← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§43.24-45.14

不可知论与循环论证的谬误及直接前提

菲洛波诺斯重构并驳斥了否定证明者基于无穷倒退或不可证起点所作的论证(否定后件式),以及主张循环证明者所犯的肯定后件谬误,进而阐明亚里士多德的确切立场:直接前提(公理)优于证明且直接自明地可知。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.45#2

τούτῳ οὖν τῷ συνημμένῳ χρώμενοι οἱ μὲν μὴ εἶναι ἀπόδειξιν τιθέμενοι κατεσκεύαζον τοῦτο τῷ δευτέρῳ τῶν ὑποθετικῶν χρώμενοι τοῦτον τὸν τρόπον· εἰ ἔστιν ἀπόδειξις, ἀνάγκη προεγνῶσθαι τὰ πρῶτα δι’ ἀποδείξεως· ἀλλὰ μὴν ἀδύνατον προεγνῶσθαι τὰ πρῶτα δι’ ἀποδείξεως· οὐκ ἔστιν ἄρα ἀπόδειξις. πόθεν δὲ ὅτι οὐκ ἔστι τὰ πρῶτα γνῶναι δι’ ἀποδείξεως; ὅτι ἀνάγκη ἐπ’ ἄπειρον ἰέναι. εἰ γὰρ τὰ πράγματα ἄπειρά εἰσι, δεῖ τὰ πρῶτα διά τινων προτέρων ἀποδείκνυσθαι· τὸ δὲ ἄπειρον ἀδιεξίτητον· ὥστε οὐκ ἔσται τῶν πρώτων ἀπόδειξις· τῶν πρώτων δὲ μὴ ἐγνωσμένων ἀπόδειξιν γενέσθαι ἀδύνατον. εἰ δὲ καὶ μὴ ἐπ’ ἄπειρον εἰσὶ τὰ πράγματα ἀλλὰ καταλήξομεν εἴς τι ἔσχατον καὶ πρώτην ἀρχήν, ἀνάγκη δήπου ἐκεῖνο διὰ τὸ μὴ ἔχειν αὐτοῦ πρότερον μὴ εἶναι ἀποδεικτόν, εἴ γε φαμὲν τὰ πρῶτα δεῖν προεγνῶσθαι δι’ ἀποδείξεως, πᾶσαν δὲ ἀπόδειξιν ἔκ τινων πρώτων καὶ προεγνωσμένων εἶναι· τοῦ δὲ πρώτου μὴ ἀποδεδειγμένου οὐδ’ ἂν τὰ δεύτερα ἀποδεικνύοιτο. ὥστε λείπεται τὸ μὴ εἶναι ὅλως ἀπόδειξιν. οὕτω μὲν οὖν οἱ τὴν ἀπόδειξιν ἀναιροῦντες. οἱ δὲ πάντα ἀποδεικτὰ λέγοντες κατεσκεύαζον τοῦτο τοῦτον τὸν τρόπον· εἰ ἔστιν ἀπόδειξις, ἀνάγκη τὰ πρῶτα εἰδέναι δι’ ἀποδείξεως· ἀλλὰ μὴν ἔστι τὰ πρῶτα εἰδέναι δι’ ἀποδείξεως· ἔστιν ἄρα ἀπόδειξις. δῆλον δ’ ὅτι κακῶς τὴν πρόσληψιν ἐλάμβανον· τιθέντες γὰρ τὸ ἑπόμενον οὕτω συνῆγον τὸ ἡγούμενον δέον ἀνάπαλιν ἐν τῷ πρώτῳ τῶν ὑποθετικῶν τῇ θέσει τοῦ ἡγουμένου τὸ ἑπόμενον συνεισάγειν. εἰ γὰρ εἴποιμι οὕτως ‘εἰ ἄνθρωπός ἐστι, καὶ ζῷόν ἐστιν’, εἶτα προσλήψει χρήσομαι τῷ ἑπομένῳ ‘ἀλλὰ μὴν ἔστι ζῷον’, οὐκ ἔστιν ἀληθὲς τὸ συνάγειν ‘καὶ ἄνθρωπος ἄρα’. κακῶς οὖν τῇ προσλήψει χρώμενοι ψευδὲς συνῆγον συμπέρασμα. κατεσκεύαζον δὲ τὴν πρόσληψιν, λέγω δὴ τὸ ‘ἀλλὰ μὴν ἔστιν εἰδέναι τὰ πρῶτα δι’ ἀποδείξεως’, τοῦτον τὸν τρόπον· εἰ γὰρ καὶ μὴ ἔστι, φασί, διά τινων πρώτων ἀποδεικνύναι αὐτά, ἀλλ’ οὖν ἔστι τῇ κύκλῳ δείξει αὐτὰ ἀποδεῖξαι. ἡ δὲ κύκλῳ δεῖξις γίνεται λαμβανόντων ἡμῶν τὸ συμπέρασμα καὶ τὴν ἑτέραν τῶν προτάσεων ἀντιστρεφόντων καὶ κατασκευαζόντων τὴν λοιπήν.1 οἷον ἐν τῷ συλλογισμῷ τῷ λέγοντι ὅτι ὁ ἄνθρωπος γελαστικόν, τὸ γελαστικὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν, ὁ ἄνθρωπος ἄρα νοῦ καὶ ἐπιστήμης δεκτικόν, εἰ τὴν ἑτέραν τῶν προτάσεων, λέγω δὴ τὴν ‘ὁ ἄνθρωπος γελαστικόν’, τῇ κύκλῳ δείξει κατασκευάσαι βουλόμεθα, φαμὲν οὕτως· ὁ ἄνθρωπος νοῦ καὶ ἐπιστήμης δεκτικόν, τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν γελαστικόν. ὁ ἄνθρωπος ἄρα γελαστικόν. καὶ ἐπεὶ ὅθεν ἠρξάμεθα τὴν ἀρχήν, λέγω δὴ τῆς προτάσεως τῆς λεγούσης ‘ὁ ἄνθρωπος γελαστικόν’, νῦν εἰς τοῦτο κατελήξαμεν συμπεράσματι αὐτῇ χρησάμενοι, διὰ τοῦτο κύκλῳ δεῖξις τὸ τοιοῦτον κέκληται, διὰ τὸ τῷ αὐτῷ χρῆσθαι καὶ ἀρχῇ καὶ τέλει. οὕτως οὖν ἐλέγξας καὶ τοὺς πάντα ἀναπόδεικτα εἶναι λέγοντας καὶ τοὺς πάντα ἀποδεικτὰ εἶναι ὑποτιθεμένους αὐτὸς τὸ ἀληθὲς ὑπαγορεύει, ὅτι τινῶν μὲν ἔστιν ἀπόδειξις, τινῶν δ’ οὔ. καὶ παραδίδωσι τίνα οὐκ ἔστιν ἀποδεικτά, ὅτι αἱ ἄμεσοι προτάσεις, ἅπερ ἀξιώματα καλοῦμεν κρείττονα ὄντα ἢ κατὰ ἀπόδειξιν.2 εἰ μὲν γὰρ ἔστιν ἀπόδειξις, ἀνάγκη προεγνῶσθαι τὰ πρῶτα· οὐ μέντοι δι’ ἀποδείξεως προεγνῶσθαι αὐτὰ ἀνάγκη, ἀλλ’ ὅσα μὲν μή ἐστιν ἄμεσα, ταῦτα ἀνάγκη δι’ ἀποδείξεως προεγνῶσθαι, ὅσα δὲ ἄμεσά ἐστι καὶ κοιναὶ ἔννοιαι, ταῦτα οὐ δι’ ἀποδείξεως προεγνῶσθαι ἀνάγκη ἀλλ’ εἰδέναι αὐτὰ αὐτόθεν κρειττόνως ἢ κατ’ ἀπόδειξιν.

