- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:438.24-440.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯注解《后分析篇》卷二第19章(100b5–100b10),将灵魂的思考能力划分为始终为真者(理智与科学知识)与可真可假者(意见与推论),并论证由于依赖言论的科学论证无法证明无中介的诸原理本身,因此把握第一原理的认识能力唯有理智。
" Ἐπεὶ δὲ τῶν περὶ τὴν διάνοιαν ἕξεων." Αἱ δυνάμεις τῆς ψυχῆς αἱ μέν εἰσιν ἄλογοι πάντη, ὡς ἡ θρεπτικὴ καὶ αὐξητική, αἱ δέ εἰσι λόγῳ ἐπιπειθεῖς, ὡς θυμὸς καὶ ἐπιθυμία, αἱ δέ εἰσι λογικαί. καὶ τῶν λογικῶν αἱ μέν εἰσιν ἀεὶ ἀληθεῖς, ὡς νοῦς καὶ ἐπιστήμη, αἱ δέ εἰσι ποτὲ μὲν ἀληθεῖς ποτὲ δὲ ψευδεῖς, ὡς ἡ δόξα καὶ ὁ λογισμός· αἱ δέ εἰσι λογικαὶ ἐν αἷς οὔτε τὸ ψεῦδος θεωρεῖται οὔτε τὸ ἀληθές, ὡς ἡ αἴσθησις καὶ ἡ φαντασία. λογισμὸν δὲ λέγει τὸν νοῦν τὸν πρακτικὸν τὸν δυνάμει νοῦν λεγόμενον, ὃς λογίσει καὶ κρίσει καὶ ἐξετάσει καθυποβάλλει τὰ πράγματα. ὁ γὰρ νοῦς κυρίως νοῦς λέγεται, ὅταν περὶ τὰ ἀεὶ καὶ ὡσαύτως ἔχοντα ἐνεργῇ, ἃ καὶ κυρίως αὐτῷ πρὸς νόησιν ὑπόκεινται. ὅταν δὲ ὁ νοῦς ἐκστῇ μὲν τοῦ θεωρεῖν τὰ ὄντως ὄντα, ἐξώρροπος δὲ γένηται καὶ νεύσῃ περὶ τὰ ἐν γενέσει καὶ φθορᾷ πράγματα τὰ ἐν ῥοῇ καὶ ἀπορροῇ καὶ μυρίαις μεταβολαῖς τυγχάνοντα καὶ περὶ τὰ πρακτὰ ταῦτα καὶ πολιτικὰ πράγματα, ἃ ἐνδέχεται γενέσθαι καὶ μὴ γενέσθαι, τότε λέγεται λογισμὸς καὶ νοῦς πρακτικός. λογίζεται γὰρ καὶ κρίνει, ὡς εἰ μὲν τόδε ποιήσω, ἤγουν κένωσιν τῶν ἐνοχλούντων χυμῶν, οὐκ ἂν νόσῳ περιπέσοιμι, εἰ δ’ οὔ, εἰς νόσον βαρεῖαν ἐμπεσεῖν μοι γένηται.1 ἕξεις γὰρ περὶ τὴν διάνοιάν φησι τὰς δυνάμεις τῆς λογικῆς ψυχῆς, ὧν τινὲς μὲν ποτὲ μὲν ἀληθεύουσι ποτὲ δὲ ψεύδονται, ὡς ἡ δόξα καὶ ὁ λογισμός, αἱ δὲ 〈ἀεὶ〉 εἰσιν ἀληθεῖς, ὡς ὁ νοῦς καὶ ἡ ἐπιστήμη. οὐδὲν δὲ γένος ἄλλο, ἤγουν εἶδος, ἀκριβέστερον καὶ τιμιώτερόν ἐστι τῆς ἐπιστήμης, ἤγουν τῆς δι’ ἀποδείξεως εἰδυίας τὰ πράγματα, παρὸ νοῦς.2 αἱ δ’ ἀρχαὶ τῶν ἀποδείξεων, αἱ ἄμεσοι προτάσεις, γνωριμώτεραί εἰσι παρὸ τὸ ἀποδειχθὲν διὰ τῆς ἐπιστήμης, ἤγουν τῆς ἀποδείξεως· τὸ γὰρ ἀποδεικτὸν ἀποδέδεικται καὶ γνώριμον γέγονε διὰ τῶν ἀρχῶν.
