← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§47.1-48.18

直接前提的不可证明性与知识原理的解释

斐洛波诺斯解释了亚里士多德如何从不可知论者的自我反驳中引出证明的存在,并论证直接前提的知识是不可证明的(72b18)。随后对比了关于“知识的原理”与“项”的两种解释:阿摩尼奥斯的超越性解释与特米斯提乌斯将其视为人类理智与命题构件的自然解释(72b23)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.51

" Ἡμεῖς δέ φαμεν οὔτε πᾶσαν ἐπιστήμην ἀποδεικτικὴν εἶναι, ἀλλὰ τὴν τῶν ἀμέσων ἀναπόδεικτον. καὶ τοῦθ’ ὅτι ἀναγκαῖον, φανερόν." Ἔλαβε παρὰ τῶν προειρημένων ὅτι ἔστιν ἀπόδειξις. αὐτὸ γὰρ τὸ κατασκευάζειν μὴ εἶναι ἀπόδειξιν εἰς τὸ γνῶναι τὴν ἀπόδειξιν γέγονε·1 δι’ ἀποδείξεως γὰρ ἔδειξαν μὴ εἶναι ἀπόδειξιν. εἰ γὰρ ἔστιν ἀπόδειξις, φασίν, ἀνάγκη τὰ πρῶτα εἰδέναι δι’ ἀποδείξεως· ἀλλὰ μὴν τὸ ἑπόμενον ψεῦδος· καὶ τὸ ἡγούμενον ἄρα. τοῦτο δὲ αὐτὸ ἀπόδειξίς ἐστιν· ὥστε αὐτῷ τῷ ἀνασκευάζειν τὴν ἀπόδειξιν τὴν ἀπόδειξιν κατεσκεύασαν. λαβὼν οὖν τοῦτο παρ’ αὐτῶν, ὅτι ἔστιν ἀπόδειξις, δείκνυσιν ὅτι ἀδύνατον πάντα δι’ ἀποδείξεως εἰδέναι τοῦτον τὸν τρόπον. εἰ γὰρ ἀεὶ τὰ ἄκρα διά τινος μέσου ὅρου κατασκευάζομεν, ἀνάγκη δήπου, ἐν οἷς μὴ ἐνδέχεται μέσον τινὰ ὅρον λαβεῖν ἀλλ’ εἰς ἔσχατά τινα ἄμεσα ἡ ὁδὸς καταντᾷ, ταῦτα ἀναπόδεικτα εἶναι. ὥστε καὶ ἔστιν ἀπόδειξις διὰ τὰ παρ’ ἐκείνων εἰρημένα, καὶ οὐ πάντων ἐστὶν ἀπόδειξις διὰ τὸ μὴ εἶναι πᾶσαν πρότασιν ἔμμεσον, ἀλλ’ εἶναί τινας καὶ ἀμέσους προτάσεις, ὧν ἀπόδειξις μὲν οὐκ ἔστι διὰ τὸ ἀμέσους αὐτὰς εἶναι, ἐπιστήμη δὲ ἔστι διὰ τὸ αὐτοπίστους αὐτὰς εἶναι καὶ κρείττω ἢ κατ’ ἀπόδειξιν τὴν περὶ αὐτῶν ἡμᾶς ὑπόληψιν ἔχειν.2 καὶ διὰ τοῦτο καὶ ἐν τῇ ἀρχῇ ἐλέγομεν διαφέρειν τὴν ἐπιστήμην τῆς ἀποδείξεως τῷ ἐπὶ πλέον εἶναι τὴν ἐπιστήμην τῆς ἀποδείξεως.

