← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§432.23-433.35

第一原理的认知与天赋认识之疑难

在亚里士多德总结《后分析篇》关于论证的讨论并转向其原理(直接前提)的认知问题之际,注疏者提出了关于原理的认识究竟是天赋的还是后天的疑难,并阐明了灵魂拥有提供线索的潜在能力这一解决方案的引入。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.193

" Περὶ μὲν οὖν συλλογισμοῦ καὶ ἀποδείξεως." Ὅτι μὲν ἀπόδειξις λέγεται αὐτὴ ἡ ἐνέργεια καθ’ ἣν ἐνεργοῦμεν καὶ ἀποδεικνύομεν, ἀποδεικτικὴ δὲ ἐπιστήμη ἐστὶν ἡ τῇ ψυχῇ ἡμῶν ἐνοῦσα ἕξις αὐτῆς, ἐξ ἧς προβαίνει ἡ ἐνέργεια, εἴρηται καὶ πρότερον. ἐπεὶ γοῦν, φησί, καθ’ αὑτὸ προθέντες περὶ ἀποδείξεως διδάξαι, ἧς χάριν καὶ περὶ συλλογισμοῦ ἐφθάσαμεν διδάξαι, καὶ ἀπεδώκαμεν, τί τέ ἐστιν ὁ ὁρισμὸς τοῦ συλλογισμοῦ καὶ τί ὁ τῆς ἀποδείξεως, καὶ πῶς γίνεται ἡ ἀπόδειξις, ὅτι ἐκ προτάσεων ἀμέσων καὶ καθ’ αὑτὸ καὶ πρώτων, πᾶσαν μὲν οὖν τὴν διδασκαλίαν τὴν περὶ ἀποδείξεως ἐπεράναμεν· λείπεται δὲ νῦν1 καὶ περὶ τῶν ἀρχῶν αὐτῆς διδάξαι, ἃς εἴπομεν εἶναι τὰς ἀμέσους προτάσεις καὶ καθ’ αὑτὸ καὶ πρώτας. δεῖ γοῦν εἰπεῖν, πῶς γίνονται γνώριμοι αἱ ἀρχαὶ τῆς ἀποδείξεως, καὶ τίς ἐστιν ἡ ἕξις καὶ ἡ ἐπιστήμη ἡ γνωρίζουσα καὶ παριστῶσα ταύτας. δεῖ δὲ μικρόν τι πρῶτον ἀπορῆσαι περὶ αὐτῶν. καὶ ὅτι μὲν ἀδύνατον γενέσθαι ἀπόδειξιν, εἰ μὴ γινώσκομεν τὰς πρώτας ἀρχάς, ἤγουν τὰς ἀμέσους προτάσεις ἐξ ὧν συνίστανται, εἴρηται πρότερον. νῦν δὲ ζητοῦμεν, πόθεν ἔχομεν τὴν γνῶσιν τῶν ἀμέσων τούτων προτάσεων, καὶ πότερον ἡ γνῶσις τῶν ἀμέσων προτάσεων ἡ αὐτή ἐστι τῇ γνώσει τῇ ἐπιγινομένῃ ἡμῖν δι’ ἀποδείξεως ἢ ἑτέρα, καὶ πότερον ἡ ἑκατέρας γνῶσις, ἡ δι’ ἀποδείξεως γινομένη καὶ ἡ τῶν ἀρχῶν γνῶσις, ὡς εἰς ἓν γένος ἀνάγονται τὴν ἐπιστήμην2 ἢ τοῦ μέν, ἤγουν τῆς ἀποδείξεως, γένος ἡ ἐπιστήμη ἐστί, τοῦ δέ, ἤγουν τῆς γνώσεως τῶν ἀρχῶν, γένος ἐστὶν οὐχ ἡ ἐπιστήμη ἀλλ’ ἕτερόν τι, καὶ πότερον αἱ ἕξεις, καθ’ ἃς γινώσκομεν τὰς ἀρχάς, οὐκ ἐνοῦσαι ἡμῖν ἐκ γενετῆς καὶ σύμφυτοι ὕστερον ἐγγίνονται ἡμῖν ἐκ μαθήσεώς τινος ἢ ἔνεισιν ἡμῖν ἐκ γενετῆς, λανθάνουσι δὲ ἡμᾶς, ὅτι εἰσὶν ἐν ἡμῖν, καὶ ἀγνοοῦντες διατελοῦμεν ὅτι ταύτας ἔχομεν. εἰ μὲν δὴ ἔχομεν αὐτὰς ἐν τῇ ψυχῇ καὶ ἀγνοοῦμεν ὅτι ταύτας ἔχομεν, ἄτοπον. πῶς γὰρ οὐκ ἄτοπον τὸ ἀγνοεῖν ὃ ἔχομεν; καὶ συμβαίνει λανθάνειν ἡμᾶς ὅτι ἔχομεν τὰς γνώσεις τῶν ἀρχῶν, αἳ ἀκριβέστεραι τῶν ἀποδείξεών εἰσιν. ἡ μὲν γὰρ ἀπόδειξις ἐπιστήμη ἐστὶν ἐξ ἑτέρων τὸ πρᾶγμα ἀποδεικνύουσα· ἡ δὲ γνῶσις τῶν ἀρχῶν κρείττων ἐστὶν ἢ κατὰ ἀπόδειξιν,3 ἤγουν οὐ δι’ ἀποδείξεως γίνεται ἀλλὰ ἀκριβεστέρα ταύτης ἐστὶ καὶ τιμιωτέρα. εἰ δὲ μὴ ἔχοντες τὰς ἕξεις, καθ’ ἃς γινώσκομεν τὰς ἀρχάς, ἐκ φύσεως λαμβάνομεν αὐτὰς ὕστερον ἐκ μαθήσεως, ἐπειδὴ πᾶσα μάθησις ἐκ προϋπαρχούσης γίνεται γνώσεως, ἀδύνατόν ἐστιν εὑρεῖν προτέραν τινὰ καὶ ἀρχοειδεστέραν τῶν ἀρχῶν, ἐξ ἧς ἔστιν ὁδηγηθῆναι πρὸς γνῶσιν τῶν ἀρχῶν· ἀδύνατον γάρ, ὥσπερ καὶ ἐλέγομεν ἐξ ἀρχῆς ἐν τῇ ἀποδείξει, μάθησιν γενέσθαι ἢ διδασκαλίαν ἄνευ προϋπαρχούσης τινὸς γνώσεως. ταῦτα προαπορήσας ἐπάγει· φανερὸν ὅτι οὐ δυνατὸν ἔχειν αὐτὰς ἐκ γενετῆς καὶ συμφύτους, οὔτε μὴν ἀγνοοῦσιν ἡμῖν αὐτὰς καὶ μηδεμίαν ἕξιν καὶ γνῶσιν αὐτῶν ἔχουσίν ἐστι δυνατὸν ἐγγίνεσθαι τὴν μάθησιν αὐτῶν ὕστερον. καὶ λοιπόν, ἐπεὶ οὔτε ταύτας συμφύτους ἔχομεν οὔτε μὴ ἔχοντες δυνάμεθα ὕστερον ταύτας μαθεῖν, ἀνάγκη λοιπὸν ἔχειν τινὰ δύναμιν ψυχικὴν ἐπιχορηγοῦσαν ἡμῖν ἀφορμὰς πρὸς γνῶσιν αὐτῶν. ἡ δὲ δύναμις αὕτη οὐκ ἔστι τιμιώτερον καὶ ἀκριβέστερον τῆς γνώσεως τῶν ἀρχῶν, κἂν ἐξ αὐτῆς ἀφορμὰς λαβόντες ταύτας γινώσκωμεν.

