← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§437.3-438.23

从感觉印象到普遍与无中介原理的认知过程

斐洛波诺斯注解了认知递进的过程:从种上无差别的个体感觉印象中产生对普遍的微弱认识,并逐级推进至更高的属与本质规定(动物、理性、会死),直至通过归纳把握无中介的原理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.199

" Ἡ δὲ ψυχὴ ὑπάρχει τοιαύτη οὖσα οἵα δύνασθαι πάσχειν τοῦτο." Ἤγουν ἡ δὲ λογικὴ ψυχὴ πάσχει τοῦτο, τὸ ἐκ τῶν πολλῶν μνημῶν ἐπισυνάγειν τὸ καθόλου.1

“而灵魂具有能够经受这回事的本性。” 这就是说,理性灵魂经受这回事,即从许多记忆中归纳出普遍。

§2.200

"Ὃ δὲ ἐλέχθη μὲν πάλαι, οὐ σαφῶς." Εἰπών, ὅτι τὸ καθόλου ἐκ τῶν αἰσθημάτων ἐπισυνάγεται, ἀσαφῶς τοῦτο ῥηθὲν ἔτι πάλιν διασαφεῖ.

“那在先前虽已提及、却未阐明者。” 在说明了普遍是从感觉内容中归纳出来的之后,他对这件曾被不清晰地说明过的事情再次予以澄清。

§2.201

"Στάντος γὰρ τῶν ἀδιαφόρων ἑνός." Ἀδιάφορα λέγει καὶ τὰ κατ’ εἶδος ὄντα ἀδιάφορα καὶ ὅμοια, ὡς ὁ Σωκράτης καὶ ὁ Πλάτων κατ’ εἶδός εἰσιν ἀδιάφοροι καὶ ὅμοιοι· ὡσαύτως καὶ ὁ ἄνθρωπος καὶ ὁ ἵππος ἀδιάφοροι λέγονται τῷ εἴδει· ζῷα γὰρ ἄμφω. καὶ ὡς ἐπισυνάγεται τὸ εἶδος τὸ εἰδικώτατον ἐκ τῶν μερικῶν, οὕτως αὖθις τὸ γένος ἐκ τῶν εἰδῶν. καὶ διασαφεῖ πῶς τοῦτο γίνεται. ἡ αἴσθησις ἐνεργήσασα περί τινα μερικὰ ἀδιάφορα κατ’ εἶδος ἅπαξ τὸ ἓν τοῦτο αἴσθημα ἔστησεν ἐν τῇ φαντασίᾳ καὶ ἐνετύπωσεν οὐ μόνον ἔχον ἀπόμορξιν ἰδιοτήτων καὶ συμβεβηκότων τινῶν, ἐξ ὧν τὰ μερικὰ συνίστανται καὶ γνωρίζονται, ἀλλὰ καὶ ἀπομάσσεταί τι τοῦ καθόλου.2 καθόλου δέ ἐστιν ἡ κοινότης καθ’ ἣν κοινωνοῦσι πάντα τὰ μερικά· οἱ γοῦν μερικοὶ ἄνθρωποι τὸ ζῷον, τὸ λογικόν, τὸ θνητὸν κοινὰ ἔχουσιν. ἡ γοῦν αἴσθησις ἰδοῦσα τὸν Σωκράτην καὶ Ἀλκιβιάδην καὶ ἀπομόρξασα μετὰ τῶν μερικῶν ἰδιωμάτων τῶν ἐν αὐτοῖς (μερικὰ δὲ ἰδιώματά εἰσι τὸ τὸν μὲν εἶναι κομήτην καὶ λευκόν, τὸν δὲ μὴ τοιοῦτον)3 καί τι τῶν ἐν αὐτοῖς θεωρουμένων κοινῶν, ἤγουν ἢ ὅτι ζῷά εἰσιν ἢ ὅτι λογικὰ ἤ τι τοιοῦτον, παρέπεμψε τοῦτο πρώτως τῇ φαντασίᾳ· ὃ πρῶτον αἴσθημα ἐντυπωθὲν ἐν αὐτῇ ἐνεποίησε τῇ ψυχῇ καὶ γνῶσίν τινα ἀμυδρὰν τοῦ καθόλου. ὡσαύτως καὶ τὸ δεύτερον αἴσθημα καὶ τὸ τρίτον καὶ τέταρτον ὅμοια ὄντα καὶ μετὰ τῶν ἰδιωμάτων καὶ συμβεβηκότων τῶν ἐν τοῖς μερικοῖς ἔχοντά τι καὶ τῶν ἐν αὐτοῖς κοινῶν ἐντυπωθέντα καὶ ταῦτα τῇ φαντασίᾳ ἐνεποίησαν τῇ ψυχῇ καὶ γνῶσιν τοῦ καθόλου· ἡ αἴσθησις γὰρ οὐ μόνον ἀντιλαμβάνεται τῶν καθ’ ἕκαστα, ἤγουν τῶν συμβεβηκότων καὶ ἰδιοτήτων, ἐξ ὧν τὰ μερικὰ συνεστήκασιν, ἀλλὰ καὶ τοῦ καθόλου ἀνθρώπου, ἤγουν ἀλλὰ καὶ τινῶν ἐξ ὧν ὁ καθόλου ἄνθρωπος συνίσταται.