“然而我们主张,并非一切科学知识都是证明性的,相反,直接前提的知识是不可证明的。而且这一点是必然的,这是显而易见的。” 他从前述之人那里获得了证明存在这一结论。因为试图确立不存在证明这一事实本身,恰恰导致了认识证明;因为他们是通过证明来表明不存在证明的。因为他们声称,如果存在证明,就必然通过证明来认识第一者;然而后件是假的;因此前件也是假的。而这本身就是一种证明;因此凭借反驳证明这一行动本身,他们确立了证明。于是,从他们那里采纳了证明存在这一点之后,他以如下方式表明,不可能通过证明来认识一切事物。因为如果我们始终通过某个中项来确立外项,那么在那些不可能采纳中项、而道路终止于某些极端的直接项的情况下,这些显然必然是不可证明的。因此,根据那些人所说的事实,证明是存在的;又由于并非每个命题都是间接的,而是也存在某些直接的命题,因而证明并非涉及一切事物;关于这些直接命题,由于它们是直接的,所以不存在证明,但由于它们是自身可信的,且我们对它们拥有一种优于通过证明而获得的理解,所以存在关于它们的科学知识。正因为如此,我们在开篇时也说过,科学知识不同于证明,在于科学知识比证明的外延更广。

§1.52

"Ταῦτά τε οὖν οὕτως λέγομεν, καὶ οὐ μόνον ἐπιστήμην ἀλλὰ καὶ ἀρχὴν ἐπιστήμης εἶναί τινά φαμεν, ᾗ τοὺς ὅρους γνωρίζομεν." Ὁ μὲν φιλόσοφος τὴν ἐξήγησιν τοῦ προκειμένου ῥητοῦ οὕτως ἀπέδωκεν, ἀρχὴν μὲν ἐπιστήμης τὸν νοῦν εἰληφώς, οὐ τὸν ἡμέτερον ἀλλὰ τὸν θεῖον καὶ ὑπὲρ ἡμᾶς, ὅρους δὲ τὰ νοητὰ καὶ θεῖα εἴδη. ὅρους δὲ αὐτὰ καλεῖσθαι διὰ τὸ πέρατα εἶναι πάντων· ὡς γὰρ ἀπὸ μονάδος τε τὸ πλῆθος ἄρχεται καὶ εἰς μονάδα ἀναλύεται καὶ εἰσὶ τῶν μέν, εἰ τύχοι, ἑκατοντάδων αἱ δέκαδες ὅροι καὶ τῶν χιλιάδων αἱ ἑκατοντάδες, πάντων δὲ κοινῶς ἡ μονάς, οὕτως καὶ τῶν πραγμάτων ὅρους ἂν εἴποιμεν, τῶν μὲν αἰσθητῶν τὰ οὐράνια σώματα, ἐκείνων δὲ τὰς θείας οὐσίας καὶ πάντων κοινῶς τὴν πρώτην ἀρχήν. τοῦτο δὲ λέγοι ἂν ὡς πρὸς τοὺς ἀναιροῦντας τὴν ἀπόδειξιν τῷ εἰς ἄπειρον ἰέναι, ὅτι οὐ μόνον ἀπόδειξιν εἶναι λέγομεν ἀλλὰ μηδὲ εἰς ἄπειρον ἥκειν τὰ πράγματα, ἀλλ’ εἶναί τινα καὶ ἀρχὴν ἀποδείξεως, ᾗτινι τοὺς ὅρους τῶν πραγμάτων γινώσκομεν, ὅταν τῆς ἐκεῖθεν ἐλλάμψεως τύχωμεν. ὁ μὲν οὖν φιλόσοφος οὕτως. ἔοικε δὲ μᾶλλον φυσικώτερον καὶ προσφυῶς τῷ ῥητῷ ὁ Θεμίστιος ἐξηγεῖσθαι τῶν προκειμένων τὴν διάνοιαν, ἀρχὴν μὲν ἀποδείξεως εἶναι νοῦν τὸν ἡμέτερον λέγων, ὅρους δὲ ἐξ ὧν σύγκειται τὰ ἀξιώματα,3 τουτέστι τὸν ὑποκείμενον καὶ τὸν κατηγορούμενον, οἷον ὅτι ἐπὶ παντὸς ἢ ἡ κατάφασις ἢ ἡ ἀπόφασις. τοὺς οὖν ὅρους οὐ δι’ ἀποδείξεως γινώσκομεν, ἀλλ’ ὥσπερ ἡ αἴσθησις ἄνευ ἀποδείξεως γινώσκει τὰ αἰσθητὰ καὶ κρεῖττον αὐτὰ γινώσκει ἤπερ δι’ ἀποδείξεως ἂν ἐγίνωσκεν, οὕτω καὶ ὁ νοῦς ἁπλαῖς ἐπιβολαῖς τούτοις ἐπιβάλλων ἀναποδείκτως τὴν φύσιν αὐτῶν αἱρεῖ, ἐξ ὧν συμπλέκει τὰ ἀξιώματα. λέγοι ἂν οὖν ὅτι οὐκ ἀνάγκη ἐπ’ ἄπειρον ἰέναι τὰ πράγματα, ἀλλ’ ἔστι τις καὶ ἀρχὴ ἀποδείξεως ὁ νοῦς αὐτὸς ὁ ἐπιβάλλων τοῖς πράγμασι καὶ μὴ δεόμενος ἀποδείξεως, ἧς αὐτὸς ἀρχή ἐστι.