“关于推论与论证,因此。” 论证是指我们据以行动并进行论证的活动本身,而论证性知识则是内在存在于我们灵魂中的关于它的品质,该活动由此生发,这一点在前面也已经说过。他说,既然我们把就其自身讲授论证作为课题,为了论证我们也先行讲授了推论,并说明了推论的定义是什么,论证的定义是什么,以及论证是如何产生的——即从直接的、就其自身的、第一的前提产生——因此,我们便完成了关于论证的全部教学;而现在剩下的,就是还要就其原理进行讲授,我们曾说过这些原理就是直接的、就其自身的、第一的前提。因此,必须说明论证的原理是如何为人所知的,以及认识并呈现这些原理的品质和知识究竟是什么。但首先必须就它们提出一点疑问。而如果不认识第一原理,即构成论证的直接前提,就不可能有论证产生,这一点前面已经说过。但现在我们探究的是:我们从何处获得这些直接前提的认识;直接前提的认识与通过论证而在我们之中产生的认识是相同的还是不同的;两者的认识——即通过论证产生的认识与原理的认识——是否被归入作为单一属的知识,抑或知识只是其中一者(即论证)的属,而另一者(即原理的认识)的属则不是知识而是别的某种东西;以及我们据以认识原理的那些品质,究竟不是从出生起就内在存在于我们之中、非天赋的而在后来由于某种学习产生于我们之中,还是从出生起就存在于我们之中,只是它们存在于我们之中这一点逃过了我们的注意,以至于我们始终不知道自己拥有它们。如果我们在灵魂中确实拥有它们,却不知道自己拥有它们,那是荒谬的。因为不知道自己所拥有的东西,这怎能不荒谬呢?而且这会导致我们没有察觉到自己拥有对原理的认识,而这些认识是比论证更加精确的。因为论证是从其他事物出发证明该事物的知识;而对原理的认识则优于按论证而来的认识,也就是说,它不是通过论证产生的,而是比论证更精确、更尊贵。但如果我们不是生来就拥有据以认识原理的品质,而是在后来通过学习获得它们,由于一切学习都是从预先存在的认识产生的,那么要找到某种比原理在先且更具本原性的认识,以便从中被引导走向对原理的认识,就是不可能的;因为正如我们从一开始在论证中所说的那样,没有任何预先存在的认识,学习或教学是不可能产生的。在预先提出了这些疑问之后,他接着指出:显然,从出生起就拥有它们并具有天赋是不可能的;而当我们不知道它们、对它们没有任何品质和认识时,它们的学习在后来产生于我们之中,也同样是不可能的。最终,既然我们既不是天赋地拥有它们,也不能在不拥有它们的情况下在后来学会它们,那么最终必然拥有某种灵魂能力,为我们提供走向认识它们的前提线索。而这种能力并不是比原理的认识更尊贵、更精确的东西,即使我们是从中获得线索才认识了它们。