“因为在无差别者中有一个站定之后。” 他把在种上无差别且相似的事物也称为无差别者,正如苏格拉底和柏拉图在种上是无差别且相似的;同样,人与马在[广义的]种上也被称为无差别者,因为两者皆是动物。正如最特殊的种是从个体中被归纳出来的,属又进而从诸种中被归纳出来。他澄清了这是如何发生的。感觉在就种上无差别的某些个体运作之后,便将这单一的感觉内容一劳永逸地固定在想象力中并印刻下来,它不仅带有某些特有属性和偶性的印记(个体正是由这些所构成并被认识的),而且也拓印下了普遍的某种东西。而普遍就是所有个体依其而相通的共通性;个别的人们至少共有动物、理性和会死。无论如何,感觉在看到苏格拉底和阿尔基比亚德之后,连同其内在的个别特质(个别特质即指一人长发且肤白,而另一人非如此),也将见于他们之中的某种共有之物——即或者他们是动物,或者他们是理性的,抑或诸如此类者——拓印下来,首先将其传递给想象力;印刻在想象力中的这第一个感觉内容,在灵魂中也产生了一种对普遍的模糊认识。同样,第二、第三和第四个感觉内容也是相似的,它们在带有存在于个体之中的特质与偶性的同时,也包含了某些见于其之中的共有之物,同样印刻在想象力中,在灵魂中产生了对普遍的认识;因为感觉不仅把握单个事物,即个体赖以构成的偶性与特有属性,而且也把握普遍的人,即构成普遍的人的某些成分。

§2.202

"Ἀλλ’ οὐ Καλλίου ἀνθρώπου." Ἤγουν ἀλλ’ οὐκ ἀντιλαμβάνεται μόνων τῶν συνιστώντων τοὺς μερικοὺς ἀνθρώπους ἀλλὰ καὶ τινῶν τῶν τοῦ καθόλου, οἷον ὅτι λογικά εἰσι τὰ ὁρώμενα ἢ ὅτι θνητὰ ἢ ὅτι ζῷα.

“而非卡利亚斯这个人。” 这就是说,它不仅仅把握构成个别的人的成分,而且也把握属于普遍者的某些成分,例如所见之物是理性的、会死的或是动物。

§2.203

"Πάλιν ἐν τούτοις ἵσταται." Ἑνὸς οὖν αἰσθήματος ἐντυπωθέντος ἐν τῇ ψυχῇ, εἶτα καὶ δύο καὶ τριῶν καὶ τεσσάρων καὶ ἄλλων πολλῶν ἐχόντων καί τινα ἀπόμορξιν τοῦ καθόλου, ὡς εἴπομεν, πάλιν ἐν τούτοις ἵσταται ἕτερα αἰσθήματα, ἕως ἂν καταντήσωσιν εἰς τὸ ἐπισυνάξαι τὰ ἀμερῆ, ἤγουν τὰ καθόλου. οἷον ἡ αἴσθησις ὁρῶσα τὸν Καλλίαν πρῶτον κρίνει τοῦτον ὡς ζῷον τοιονδί, ἤγουν λελευκωμένον καὶ τετριχωμένον· εἶτα κατὰ μικρὸν κρίνει τοῦτον καὶ ζῷον εἶναι, καὶ μετὰ ταῦτα ζῷον τοιόνδε, ἤγουν λογικόν.