“因此我们既这样论述这些事,而且我们声称不仅存在科学知识,还存在某种科学知识的原理,我们凭借它认知各项。” 那位哲学家[阿摩尼奥斯]对当前文句的阐释是这样的,他将科学知识的原理理解为理智,并非我们的理智,而是神圣的且在我们之上的理智,并将各项理解为可知的神圣形式。它们被称为“项”,是因为它们是一切事物的界限;正如多数从一发端并分解为一,例如,十是百的项,百是千的项,而一普遍地是一切的项,同样我们也可以谈论事物的项,天体是可感物的项,神圣实体是天体的项,而第一原理普遍地是一切的项。他针对那些因走向无穷而取消证明的人可能会这样说:我们不仅主张存在证明,而且事物也不至于陷入无穷,而是还存在某种证明的原理,当我们获得来自那里的照亮时,我们便凭借它认知事物的项。那位哲学家是如此认为的。但特米斯提乌斯对当前文义的解释似乎更合乎自然学,也更贴合原文,他主张证明的原理是我们的理智,而各项则是构成公理的成分,即主词和谓词,例如“对任何事物而言,要么肯定要么否定”。因此,我们不是通过证明来认知各项,而是正如感觉无需证明便认知可感物,并且比通过证明去认识它们认知得更好一样,理智同样以简单的直观把握直接施加于这些事物,不经证明地把握它们的本性,并由此将公理编结起来。因此他会说,事物并无必要走向无穷,而是存在某种证明的原理:即理智自身,它直接施加于事物并且自身不需要证明,而它本身就是证明的原理。

语法注3 条
  1. 1.51εἰς τὸ γνῶναι τὴν ἀπόδειξιν γέγονε

    动词 γέγονε 与介词短语 εἰς τὸ γνῶναι(带冠词不定词的宾格)连用,表示结果或归宿,即“结果导致了……”。主语是前面的名词化不定词短语 αὐτὸ τὸ κατασκευάζειν μὴ εἶναι ἀπόδειξιν,表达了一个悖论:试图确立不存在证明这一举动本身,恰恰导向了对证明的认知与确立。

  2. 1.51κρείττω ἢ κατ’ ἀπόδειξιν τὴν περὶ αὐτῶν ἡμᾶς ὑπόληψιν ἔχειν

    比较级形容词 κρείττω(κρείττονα 的收缩形,修饰处于表语位置的 ὑπόληψιν)与 ἤ + κατά + 宾格构成比较结构,意为“优于/超越按证明所获得的”。整句作为受 διά 支配的宾格加不定词结构,意为“我们对它们拥有一种优于通过证明而获得的把握/理解”。

  3. 1.52ἀρχὴν μὲν ἀποδείξεως εἶναι νοῦν τὸν ἡμέτερον λέγων, ὅρους δὲ ἐξ ὧν σύγκειται τὰ ἀξιώματα

    由分词 λέγων 支配的双重宾格(宾格加不定词)结构。前半句为 ἀρχὴν... εἶναι νοῦν τὸν ἡμέτερον;在 ὅρους δέ 引出的后半句中省略了不定词 εἶναι,关系从句 ἐξ ὧν σύγκειται τὰ ἀξιώματα 作为宾格 ὅρους 的表语补足成分(“称各项是公理所由构成的成分”)。紧接着的 τουτέστι τὸν ὑποκείμενον... 则是对各项的具体同格说明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:47.1-48.18