语法注3 条
  1. 2.193ἐπεὶ γοῦν, φησί, καθ’ αὑτὸ προθέντες... πᾶσαν μὲν οὖν τὴν διδασκαλίαν τὴν περὶ ἀποδείξεως ἐπεράναμεν· λείπεται δὲ νῦν

    针对引导原因从属从句的 ἐπεί,主句开头以复显小词 οὖν(πᾶσαν μὲν οὖν...)呼应,在长篇的插入结构之后重新衔接并确认主句的主干。主句结构由 πᾶσαν μὲν οὖν... ἐπεράναμεν 与 λείπεται δὲ νῦν... 之间的 μὲν... δέ 对举构成。

  2. 2.193πότερον ἡ ἑκατέρας γνῶσις, ἡ δι’ ἀποδείξεως γινομένη καὶ ἡ τῶν ἀρχῶν γνῶσις, ὡς εἰς ἓν γένος ἀνάγονται τὴν ἐπιστήμην

    在作为单数主语的 ἡ ἑκατέρας γνῶσις 出现后,后接同位语列举了两种认识(ἡ δι’ ἀποδείξεως γινομένη 与 ἡ τῶν ἀρχῶν γνῶσις),导致谓语动词受到语义影响而被牵引为复数 ἀνάγονται。τὴν ἐπιστήμην 则作为 ἓν γένος 的宾格补足成分或同位语。

  3. 2.193κρείττων ἐστὶν ἢ κατὰ ἀπόδειξιν

    比较级(κρείττων)后接 ἢ κατά 加宾格的习惯结构,表示超出某种标准或尺度,即“优于论证的层次/超出论证所及”。注疏者紧接着用 ἤγουν οὐ δι’ ἀποδείξεως γίνεται(即不是通过论证产生的)对这一短语作了进一步阐释。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:432.23-433.35