“再次在这些之中站定。” 因此,在灵魂中印刻了一个感觉内容,接着又如我们所说印刻了带有普遍的某种印记的两、三、四乃至许多其他感觉内容之后,其他感觉内容便再次在这些之中站定,直到它们最终达到归纳出无部分者,即普遍。例如,看到卡利亚斯的感觉首先将他判定为这样的一种动物,即肤白且有毛发的;接着逐渐判定他也是动物,在此之后又判定他是这样的一种动物,即理性的。

§2.204

"Καὶ ἐν τούτῳ ὡσαύτως." Ἤγουν καὶ κρίνασα τοῦτον ζῷον λογικὸν ὕστερον ἐπιγινώσκει τοῦτο καὶ ὡς θνητόν, καὶ οὕτω κατὰ προκοπὴν προβαίνουσα ἐπισυνάγει τελείως τὸν κοινὸν καὶ καθόλου ἄνθρωπον ἐν τῇ ψυχῇ.

“而在其中亦是如此。” 这就是说,在判定他是理性动物之后,后来又认识到这也是会死的,如此循序渐进,在灵魂中将共同且普遍的人完全归纳出来。

§2.205

"Δῆλον δὴ ὅτι ἡμῖν τὰ πρῶτα." Πρῶτα λέγει τὰς ἀρχάς, ἤγουν τὰς ἀμέσους προτάσεις, αἵτινες γνωρίζονται καὶ ἐπισυνάγονται τῇ ψυχῇ ἐξ ἐπαγωγῆς· ὡς γὰρ ἐν τῇ ἐπαγωγῇ συνάγομεν τὸ καθόλου διὰ τῶν μερικῶν, οὕτω καὶ ὁ νοῦς ἐπισυνάγει τὸ καθόλου, ἤγουν τὰς ἀμέσους προτάσεις ἢ καὶ τοὺς ὁρισμούς.

“因此显而易见,对于我们而言,第一者。” 他所谓的“第一者”是指诸原理,即无中介的前提,它们是通过归纳被灵魂所认识并归纳出来的;因为正如我们在归纳中通过个体归纳普遍一样,理智也同样归纳出普遍,即无中介的前提乃至定义。

语法注3 条
  1. 2.199τὸ ἐκ τῶν πολλῶν μνημῶν ἐπισυνάγειν τὸ καθόλου

    定冠词带不定式短语,与前面的指示代名词 τοῦτο 构成同格,阐明灵魂所经受的(πάσχει)具体内容即“从许多记忆中归纳出普遍”。

  2. 2.201οὐ μόνον ἔχον ἀπόμορξιν ἰδιοτήτων καὶ συμβεβηκότων τινῶν, ἐξ ὧν τὰ μερικὰ συνίστανται καὶ γνωρίζονται, ἀλλὰ καὶ ἀπομάσσεταί τι τοῦ καθόλου

    在 οὐ μόνον... ἀλλὰ καί... 的对应结构中出现了句式转换(破格):前半句为分词短语(中性单数宾格分词 ἔχον 与 αἴσθημα 一致),后半句则转为定式动词(现在时直陈式第三人称单数 ἀπομάσσεται,主语为 αἴσθησις)。

  3. 2.201τὸ τὸν μὲν εἶναι κομήτην καὶ λευκόν, τὸν δὲ μὴ τοιοῦτον

    中性单数定冠词 τό 将整个带宾格的不定式结构(τὸν μέν... εἶναι... τὸν δέ...)名词化,作为先行词 μερικὰ ἰδιώματα 的同格说明成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:437.3-438.23