← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§435.11-437.2

从经验到普遍的过渡与溃退战线的比喻

注解亚里士多德《后分析篇》100a1–100a12,论述了从感觉到记忆、经验再到普遍以及技术与科学原理的循序渐进过程,并阐释了溃败的战线由士兵逐一重新集结的战斗比喻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.195

" Πολλῶν δὲ τοιούτων γινομένων." Εἰπών, ὡς εἰσί τινα ζῷα ἔχοντα καθαρὰν τὴν ἐπιμονὴν τῶν αἰσθημάτων, διαιρεῖ πάλιν τὰ τοιαῦτα ζῷα εἰς τὰ ἔχοντα δύναμιν ἐπισυνάγειν τὸν λόγον, ἤγουν τὸ καθόλου ἐκ τῆς ἐπιμονῆς τῶν τοιούτων αἰσθημάτων πολλῶν γενομένων, ὡς ἐπὶ τῶν ἀνθρώπων. τοῖς δὲ τῶν ζῴων οὐκ ἐπισυνάγεται τὸ καθόλου, κἂν πολλὰ αἰσθήματα ἐν αὐτοῖς ἐπισυναθροισθῶσιν, ὡς ἐπὶ τῆς μελίσσης καὶ τῶν ὄνων καὶ τῶν περιστερῶν. ὥστε ἐκ μὲν τῆς αἰσθήσεως ἐπισυνάγονται αἰσθήματα πολλὰ ἐν τῇ φαντασίᾳ, ἐξ ὧν γίνεται ἡ μνήμη. ἐκ δὲ μνήμης πολλάκις τοῦ αὐτοῦ γινομένης, ἤγουν πολλῶν δὲ μνημῶν συναθροισθεισῶν, γίνεται ἐμπειρία, ἤγουν γνῶσίς τις δυνάμεως πράγματός τινος. οἷον εἶδον μυριάκις τὸν ἐλλέβορον κενοῦντα χολήν, καὶ πολλὰ αἰσθήματα τοιαῦτα ἐν τῇ φαντασίᾳ μου ἐνετυπώθησαν, ἐξ ὧν ἐπισυνηθροίσθησαν μνῆμαι πολλαί· ἐκ δὲ τῶν πολλῶν μνημῶν γέγονέ μοι ἐμπειρία καὶ γνῶσις, ὡς ὁ ἐλλέβορος δύναμιν ἔχει κενωτικὴν χολῆς. ἡ δὲ γνῶσις αὕτη ἠρεμήσασα καὶ ἐμπαγεῖσα καὶ ἑδραιωθεῖσα ἐν τῇ ψυχῇ μου, ὡς οὕτως ἔχει ὁ ἐλλέβορος καὶ οὐκ ἄλλως, τὸ καθόλου συνῆξεν, ἤγουν τὸ ‘πᾶς ἐλλέβορος καθαίρει’, ὃ καθόλου ἐστὶν ἀρχὴ τῶν ἀποδείξεων. ἐπεὶ δὲ τὸ καθόλου τριττόν ἐστι, ἢ τὸ πρὸ τῶν πολλῶν, ὅπερ εἰσὶν αἱ ἰδέαι αἱ παρὰ τῷ Πλάτωνι, καὶ τὸ ἐπὶ τοῖς πολλοῖς καὶ τὸ ἐν τοῖς πολλοῖς, ἐφερμηνεύων ποῖον σημαινόμενον τοῦ καθόλου ἐκ τῆς ἐμπειρίας ἐνεπάγη τῇ ψυχῇ καὶ ἡδραίωται, ἐπάγει ὡς καθόλου φημὶ τὸ ἓν ὃ ἕτερον μέν ἐστι παρὰ τὰ πολλά,1 ἤγουν τὰ μερικά (λόγος γάρ ἐστι τοῦτο· τὰ δὲ μερικὰ σώματα), ἐν πᾶσι δὲ τούτοις τοῖς μερικοῖς ἐμφαίνεται καὶ θεωρεῖται· ὡς ὁ ἄνθρωπος ὁ καθόλου λόγος μέν ἐστιν ἕτερος τῶν μερικῶν ἀνθρώπων, ἐν τούτοις δὲ ἐμφαίνεται. ἀλλὰ θεωρητέον καὶ τὸ κείμενον.

“在许多此类事情产生时。” 在说明了存在某些拥有对感觉内容的清晰留存的动物之后,他再次将这类动物区分为:一类如在人类的情况下那样,拥有能力从许多此类感觉内容所产生的留存中归纳出理性定义,即普遍;而在动物中的另一类中,普遍并不被归纳出来,即使在它们之中积累了许多感觉内容,如在蜜蜂、驴和鸽子的情况下一般。因此,从感觉中在想象力里归纳出许多感觉内容,记忆由之产生。而从关于同一事物频繁产生的记忆中,也就是在许多记忆积累之后,经验得以产生,即关于某事物的能力的一种认识。例如,我无数次看到嚏根草排出胆汁,许多此类感觉内容印刻在我的想象力中,由此积累了许多记忆;而从这许多记忆中,我产生了一种经验和认识,即嚏根草具有排出胆汁的能力。而这种在我的灵魂中静止、固定并确立起来的认识——即嚏根草是如此这般的而非以别的方式存在——归纳出了普遍,即作为证明之原理的“凡嚏根草皆能导泻”这一普遍。既然普遍有三种涵义,或者是在多之前者(即柏拉图那里的理念),或者是在多之上者,或者是在多之中者,在解释究竟是何种涵义的普遍从经验中固定并确立于灵魂中时,他补充道:我所说的普遍是指与多(即个体)不同的一(因为这是定义,而个体是物体),但在所有这些个体中显现并被观察到的东西;正如普遍的人是不同于个别的人的定义,但显现于这些人之中。不过,原文也必须加以考察。