“既然在关于思考的状态之中。” 灵魂的诸种能力,有的完全没有理性,如滋养能力和生长能力;有的服从理性,如怒气和欲望;有的则是理性的。在理性能力中,有的始终为真,如理智和科学知识;有的有时为真,有时为假,如意见和推论;还有一些理性能力,在其中既不见所谓假,亦不见所谓真,如感觉和想象力。而他所谓的推论,是指实践理智,即被称为潜能中的理智,它将事物诉诸推求、判断与审察。因为严格意义上的理智,是在它就始终且同样持存的事物运作时才被称为理智的,而这些事物也正是严格奠定于它面前以供理解的对象。但是,当理智脱离对真实存在者的观相,向外倾斜并偏向于处在生成消灭中的事物,即处于流转、消散以及千变万化之中的事物,偏向于这些可付诸实践和城邦事务的、可能发生也可能不发生的事情时,它便被称为推论和实践理智。因为它是这样推求和判断的:例如“如果我做这事,即排泄困扰的体液,我就不会陷入疾病;若不然,我可能陷入沉重的疾病”。因为他所说的关于思考的状态,是指理性灵魂的诸种能力,其中有的有时为真有时为假,如意见和推论,而有的则〈始终〉为真,如理智和科学知识。在理智之外,没有任何其他属,即种,比科学知识——即通过论证而认识事物的知识——更精确、更可贵。而论证的诸原理,即无中介的前提,比起通过科学知识(即通过论证)被证明者更为可知;因为可证明者正是通过诸原理被证明并成为可知的。
"Ἐπιστήμη δ’ ἅπασα μετὰ λόγου." Ἅπασα μὲν ἐπιστήμη καὶ ἀπόδειξις διὰ λόγου γίνεται, ἤγουν συλλογισμοῦ· ἐπιστήμη δὲ καὶ γνῶσις τῶν ἀρχῶν οὐκ ἂν εἴη διὰ συλλογισμοῦ. ἐπεὶ δὲ ἐν ταῖς λογικαῖς δυνάμεσι τῆς ψυχῆς ἀληθέστερα τῶν ἄλλων εἰσὶν ἡ ἐπιστήμη καὶ ὁ νοῦς, ἐὰν οὖν ἡ ἐπιστήμη ἡ δι’ ἀποδείξεως γινομένη οὐ δύναται ἀποδεῖξαι τὰς προτάσεις, ἤγουν τὰς ἀρχάς, διὰ τὸ μηδὲ εἶναι δυνατὸν λαβεῖν ἀρχοειδέστερα τούτων ἐξ ὧν ὁ συλλογισμὸς προβαίη, νοῦς ἄρα εἴη3 ὁ τὰς ἀρχὰς γινώσκων. ἡ γὰρ δόξα καὶ ὁ συλλογισμὸς περὶ τὰ ἐνδεχόμενα καταγινόμενα καὶ ποτὲ μὲν ἀληθεύοντα ποτὲ δὲ ψευδόμενα πῶς ἂν δύναιντο γνωρίζειν καὶ γινώσκειν τὰς ἀμέσους προτάσεις ἀεὶ ἀληθεῖς οὔσας; τοῖς γοῦν γνωσθεῖσιν ἐκ τούτων ὧν εἴπομεν ἔστιν ἰδεῖν ὅτι ὥσπερ τῆς ἀποδείξεως οὐκ ἀπόδειξίς ἐστιν 〈ἄλλη ἀρχὴ〉 ἀλλ’ ἡ ἄμεσος πρότασις, οὕτως οὐδ’ ἡ ἐπιστήμη καὶ ἡ ἀπόδειξίς ἐστιν ἀρχὴ ἀποδείξεως καὶ τῆς γνώσεως τῶν ἀρχῶν ἀλλ’ ὁ νοῦς. εἰ γοῦν μηδὲν ἄλλο γένος, ἤγουν εἶδος