- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:431.21-432.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《后分析篇》99b7–11,阐明当与大端项换位的原因中项无法直接通达最下位种时,必须引入第二中项;并讨论两个中项中哪一个是谓项属于具体种的原因,最终断定最接近具体种的中项是其直接原因。
" Εἰ δὲ εἰς τὸ ἄτομον μὴ εὐθύς." Ἐν μὲν τοῖς προσεχῶς εἰρημένοις ἐλάμβανεν αἴτιον μέσον τὸ Β καὶ τὸ Γ, ἤγουν τὸ ἄχολον καὶ τὸ ξηρόν, μὴ ἀντιστρέφοντα πρὸς τὸ μεῖζον ἄκρον μηδὲ αὐτῷ ἐξισάζοντα. νῦν δὲ λαμβάνει τὸ Β αἴτιον ἀντιστρέφον πρὸς τὸ Α καὶ φησίν· ἐὰν τὸ Β, τὸ αἴτιον, καὶ τὸ Α, τὸ αἰτιατόν, ἀντιστρέφωσιν, οὐκ εὐθὺς δὲ ὁ μέσος ἔρχεται καὶ καταντᾷ εἰς τὰ ἄτομα, ἤγουν τὰ εἴδη τὰ εἰδικώτατα, οὔτε μὴν δι’ αὐτοῦ τοῦ μέσου ὁ μείζων καταντᾷ εἰς τὰ ἄτομα, ἤγουν τὰ εἴδη τὰ εἰδικώτατα, ἐξ ἀνάγκης δεῖ καὶ ἑτέρου μέσου, ἵνα δι’ αὐτοῦ καὶ τὸ Α καὶ τὸ Β ὑπάρχῃ τοῖς Δ, ἤγουν εἰ τὸ Α, τὸ φυλλορροεῖν, καὶ τὸ Β τὸ αἴτιον, ἤγουν τὸ πήγνυσθαι τὸν ὀπόν, οὐ καταντῶσιν ἀμέσως πρὸς τὰ ἄτομα, ἀνάγκη εἶναι ἕτερον μέσον, τὸ Γ τὸ πλατύφυλλον, δι’ οὗ καὶ ἄμφω ἐπισυναφθήσεται τοῖς Δ. καὶ εἰ μὴ τὸ μέσον καὶ τὸ αἴτιον ἓν μόνον ἐστίν, ἤγουν τὸ Β, ἀλλ’ ἔστι καὶ ἕτερον μέσον, τὸ Γ περιεχόμενον ὑπὸ τοῦ Β, πότερον, ἤγουν ποῖον ἀπὸ τῶν δύο μέσων, ὑπάρχει αἴτιον τοῦ τὸ Α ὑπάρχειν τοῖς καθ’ ἕκαστα,1 τὸ πρῶτον τὸ πρὸς τὸ καθόλου, ἤγουν τὸ Β τὸ προσεχὲς αἴτιον ὑπάρχον τῷ καθόλου, ἢ τὸ πρὸς τὸ καθ’ ἕκαστα, ἤγουν ἢ τὸ Γ τὸ προσεχὲς αἴτιον τοῖς καθ’ ἕκαστα;
“但如果不是直接达到不可分者。” 在紧接前文所说的内容中,他曾取中项Β和Γ作为原因,即无胆汁和干燥,它们并不与大端项换位,也不与它均等。但现在他取了一个与Α换位的原因Β,并说:如果原因Β与结果Α换位,而中项并未直接走向并达到不可分者,即最下位种,且大端项也确实没有通过这一中项达到不可分者,即最下位种,那么必然也需要另一个中项,以便通过它使Α与Β两者都属于Δ;也就是说,如果落叶即Α与其原因即树液凝结即Β,并未直接达到不可分者,就必然存在另一个中项,即宽叶即Γ,通过它,两者都将与Δ相联结。如果中项兼原因不仅有一个(即Β),而且还有被Β所包容的另一个中项Γ,那么这两个中项中的哪一个,即何种中项,是Α属于各个个别事物的原因呢?是朝向全称的第一者,即作为全称的直接原因的Β,还是朝向各个个别事物的一者,即作为各个个别事物的直接原因的Γ?
"Δῆλον δή." Τοῦτο ἡ λύσις τοῦ ζητήματος. φησὶ γὰρ ὅτι τὰ ἐγγύτατα ὄντα μέσα τοῖς καθ’ ἕκαστα ταῦτά εἰσιν αἴτια τοῦ τὸ Α ὑπάρχειν ἑκάστῳ ᾧ αἴτιον, ἤγουν τοῖς καθ’ ἕκαστα, ὧν ἐστιν αἴτιον προσεχὲς τὸ Γ.
