← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§45.15-46.21

无穷后退引起的不可知论与循环证明派观点

注疏亚里士多德《后分析篇》72b7–15,菲洛波庞先后阐释了因无穷后退或第一原理不可证明而全盘否定知识的不可知论论据,以及主张通过循环证明使一切前提皆可被证明的对立派别立场。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.46

" Οἱ μὲν γὰρ ὑποθέμενοι μὴ εἶναι ὅλως ἐπίστασθαι, οὗτοι εἰς ἄπειρον ἀξιοῦσιν ἀνάγεσθαι." Ὅσοι, φησίν, ὑπέθεντο μὴ ὅλως ἀπόδειξιν γίνεσθαι μὴ προεγνωσμένων τῶν πρώτων διά τινων ἄλλων προτέρων, οὗτοι ἀξιοῦσι τοὺς λέγοντας εἶναι ἀπόδειξιν ἐπ’ ἄπειρον ἰέναι,1 εἰ τὰ πρῶτα διά τινων ἄλλων προτέρων κατασκευάζονται· μὴ γὰρ ἂν ἄλλως τὰ ὕστερα γνῶναι μὴ ἐγνωσμένων τῶν προτέρων. εἰ δὲ τὸ ἄπειρον ἀδιεξίτητον, ἀνῄρηται ἄρα ἡ ἀπόδειξις. τοῦτο δὲ ἔλεγον εἴτε ὄντως εἰς ἄπειρον ἰέναι τὰ πράγματα ὑποτιθέμενοι εἴτε ἐξ ὑποθέσεως τοῦτο λαμβάνοντες, εἴπερ δέοι ἀεὶ τὰ πρῶτα δι’ ἀποδείξεων ἄλλων προτέρων γινώσκειν.

“因为那些设定根本不可能认识的人,主张这会被归结于无穷。” 他说,凡是设定若非第一者通过其他某些更先者而被预先知晓、证明就根本不会产生的人,这些人主张那些声称存在证明的人必须走向无穷,如果第一者是通过其他某些更先者而被确立的话;因为若更先者未被知晓,便不能以其他方式认识后继者。而如果无穷是无法穷尽的,证明便被取消了。他们这样说,要么是假定事物确实走向无穷,要么是基于假定而采取这一点,如果确实必须始终通过其他更先的证明来认识第一者的话。

§1.47

"Ὀρθῶς λέγοντες· ἀδύνατον γὰρ τὰ ἄπειρα διελθεῖν." Τί ὀρθῶς λέγοντες; ὅτι μὴ προεγνωσμένων τῶν πρώτων οὐκ ἂν γινώσκοιτο τὰ δεύτερα· τοῦτο μὲν γὰρ ὀρθῶς ἔλεγον, καὶ αὐτὸς ἐν τῷ ὅρῳ τῆς ἀποδείξεως τοῦτο ἔθετο. οὐκέτι μέντοι τὸ δι’ ἀποδείξεως ταῦτα δεῖν γινώσκεσθαι ὀρθῶς ὑπετίθεντο.

“说得正确;因为不可能遍历无穷之物。” 在何事上说得正确?即若第一者未被预先知晓,第二者就不能被认识;因为这一点他们确实说得正确,且他自己在证明的定义中也设定了这一点。然而,他们不再正确地设定了必须通过证明来认识这些事物。

§1.48

"Εἰ δὲ ἵστανται καὶ εἰσὶν ἀρχαί, ταύτας ἀγνώστους εἶναι ἀποδείξεώς γε μὴ οὔσης αὐτῶν.2" Εἰ μή, φασίν, ἐπ’ ἄπειρον εἶσι τὰ πράγματα ἀλλ’ ἔστι τι πρώτιστον, ἀνάγκη τοῦτο δι’ ἀποδείξεως εἰδέναι· ἡ δὲ ἀπόδειξις διά τινων προτέρων· οὐκ ἄρα τοῦτο ἐνδέχεται ἐπίστασθαι. τούτου δὲ μὴ γνωσθέντος οὐδ’ ἂν τῶν μετ’ αὐτό τι γνῶναι δυνήσεται ἡ ἀπόδειξις.

“而如果它们停下来且存在原理,这些原理也是不可知的,至少在没有关于它们的证明的情况下。” 他们声称,即使事物不走向无穷而是存在某种最初者,也必须通过证明来认知它;而证明是通过某些更先者进行的;因此不可能科学地知晓它。而若此者未被知晓,证明也不能认识它之后的任何事物。

§1.49

"Ἀλλ’ ἐξ ὑποθέσεως, εἰ ἐκεῖνά ἐστιν." Ἁπλῶς μὲν γάρ, φασίν, ἀπόδειξις οὐκ ἔσται διὰ τὰ προειρημένα, ἐξ ὑποθέσεως δέ τι δυνατὸν κατασκευάσαι, ὅπερ οὐκ ἔστι κυρίως ἀπόδειξις· οἷον εἰ τὰ δύο πέντε εἰσί, καὶ τὰ πέντε δύο ἂν εἴη, καὶ εἰ ἡ γῆ πτερωτή, καὶ πτερὰ δήπουθεν ἂν ἔχοι.

“倒不如说是基于假定,如果那些东西存在的话。” 因为他们声称,由于前述原因,无条件的证明将不存在,但基于假定确立某物是可能的,而这并非严格意义上的证明;例如如果二是五,五也就是二;又如如果大地有翼,它自然就会有羽翼。

§1.50

"Οἱ δὲ περὶ μὲν τοῦ ἐπίστασθαι ὁμολογοῦσι· δι’ ἀποδείξεως γὰρ εἶναι μόνον· ἀλλὰ πάντων εἶναι ἀπόδειξιν οὐδὲν κωλύειν." Οὗτοι, φησίν, ὁμολογοῦσιν εἶναι ἀπόδειξιν, ἀπόδειξιν δὲ τῶν πρώτων δι’ ἀποδείξεως προεγνωσμένων. τὰ δὲ πρῶτα μὴ διά τινων ἄλλων προτέρων κατασκευάζεσθαι, ἀλλὰ κύκλῳ ἰέναι τὴν ἀπόδειξιν ἐκ τῶν ὑστέρων τὰ πρότερα κατασκευάζουσαν ὃν εἴπομεν τρόπον.

“而其他人关于认识则达成一致;因为认识仅通过证明;但没有任何东西阻止存在关于一切事物的证明。” 他说,这些人同意存在证明,但这是在第一者已通过证明而被预先知晓的前提下的证明。然而第一者并不是通过其他某些更先者被确立的,而是证明依循循环进行,按我们所说的方式从后继者中确立更先者。

语法注2 条
  1. 1.46ἀξιοῦσι τοὺς λέγοντας εἶναι ἀπόδειξιν ἐπ’ ἄπειρον ἰέναι

    动词 ἀξιόω 支配带不定式的宾格结构(τοὺς λέγοντας ... ἰέναι),意为“主张/迫使那些声称存在证明的人必须走向无穷”(将其作为必然推论)。主语是承接前文的 οὗτοι(不可知论者)。

  2. 1.48ἀποδείξεώς γε μὴ οὔσης αὐτῶν

    属格独立结构(genitive absolute)。小词 γε 与否定词 μή 连用,赋予了限制性与条件性语气:“至少在没有关于它们[原理]的证明的情况下”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:45.15-46.21