- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:434.1-435.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德将感觉能力(99b34)作为认识原理的起点,注解者结合各类动物的生态划分了感觉表象留存的有无与清晰程度,并阐明了如何从留存的感觉中联合相似事物以通向普遍知识的过程。
" Φαίνεται δὲ τοῦτό γε πᾶσιν." Εἰπών, ὅτι ἔχομέν τινα δύναμιν σύμφυτον, λέγει νῦν καὶ τίς ἐστιν αὕτη. καὶ φησὶν ὅτι ἡ αἰσθητικὴ δύναμίς ἐστιν, ἥτις ἐν πᾶσι τοῖς ζῴοις θεωρεῖται καὶ οὐκ ἐν ἀνθρώποις μόνοις· καὶ γὰρ καὶ τὰ ζῷα ἔχουσι τὴν δύναμιν ταύτην τὴν αἰσθητικὴν σύμφυτον τὴν κριτικὴν οὖσαν καὶ ἀντιληπτικὴν τῶν αἰσθητῶν. πλὴν κἂν ἐν πᾶσι ζῴοις ἡ δύναμις αὕτη θεωρῆται, ἀλλ’ οὖν τινὰ μὲν τῶν ζῴων οὐ μόνον αἰσθάνεται, ἀλλ’ ἐκτυποῦται καὶ ἐγκαταγράφεται ἐν αὐτοῖς ὁ τύπος τοῦ αἰσθητοῦ, τινὰ δὲ αἰσθάνονται μέν, οὐ μὴν δὲ ἐκτύπωσις τοῦ αἰσθήματος ἐν αὐτοῖς ἐγγίνεται, ἀλλ’ ἔστ’ ἂν ὁρῶσι τὸ αἰσθητὸν ἢ ἀκούωσιν, ἐπιγινώσκουσιν οἷον αὐτό, ἐπὰν δὲ πόρρω τοῦ αἰσθήματος γένωνται, παντελῆ ἄγνοιαν ἔχουσι τούτου, οἷον οἱ σκώληκες καὶ αἱ μυῖαι καὶ αἱ εὐλαί· ἐν τούτοις γὰρ ἐπιμονὴ τοῦ αἰσθήματος καὶ ἐκτύπωσις οὐκ ἐπιμένει. ὅθεν καὶ τὰς μυίας ἴδῃ τις καὶ τοὺς σκώληκας1 ἐξελθόντας τοῦ τόπου, ἐν ᾧ ἐμφωλεύουσι, τῇδε κἀκεῖσε περιερχομένους καὶ πλανωμένους ὡς μὴ γινώσκοντας παλιννοστῆσαι ὅθεν ἐξῆλθον. ἐν τισὶ δὲ τῶν ζῴων ἔνεστιν ἐπιμονὴ τοῦ αἰσθήματος, ἀλλ’ ἀμυδρά τις καὶ βραχεῖα διὰ τὸ καὶ τὸ φανταστικὸν ἔχειν ὀλίγον, ἐν ᾧ ἐγκαταγράφονται καὶ ἐντυποῦνται τὰ αἰσθήματα. οἷον αἱ κίσσαι καὶ οἱ ψιττακοὶ αἰσθάνονται μὲν τῶν φωνῶν τῶν λεγόντων, ἀμυδρὰ δέ τις ἐντύπωσις τούτων ἐν αὐτοῖς ἐγγίνεται· καὶ διὰ τοῦτο ἀπομιμοῦνται τὰς φωνὰς τῶν ἀνθρώπων ἢ καὶ ἄλλων