 καὶ τοῦτο ἐπ’ ἄπειρον. οὐκ ἄρα τὸ γνώσεως ἀντὶ εὑρέσεως ἀκουστέον ἀλλ’ ἁπλῶς ἐκ προεγνωσμένου τινὸς καὶ προωμολογημένου, καθ’ ὃν ἂν εἴη τρόπον ἡ ἐκείνου γνῶσις προϋπάρξασα, εἴτε ἐξ εὑρέσεως εἴτε ἐκ μαθήσεως εἴτε καὶ τῶν αὐτοπίστων εἴη καὶ ἀναποδείκτων. ἔστι δὴ οὖν ἡ διδασκαλία καὶ ἡ μάθησις τῷ μὲν ὑποκειμένῳ ταὐτά, τῇ δὲ σχέσει μόνον διαφέρουσιν.3 ὥσπερ γὰρ ἡ ὁδὸς ἡ Ἀθήνηθεν εἰς Θήβας καὶ ἡ ἀπὸ Θηβῶν εἰς Ἀθήνας τῇ μὲν σχέσει διαφέρουσι, τῷ δὲ ὑποκειμένῳ αἱ αὐταί εἰσιν, οὕτω καὶ ἐπὶ τῆς μαθήσεως καὶ τῆς διδασκαλίας· ἡ μὲν γὰρ ἐκ τοῦ διδασκάλου προϊοῦσα ἐπὶ τὸν μαθητὴν ἐνέργεια καλεῖται διδασκαλία· ἡ δὲ περὶ αὐτὸν τὸν μαθητὴν γινομένη ἐνέργεια, ἤτοι πάθος, μάθησις προσαγορεύεται. καλῶς δὲ εἶπεν ἐκ προϋπαρχούσης γνώσεως· εἰ γὰρ πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις ἐκ προϋπαρχούσης γίνεται μαθήσεως, εἰς ἄπειρον προἔβαινεν ὁ λόγος· πάλιν γὰρ ἐκείνης τῆς μαθήσεως προϋποκειμένην μάθησιν εἴχομεν ζητεῖν κἀκείνης ἑτέραν, καὶ τοῦτο ἐπ’ ἄπειρον. οὕτω δ’ ἂν ἀνῄρητο πᾶσα γνῶσις καὶ οὐδὲν οἷόν τε ἦν γνῶναι· ἵνα γὰρ ἕν τι μάθωμεν, ἄπειρα προμαθεῖν ἔδει· τοῦ δὲ ἀπείρου γνῶσις οὐκ ἔστιν· ὅπερ ἄτοπον. ὥστε καλῶς εἶπεν ἐκ προυπαρχούσης γνώσεως. θαυμασίως δὲ προσέθηκε τὸ διανοητική πρὸς ἀντιδιαστολὴν τῆς αἰσθητικῆς γνώσεως· ἡ γὰρ αἰσθητικὴ γνῶσις οὐκ ἔχει προυποκειμένην γνῶσιν.
“一切教学和一切学习”应当知晓的是,正如柏拉图也说过的,一切知识的产生存在着两种途径:学习与发现;因为我们要么通过向他人学习而认知,要么通过自己发现而认知。亚历山大在这些文字中便说道——但他言之不当——此处他将发现称为“知识”,以便所言的意思是:一切教学和一切学习都是从预先存在的发现中产生的。但这并非事实;因为〔亚里士多德〕自己在后文中便清晰地向我们传达了关于发现的论说。此外,探究在任何情况下都先于发现,因而被发现之物并不属于自明之物,我指的是共同概念或由感觉认知之物;因为对这些事物的领悟是初始的,其可靠性并非源于他物,而关于这些事物根本不发生任何探究。因此,一切发现自身也与学习一样,是从某种预先存在的知识中产生的。那么,将“从预先存在的知识中产生”理解为从学习中产生,还是理解为从发现中产生,究竟有何差别呢?因为在二者之先,都必然有某种东西被预先认知。此外,这是不可能的,即把学习当成知识;因为那样的话,那项知识也必然来自另一项学习,而这将至于无穷。因此,不可将“知识的”理解为代指“发现的”,而应当径直理解为从某种预先被认知且预先获公认之物中[产生],无论关于那件事物的知识是以何种方式预先存在的,不论是来自发现,还是来自学习,抑或属于自明且不可证明之物。因此,教学与学习在承载主体上是同一的,而仅仅在关系上有所不同。因为正如从雅典到底比斯的道路与从底比斯到雅典的道路在关系上不同,但在承载主体上是同一的一样,在学习与教学的情形中也是如此:盖因从教师走向学生的现实活动被称为教学;而围绕学生自身发生的现实活动,或者说承受状态,则被称为学习。他说“从预先存在的知识中”是恰当的;因为如果一切教学和一切学习都是从预先存在的学习中产生的,这一论说就会走向无穷;因为我们又得为那一项学习去寻求某种预先处于底层的学习,为后者再去寻求另一项,而这将至于无穷。这样一来,一切知识都将被取消,人们也不可能认知任何事物;因为为了让我们学会某一件事物,就必须预先学知无限多的事物,而对无限之事是不存在知识的;这实属荒谬。因此他说“从预先存在的知识中”是恰当的。而他精彩地附加上了“理智的”一词,以区别于感觉的知识;因为感觉的知识并不具有预先处于底层的知识。
- 1.1φησὶν οὖν ἐν τούτοις ὁ Ἀλέξανδρος οὐ καλῶς λέγων ὅτι γνῶσιν ἐνταῦθα εἶπε τὴν εὕρεσιν, ἵν’ ᾖ τὸ λεγόμενον· πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις ἐκ προυπαρχούσης γίνεται εὑρέσεως.
主节动词 φησίν 带 ὅτι 从句作宾语,分词短语 οὐ καλῶς λέγων 起插入语作用修饰主语 ὁ Ἀλέξανδρος。双重宾格 γνῶσιν ... τὴν εὕρεσιν 构成述谓关系(“把发现称为‘知识’”),接续的 ἵνα 从句表示亚历山大解释的目的或旨归(“以使得所表达的意思成为……”)。
- 1.1ἅμα δὲ τοῦτο ἀδύνατον, τουτέστι τὴν μάθησιν καὶ τὴν γνῶσιν· κἀκείνην γὰρ ἀνάγκη ἐξ ἄλλης εἶναι μαθήσεως
在 τουτέστι 之后的宾格 τὴν μάθησιν καὶ τὴν γνῶσιν 与前面的 τοῦτο ἀδύνατον 构成同位解说关系,省略了诸如 εἶναι 的不定式结构(即“把学习等同于知识”)。接续的 κἀκείνην 指代前述的 γνῶσιν(“因为那项知识也必然来自另一项学习”),给出了陷入无穷后退的不可能性的理由。
- 1.1ἔστι δὴ οὖν ἡ διδασκαλία καὶ ἡ μάθησις τῷ μὲν ὑποκειμένῳ ταὐτά, τῇ δὲ σχέσει μόνον διαφέρουσιν.
与格 τῷ ὑποκειμένῳ 和 τῇ σχέσει 是表示限制或视角的与格(“在……方面”)。表语 ταὐτά 为中性复数主格,在此泛指并列的两个阴性名词所指称的事物总体。后半句的动词 διαφέρουσιν 为第三人称复数,与并列主语 ἡ διδασκαλία καὶ ἡ μάθησις 一致。