§2.196

"Ἐκ δὲ τῆς ἐμπειρίας ἤ." Τὸ ‘ἢ’ ἀντὶ τοῦ ‘καὶ’ ληπτέον.2 ἔστι δὲ τοιοῦτον· ἐκ δὲ τῆς ἐμπειρίας καὶ ἐκ παντὸς αἰσθήματος τοῦ ἠρεμήσαντος ἐν τῇ ψυχῇ καὶ ἑδραιωθέντος γίνεται ἡ γνῶσις τοῦ καθόλου τοῦ ἑνὸς ὄντος παρὰ τὰ πολλά, ἤγουν τοῦ ἑτέρου ὄντος παρὰ τὰ μερικά. ὃ καθόλου 〈ἓν〉 ἐνῇ, ἤγουν ἐμφαίνεται ἓν καὶ τὸ αὐτὸ ἐν ἅπασιν ἐκείνοις τοῖς μερικοῖς. τὸ δὲ τοιοῦτον καθόλου τὸ ἕτερον μὲν ὂν παρὰ τὰ μερικὰ ἐν τούτοις δὲ θεωρούμενον γίνεται ἀρχὴ τέχνης καὶ ἐπιστήμης. εἰ μὲν οὖν ἐπισυνήχθη τὸ καθόλου τοῦτο ἀπὸ τῶν περὶ γένεσιν, ἤγουν τῶν ἐν γενέσει καὶ φθορᾷ ὄντων πραγμάτων, ἐστὶν ἀρχὴ τῆς τέχνης, ἐὰν δὲ περὶ τὸ ὄν, ἤγουν ἐὰν ἐπισυνήχθη ἀπὸ τῶν ἀεὶ καὶ ὡσαύτως ἐχόντων πραγμάτων, ἤγουν τῶν ἀιδίων, ἐστὶν ἀρχὴ τῆς ἐπιστήμης.

“从经验或者。” “或者”应当被当作“并且”来理解。其意思是这样的:从经验以及从在灵魂中静止并确立起来的一切感觉内容中,产生了关于那在多之外的一,即不同于个体的普遍的认识。这个普遍作为一个单一者内在于其中,即作为同一的单一者显现于所有那些个体之中。而这种不同于个体却在这些个体中被观察到的普遍,便成为了技术和科学的原理。因此,如果这个普遍是从关涉生成的事物中,即从处于生成与毁灭之中的事物中归纳出来的,它就是技术的原理;但若是关涉存在,即若是从常在且同一状态的事物中,即从永恒的事物中归纳出来的,它就是科学的原理。

§2.197

"Οὔτε δὴ ἐνυπάρχουσιν ἀφωρισμέναι." Ἤγουν οὔτε εἰσὶν ἐν τῇ ψυχῇ ἡμῶν ἕξεις τινὲς γνωστικαὶ τῶν ἀρχῶν ἀφωρισμέναι, τουτέστιν ἐνεργείᾳ οὖσαι καὶ ἐφεστηκυῖαι, οὔτε ἐπιγίνεται ἡ γνῶσις τῶν ἀρχῶν ἐξ ἄλλων τινῶν γνώσεων καὶ ἕξεων γνωστικωτέρων, ἤγουν ἀκριβεστέρων τῆς γνώσεως τῶν ἀρχῶν (καὶ τί γὰρ ἂν εἴη τὸ γνωστικώτερον ἐκεῖνο καὶ ἀκριβέστερον ὂν τῆς γνώσεως τῶν ἀρχῶν;), ἀλλ’ ἀπὸ αἰσθήσεως, ὡς δέδεικται, ἐνδίδονται ἡμῖν ἀφορμαὶ ἐξ ὧν τὸ καθόλου συνάγομεν καὶ ἐπιγινώσκομεν.