ζῴων, πλὴν οὐ καθαρῶς. ἐν τισὶ δέ ἐστιν ἐπιμονὴ καθαρὰ τοῦ αἰσθήματος διὰ τὸ καὶ καθαρώτερον τὸ φανταστικὸν ἔχειν, οἷον οἱ ἄνθρωποι, ἀλλὰ καὶ τινα ζῷα, οἷον αἱ μέλισσαι καὶ αἱ περιστεραὶ [καὶ οἱ ὄνοι]· πολλάκις γὰρ ταῦτα ἐκτοπίζονται τῶν φωλεῶν καὶ σίμβλων διάστημα τριῶν ἢ καὶ τεσσάρων ἡμερῶν καὶ παλιννοστοῦσιν ὅθεν ἐξῆλθον. ἀλλὰ καὶ ὁ ὄνος περιπατῶν καὶ ἐντυχὼν βοθύνῳ καὶ ἐμπεσὼν ἅπαξ ἐν αὐτῷ, κἂν που συμβαίη μετὰ παρέλευσιν χρόνου οὐκ ὀλίγου διέρχεσθαι τὴν πρὸς βόθυνον ἄγουσαν, οὐδέποτ’ ἂν πεισθείη ταύτην περιπατῆσαι, κἂν πληττόμενος ᾖ. ἀλλὰ θεωρητέον καὶ τὸ κείμενον. τισὶ μὲν τῶν ζῴων γίνεται μονὴ τοῦ αἰσθήματος, τοῖς δὲ οὐ γίνεται. καὶ ἐν ὅσοις ἢ μὴ ὅλως ἐγγίνεται μονὴ τοῦ αἰσθήματος ἢ περὶ ἃ μὴ ἐγγίνεται, 〈ἤγουν〉 ἢ ἐγγίνεται μὲν μονὴ τῶν αἰσθημάτων, περὶ ἃ ἐνήργησεν αἰσθήματα, οὐ μὴν δὲ καθαρὰ ἀλλ’ ἀμυδρά τις, τοῖς τοιούτοις ζῴοις ἔξω τοῦ αἰσθάνεσθαι γνῶσις οὐκ ἔστιν, ἤγουν τοῦ αἰσθήματος πόρρω τῆς αἰσθήσεως αὐτῶν γενομένου οὐκ ἔχουσι γνῶναι καὶ ἀναλαβέσθαι ὅτι εἶδόν ποτε ἢ ἤκουσάν τι.2 ἐν οἷς δέ ἐστιν αἰσθανομένοις [μονὴ τοῦ αἰσθήματος], ἤγουν ἐν τισὶ δὲ αἰσθανομένοις, σὺν τῷ εἶναι ἐν αὐτοῖς τὴν μονὴν ἔτι καὶ ἔχειν ἐν τῇ ψυχῇ ἕν τι, ἤγουν δύναμίν τινα ἐπισυνάπτουσαν τὰ ὅμοια τῶν αἰσθημάτων ὧν ἔσχον τὴν αἴσθησιν. οἷον ἐπὶ ἀνθρώπων εἶδόν ποτε ὡς ὁ Σωκράτης πιὼν ἐλλέβορον χολὴν ἐκένωσε· τοῦτο εἶδον καὶ ἐπὶ τοῦ Πλάτωνος. ταῦτα τὰ αἰσθήματα τῇ φαντασίᾳ ἐνετυπώθησαν. εἶτα μετὰ παραδρομήν τινος καιροῦ ἰδὼν ἐλλέβορον ἐδυνήθην ἐπισυνάψαι τοῦτο οἷς εἶδον διὰ τὴν ὁμοιότητα καὶ ἐντεῦθεν γνῶναι ὅτι καὶ οὗτος κενωτικὸς χολῆς ἐστιν.