γνώσεως, τῆς ἐπιστήμης καὶ τῆς ἀποδείξεώς ἐστιν ἀληθέστερον ἀλλ’ ἢ ὁ νοῦς μόνος, τουτέστιν εἰ μηδεμία δύναμις τῆς λογικῆς ψυχῆς, καθ’ ἃς ἀληθεύομεν, ἐστὶν ἀληθέστερον ἀλλ’ ἢ ὁ νοῦς μόνος, νοῦς ἄρα εἴη ἀρχὴ τῆς ἐπιστήμης καὶ τῆς γνώσεως τῶν ἀρχῶν. καὶ ἡ ἀρχὴ τῆς γνώσεως τῆς ἀρχῆς, ἤγουν τῶν ἀμέσων προτάσεων, εἴη ἂν ὁ νοῦς. ἡ δὲ πᾶσα ἐπιστήμη ἡ δι’ ἀποδείξεως ἐπιγινώσκει τὰ πράγματα τὰ ἐπιστητά, ἤγουν ὡς ὁ νοῦς γινώσκει τὰς ἀρχὰς τῆς ἀποδείξεως, οὕτως ἡ ἀπόδειξις γινώσκει τὰ ἐπιστητὰ πράγματα καὶ ἀποδεικτά.
“而一切科学知识皆伴随言论。” 一切科学知识与论证都是通过言论,即通过三段论而产生的;但对诸原理的科学知识和认识却不可能通过三段论产生。既然在灵魂的诸理性能力中,科学知识和理智比其余能力更为真实,那么,如果通过论证而产生的科学知识无法证明这些前提,即诸原理——因为根本不可能把握比这些更具原理性的东西作为三段论据以前进的基础——,那么认识诸原理的就应当是理智。因为意见和三段论关注的是可变的事物,且有时为真有时为假,它们怎么可能认知并认识始终为真的无中介前提呢?因此,根据我们所说的这些可知的事实可以看出,正如论证的〈原理〉不是另一论证而是无中介的前提,科学知识和论证同样也不是论证以及对诸原理的认识的原理,唯有理智才是。因此,如果除了理智之外,没有任何其他认识的属(即种)比科学知识和论证更真实——也就是说,如果在我们赖以把握真理的理性灵魂诸能力中,除理智之外没有任何能力更真实——,那么理智就应当是科学知识以及对诸原理的认识的原理。而对原理的认识(即对无中介前提的认识)的原理,就应当是理智。而一切通过论证的科学知识认识可知的事物;也就是说,正如理智认识论证的诸原理,论证同样认识可知与可证的事物。
- 2.206εἰς νόσον βαρεῖαν ἐμπεσεῖν μοι γένηται
γένηται 为连接式,以非人称方式使用,以不定式短语 εἰς νόσον βαρεῖαν ἐμπεσεῖν μοι(“我陷入重病”)为真正的主语,构成表示发生或结果的句式(“对我而言可能发生……”)。
- 2.206παρὸ νοῦς
παρὸ νοῦς 等同于 παρὰ τὸν νοῦν(或 πλὴν τοῦ νοῦ),作为表示排除的短语,意为“除理智之外”。紧随其后的 παρὸ τὸ ἀποδειχθέν(“比起被证明者”)亦为此用法,与前文的比较级(ἀκριβέστερον / γνωριμώτεραι)搭配,构成表示比较与除外的句式。
- 2.207ἐὰν οὖν ἡ ἐπιστήμη ... οὐ δύναται ... νοῦς ἄρα εἴη
此句属于一种混合条件句式:ἐάν 后接直说式现在时 οὐ δύναται,而归结节则采用省略 ἄν 的推论性潜能祈愿式 εἴη。条件句设立了一个几近既定事实的前提(“若科学知识无法证明……”),由此引出逻辑推论(“那么理智应当就是……”)。