因此,那些主张不存在证明的人利用这个假言命题,通过采用假言推论的第二式按如下方式确立了这一点:“如果存在证明,就必须通过证明而预先知晓最初者;但确实不可能通过证明而预先知晓最初者;因此,不存在证明。”那么凭什么说不可能通过证明而认识最初者呢?因为必然会走向无穷。因为如果事物是无穷的,最初者就必须通过某些更先者而被证明;但无穷是无法穷尽的;因此将不会有关于最初者的证明;而若最初者未被知晓,证明便不可能产生。但即使事物不是无穷的,而是我们将终止于某种终极事物与第一原理,倘若我们确实声称最初者必须通过证明而预先知晓,且一切证明皆出自某些最初且预先已知的事物,那么那第一原理由于自身之前再无他物,就必然是不可证明的;而若第一者未被证明,第二者也就不能被证明。因此结论依然是根本不存在证明。那些取消证明的人便是这样论证的。 另一方面,那些声称一切皆可证明的人则按如下方式确立这一点:“如果存在证明,就必须通过证明而认识最初者;但确实能够通过证明而认识最初者;因此,存在证明。”但显而易见,他们错误地选取了副前提;因为他们通过设定后件来推导出前件,而在假言推论的第一式中,本应当相反地通过设定前件来引入后件。因为如果我这样说:“如果是人,也就是动物”,进而将后件作为副前提使用:“但确实是动物”,那么推导出“因此也是人”就是不真实的。因此,他们错误地使用副前提,推导出了一个虚假的结论。而他们确立副前提——我指的是“但确实能够通过证明而认识最初者”这一命题——的方式如下:他们声称,因为即使不能通过某些最初者来证明它们,但至少可以通过循环证明来证明它们。而循环证明是在我们选取结论、换位其中一个前提、并确立其余前提时产生的。例如,在声称“人能笑,能笑者可接受理智与科学知识,因此人可接受理智与科学知识”的推论中,如果我们希望通过循环证明来确立其中一个前提,即“人能笑”,我们便这样说:“人可接受理智与科学知识,可接受理智与科学知识者能笑;因此人能笑。”并且,既然我们如今通过将当初出发的起点——我指的是声称“人能笑”的前提——作为结论使用而终止于此,由于将同一事物既作为起点又作为终点使用,这种论证便被称为循环证明。 因此,在驳斥了声称一切皆不可证明的人以及设定一切皆可证明的人之后,他亲自指明了真理,即对某些事物存在证明,而对另一些事物则不存在。并且他传授了哪些事物是不可证明的,即直接前提是不可证明的,这些直接前提我们称之为公理,它们优越于依凭证明的事物。因为如果存在证明,最初者固然必须预先已知;然而,并不必须通过证明而预先知晓它们,而是凡非直接的事物,必须通过证明而预先知晓;而凡属直接的和共通概念的事物,则不必须通过证明而预先知晓,而是必须直接凭其自身以优于证明的方式认识它们。

语法注2 条
  1. 1.45λαμβανόντων ἡμῶν τὸ συμπέρασμα καὶ τὴν ἑτέραν τῶν προτάσεων ἀντιστρεφόντων καὶ κατασκευαζόντων τὴν λοιπήν

    此为独立属格结构(ἡμῶν λαμβανόντων... ἀντιστρεφόντων καὶ κατασκευαζόντων...),用以说明循环证明成立的时间与操作步骤。三个分词并列出现,分别支配各自的宾语:选取结论、换位其中一个前提、确立剩余的前提。

  2. 1.45κρείττονα ὄντα ἢ κατὰ ἀπόδειξιν

    此处为比较级(κρείττονα)与介词短语(ἢ κατὰ ἀπόδειξιν)构成的比较基准,意为“优越于依凭证明的认知”。这与文末的副词短语 κρειττόνως ἢ κατ’ ἀπόδειξιν(以优于证明的方式)完全照应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:43.24-45.14