“但这至少对所有[动物]都是显而易见的。” 在说明了我们拥有一种天赋的能力之后,他现在也说明了这是什么能力。他说,这就是感觉能力,它在所有动物中都可以被观察到,而不仅仅存在于人类中;因为动物们也拥有这种天赋的感觉能力,它是对可感觉事物的判断和领会能力。然而,即使这种能力在所有动物中都可以被观察到,但某些动物不仅能感觉,而且可感觉事物的印记还会在它们之中被模印和刻写下来,而另一些动物虽然能感觉,但在它们之中并不会产生感觉内容的模印,只要它们看得见或听得到可感觉事物,它们仿佛认识它,但一旦远离了感觉对象,它们便对之完全无知,例如蠕虫、苍蝇和蛆;因为在这些动物中,感觉内容的留存和模印并不持久。因此人们也会看到苍蝇和蠕虫从它们筑巢的地方出来后,四处游荡并四处徘徊,宛如不知道如何返回它们出来的地方一样。但在某些动物中,存在着感觉内容的留存,但这只是一种微弱而短暂的留存,因为它们所拥有的想象力也很微少,而感觉内容正是刻写和印刻在想象力之中的。例如喜鹊和鹦鹉能感知说话者的声音,但在它们之中只产生关于这些声音的微弱印迹;正因如此,它们模仿人类或其他动物的声音,只是模仿得并不清晰。而在另一些动物中,存在着感觉内容的清晰留存,这是因为它们拥有更清晰的想象力,例如人类,但也有某些动物,例如蜜蜂、鸽子[和驴];因为它们常常离开巢穴和蜂箱达三到四天的路程,却仍能返回它们出来的地方。不仅如此,驴在行走时遇到坑洼并掉进去一次后,即使在过去了相当长的一段时间之后碰巧走过通往该坑洼的道路,也绝不会被说服去走这条路,哪怕挨打也是如此。不过,原文也必须加以考察。在某些动物中会产生感觉内容的留存,而在另一些动物中则不会产生。而在那些完全不产生感觉内容的留存,或者就其不产生留存的动物中——也就是说,就其进行过感觉活动的感觉内容而言,虽然产生了留存,但并不是清晰的而是微弱的——在这样的动物中,在感觉活动之外就不存在认识;也就是说,一旦感觉内容远离了它们的感觉,它们就无法认识并回忆起自己曾经看过或听过某事。然而在那些能感觉且其中存在[感觉内容的留存]的动物中,即在某些能感觉的动物中,除了留存存在于它们之中外,还能够在灵魂中保有一个单一的东西,即一种将它们曾有感觉的感觉内容中相似者联结起来的能力。例如在人类的情况下,我曾经看到苏格拉底喝了嚏根草后排出了胆汁;我在柏拉图身上也看到了这一点。这些感觉内容印刻在了想象力之中。随后,在经过一段时间后,我看到了嚏根草,由于相似性,我能够将它与我曾见过的那些情况联结起来,并由此认识到这个东西也是能排出胆汁的。
- 2.194ὅθεν καὶ τὰς μυίας ἴδῃ τις καὶ τοὺς σκώληκας
ἴδῃ τις 是不定过去时虚拟式与不定代名词 τις 构成的潜在/可能句式(“人们或许会看见”)。后续的分词 περιερχομένους καὶ πλανωμένους 以及 ὡς μὴ γινώσκοντας 均与直接宾语 τὰς μυίας καὶ τοὺς σκώληκας 保持宾格一致。
- 2.194ἐν οἷς δέ ἐστιν αἰσθανομένοις [μονὴ τοῦ αἰσθήματος], ἤγουν ἐν τισὶ δὲ αἰσθανομένοις, σὺν τῷ εἶναι ἐν αὐτοῖς τὴν μονὴν ἔτι καὶ ἔχειν ἐν τῇ ψυχῇ ἕν τι
对亚里士多德原文(100a1–2 ἔνεστιν αἰσθανομένοις ἔχειν ἔτι ἐν τῇ ψυχῇ)的转述。ἐν οἷς δέ ἐστιν αἰσθανομένοις 为关系从句,主干结构借助非人称动词 ἐστίν(相当于 ἔνεστιν,“能够/可能”)统辖不定词 ἔχειν。介词短语 σὺν τῷ εἶναι 带有定冠词不定词,表达附加情况(“在留存存在于它们之中的同时”),并与 ἔτι καὶ ἔχειν(“进一步在灵魂中保有……”)相呼应。