“它们既非以确定状态内在于其中。” 这就是说,在我们的灵魂中既不存在以确定状态(即处于现实态并已就绪)存在的关于原理的认识性品质,原理的认识也不是从某种更具认识性(即比原理的认识更精确)的其他认识和品质中后继产生的(因为究竟有什么会比原理的认识更具认识性、更精确呢?);相反,正如已经证明的那样,感觉为我们提供了契机,我们正是从中归纳并认识普遍的。

§2.198

"Οἷον ἐν μάχῃ τροπῆς γενομένης." Διὰ τούτου τοῦ παραδείγματος παριστᾷ, πῶς ἐπισυνάγεται ἡμῖν τὸ καθόλου ἐκ τῆς αἰσθήσεως. καὶ φησίν· ἔστωσαν ὡς ἐν λόγῳ παραδείγματος ἑκατὸν ἄνδρες πόλεμον κατ’ ἐναντίων συγκροτήσαντες, οἳ τραπέντες διεσπάρησαν, καὶ ἐντεῦθεν διελύθη ὁ πόλεμος. εἶτα εἷς τις τῶν φυγάδων ἀλκὴν δυσάμενος παλιννοστήσας ἐκ τῆς φυγῆς κατὰ πρόσωπον ἔστη τῶν ἐναντίων. εἶτα ἕτερος τῶν φυγάδων τοῦτον ἰδὼν στάντα συνῆλθε τούτῳ εἰς βοήθειαν· καὶ τοῦτο ἕκαστος τῶν φυγόντων ποιήσας, ἔστησαν αὖθις καὶ οἱ ἑκατὸν εἰς μάχην τὴν πρώην διαφθαρεῖσαν. ὡς γοῦν ἐπὶ τῆς μάχης διαφθαρείσης συνέβη πάλιν συστῆναι ταύτην ἐκ τοῦ ἐπισυναχθῆναι τὸν καθ’ ἕνα τῶν φυγόντων, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς3 γέγονεν. τῶν γὰρ ἀλόγων δυνάμεων τῆς ψυχῆς, θυμοῦ λέγω καὶ ἐπιθυμίας, ἐπικρατησάντων τῆς λογικῆς ψυχῆς συνέβη φθαρῆναι τὴν τοῦ καθόλου γνῶσιν τὴν ἐν αὐτῇ οὖσαν. εἶτα ἐκ τῆς αἰσθήσεως ἑνὸς αἰσθήματος ἐντυπωθέντος ἐν τῇ φαντασίᾳ καὶ αὖθις ἑτέρου τοιούτου καὶ οὕτω πολλῶν αἰσθημάτων ἐπισυναχθέντων μνῆμαι πολλαὶ γίνονται· ἐκ δὲ τῶν μνημῶν ἐμπειρία μία· ἐκ δὲ τῆς ἐμπειρίας ἐπεγένετο αὖθις τῇ ψυχῇ ἡ τοῦ καθόλου γνῶσις.

“正如在战斗中发生了溃退时。” 通过这个例子,他阐明了我们如何从感觉中归纳出普遍。他说:姑且举例设定有一百个人排开阵势与敌人交战,他们被击溃后四散开来,战斗由此瓦解。随后,逃亡者中的某一个人鼓起勇气,从逃跑中折返回来直面敌人站定。接着,另一名逃亡者看到这个人站定,便过来援助他;逃亡者中的每一个人都这样做了之后,这一百个人再次站定,重新投入到先前被破坏的战斗中。正如在战斗被破坏后,由于逃跑者中的每一个人被重新聚集起来而再次构成了战斗一样,在灵魂中发生的情形也是如此。因为当灵魂的非理性能力(我指的是血气和欲望)压倒了理性灵魂时,灵魂中所具有的关于普遍的认识便遭到了破坏。随后,从感觉出发,一个感觉内容被印刻在想象力中,接着又是另一个,如此这般许多感觉内容被聚集起来,便产生了许多记忆;而从记忆中产生了一个经验;从经验中,关于普遍的认识便再次后继产生于灵魂之中。

语法注3 条
  1. 2.195ἐπάγει ὡς καθόλου φημὶ τὸ ἓν ὃ ἕτερον μέν ἐστι παρὰ τὰ πολλά

    主动词 ἐπάγει(他补充道)的主语未明言,指亚里士多德。其后的 ὡς 引导陈述,φημί 作为亚里士多德自身的话语(或注疏者代其立言)起作用。παρὰ τὰ πολλά 是表示分离或区别的介词短语(“不同于诸多/在诸多个体之外”)。

  2. 2.196Τὸ ‘ἢ’ ἀντὶ τοῦ ‘καὶ’ ληπτέον.

    注疏者在句法上将亚里士多德原文(100a6)中的“ἢ”理解为并非表示析取(或者),而是等同于并列/添加的“καὶ”(并且)。基于这种读法,“经验”与“静止的一切感觉内容”被作为产生普遍认识的并列根据加以说明。

  3. 2.198τῶν γὰρ ἀλόγων δυνάμεων τῆς ψυχῆς, θυμοῦ λέγω καὶ ἐπιθυμίας, ἐπικρατησάντων τῆς λογικῆς ψυχῆς

    在此属格独立结构中,尽管语法主语是阴性名词 δυνάμεων(诸能力),分词 ἐπικρατησάντων 却采用了阳性复数属格,这是受后置同位短语 θυμοῦ... καὶ ἐπιθυμίας(尤其是阳性名词 θυμός 或复合主语)的吸引同化所致。句意上表示时间或原因:“当灵魂的非理性能力,即血气与欲望,压倒了理性灵魂时”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:435.11-437.2