“显然。” 这是对该疑问的解答。因为他说,最接近各个个别事物的中项,这些才是Α属于以它为原因的各个事物(即Γ是其直接原因的那些各个个别事物)的原因。
"Τοῦ γὰρ τὸ πρῶτον ὑπὸ τὸ [καθόλου ὑπάρχειν τοῦτο αἴτιον.2" Πρῶτον ὑπὸ τὸ καθόλου νοητέον τὸ Β· τοῦτο γὰρ τὸ Β εἰρηκὼς ὄπισθεν πρῶτον πρὸς τὸ καθόλου, ἤγουν τὸ Α, νῦν λέγει αὐτὸ πρῶτον ὑπὸ τὸ καθόλου, ὡς ταὐτὸν εἶναι τὸ ὑπὸ τῷ ‘πρός’. ζητήσας οὖν, ποῖον ἀπὸ τῶν δύο μέσων ὑπάρχει αἴτιον τοῦ τὸ Α τοῖς Δ ὑπάρχειν, ἐπάγει τὴν τοῦ ζητήματος λύσιν ἀπὸ τοῦ μᾶλλον ἐπιχειρῶν. φησὶ γάρ· εἰ τὸ Β ὁρισμὸς ὢν τοῦ Α ἐπισυνάπτεται τοῖς Δ διὰ μέσου τοῦ Γ, ἀνάγκη καὶ τὸ ὁριστόν, ἤγουν τὸ Α, διὰ μέσου τοῦ Γ ὑπάρχειν τοῖς Δ. τὸ μὲν οὖν Γ ἐστὶν αἴτιον τοῦ τὸ Α ὑπάρχειν τοῖς Δ· τὸ δὲ Β πάλιν αἴτιόν ἐστιν τοῦ τὸ Α ὑπάρχειν τῷ Γ· αὐτὸ δέ, τὸ Β, ἐστὶν αἴτιον τοῦ τὸ Α ὑπάρχειν τούτῳ, τῷ Β, ἀμέσως καὶ οὐ δι’ ἄλλου τινὸς αἰτίου· τὸ γὰρ Β ὁρισμός ἐστι τοῦ Α, ὁ δὲ εἰδικὸς ὁρισμὸς ἀρχή ἐστιν ἄμεσος καὶ ἀναπόδεικτος.
“因为这是全称之下的第一者属于的原因。” “全称之下的第一者”应当理解为Β;因为在前面把这个Β称为“朝向全称(即Α)的第一者”之后,他现在称其为“全称之下的第一者”,因为“在……之下”与“朝向”是同一回事。因此,在追问了两个中项中的哪一个是Α属于Δ的原因之后,他通过从更强的论据着手引出了该疑问的解答。因为他说:如果作为Α之定义的Β是通过中项Γ与Δ相联结的,那么被定义者即Α也必然通过中项Γ属于Δ。因此,Γ是Α属于Δ的原因;而Β反过来则是Α属于Γ的原因;至于Β本身,则是Α直接且不通过任何其他原因属于这个事物(即Β)的原因;因为Β是Α的定义,而种的定义是直接的且不可论证的本原。
- 2.190πότερον, ἤγουν ποῖον ἀπὸ τῶν δύο μέσων, ὑπάρχει αἴτιον τοῦ τὸ Α ὑπάρχειν τοῖς καθ’ ἕκαστα
双重选择疑问句结构。由 πότερον ... ἢ ...(是……还是……)构成骨架,前者为 τὸ πρῶτον τὸ πρὸς τὸ καθόλου,后者为 ἢ τὸ πρὸς τὸ καθ’ ἕκαστα。它承接前文由 εἰ μὴ ... ἀλλ’ ἔστι ... 引领的条件从句,构成句子的主干。
- 2.192Τοῦ γὰρ τὸ πρῶτον ὑπὸ τὸ [καθόλου ὑπάρχειν τοῦτο αἴτιον
属格带冠词不定词 Τοῦ ... ὑπάρχειν 依附于名词 αἴτιον(“……属于的原因”)。τὸ πρῶτον ὑπὸ τὸ καθόλου 是不定词的逻辑主语(宾格主语),而 τοῦτο 则充当主句的主语/表语(“这就是……的原因”)。
