← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§430.8-431.20

字母图式中原因与结果的换位关系

斐洛庞努斯注解了亚里士多德《后分析篇》99a28–34,解释了“种子”作为叶柄末端的含义,并借助字母(Α、Β、Γ、Δ、Ε)构成的图式阐明了原因与结果在外延上的随顺与换位关系,进而说明同一结果对于不同种的事物可以具有多个不同的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.186

" Τοῦ σπέρματος ὀπόν." Σπέρμα λέγεται τὸ ἄκρον τοῦ ὀχάνου, καθ’ ὃ συνάπτεται τῷ φύλλῳ. σπέρμα δὲ λέγεται τὸ ἄκρον διὰ τὸ ἐγκεῖσθαι ἐν αὐτῷ τὴν σπερματικὴν ἀρχὴν καὶ δύναμιν, ἐξ ἧς φύεται τὸ φύλλον.

“种子的液。” “种子”是指叶柄的末端,即它与叶片相连接之处。末端之所以被称为“种子”,是因为在其中内含着种子性的始基与潜能,叶片正是由此长出的。

§2.187

"Ἐπὶ δὲ τῶν σχημάτων ὧδε ἀποδώσει." Ἐπὶ μὲν τῶν πραγμάτων, φησίν, ἐδείξαμεν πῶς οἱ ὅροι ἐν ταῖς ἀποδείξεσιν ἀκολουθοῦσιν ἀλλήλοις. δείξομεν δὲ καὶ ἐπὶ τῶν σχημάτων〈διὰ τῶν〉 στοιχείων. Ἐπὶ πλεῖον δέ, ἤγουν τὸ Β καθολικώτερόν ἐστι τοῦ Δ·1 οὐ γὰρ μόνον τὸν ἐλέφαντα καὶ τὴν ἔλαφον περιέχει ἀλλὰ καὶ ἄνθρωπον καὶ ἵππον· καὶ ταῦτα γὰρ ἄχολά εἰσιν.

“在诸图式中则将如此说明。” 他说,在事实上,我们已经指出了各词项在论证中是如何相互随顺的;而在诸图式中我们也将通过字母予以展示。“外延更广”,即Β比Δ更全称;因为它不仅包容大象和鹿,而且还包容人和马;因为这些也是无胆汁的。

§2.188

"Τοῦτο γὰρ λέγω καθόλου." Τὸ καθόλου ἐστὶ διττόν, τὸ μὲν ἀντιστρέφον,2 τὸ δ’ οὐκ ἀντιστρέφον· καθόλου μὲν καὶ * * * μὴ ἀντιστρέφον, ὡς τὸ ζῷον κατηγορεῖται κατὰ τοῦ ἀνθρώπου· καὶ τὸ μὲν ζῷον παντὶ ἀνθρώπῳ ἐστίν, ὁ δὲ ἄνθρωπος παντὶ ζῴῳ οὐκ ἔστι.

“因为我称此为全称。” 全称者有两类,一种是可换位的,另一种是不可换位的。全称且[……]不可换位者,就像动物被述谓于人那样;动物属于每个人,但人并不属于每种动物。

§2.189

"Πρῶτον δὲ καθόλου ἐστίν." Ἤγουν κυρίως καὶ τῇ ἀποδείξει χρήσιμον, ᾧτινι ἓν μὲν ληφθὲν τῶν ὑπ’ αὐτὸ οὐκ ἀντιστρέφει πρὸς αὐτό· οἷον τὸ πήγνυσθαι ὀπὸν ὑπάρχει μὲν τῇ ἀμπέλῳ, οὐ μὴν δὲ καὶ ἀντιστρέφει· ἅπαντα δὲ ὁμοῦ συλληφθέντα τὰ πλατύφυλλα ἐξισάζουσι τῷ πήγνυσθαι τὸν ὀπὸν καὶ ἀντιστρέφουσι καὶ παρεκτείνουσιν, ἤγουν συνεξισάζουσι. διὰ μέσου γοῦν τοῦ Β τὸ Α ὑπάρχει πᾶσι τοῖς κειμένοις ἐν τῷ Δ.3 ἐπεὶ δὲ τὸ Β αἴτιον ὂν οὐκ ὀφείλει ἐξισάζειν τῷ αἰτιατῷ, ἤγουν τῷ Α, διὰ τὸ μὴ διάλληλον δεῖξιν γίνεσθαι, ὡς ὄπισθεν εἴπομεν, ἀνάγκη τὸ Α παρεκτείνειν καὶ ἐπὶ πλέον εἶναι τοῦ Β. εἰ γὰρ μὴ ἐστιν ἐπὶ πλέον αὐτοῦ, τί μᾶλλον, ἤγουν οὐδὲν μᾶλλον, τοῦτο, τὸ Β, ἔσται αἴτιον ἐκείνου, τοῦ Α·4 δύναται γὰρ τὸ Α γενέσθαι αἴτιον τοῦ Β· τὰ γὰρ ἐξισάζοντα ἀλλήλων αἴτια γίνονται. εἰ γοῦν τὸ Α ἐπὶ πλέον ὑπάρχει τοῦ Β, ὑπάρξει ἄρα πᾶσι τοῖς Ε καθ’ ὧν τὸ Β οὐ λέγεται. ἔσται τι ἄρα ἕν, ἤγουν ἔσται τι αἴτιον ἄλλο τοῦ Β καὶ ἕτερον, ἤγουν τὸ Γ, δι’ οὗ Γ ἅπαντα ἐκεῖνα τὰ ἐν τῷ Ε ἐπισυναφθήσεται τῷ Α. εἰ γὰρ μὴ, ἤγουν εἰ μὴ ἔστι τι αἴτιον τὸ ἐπισυνάπτον τὰ ἐν τῷ Ε τῷ Α ἀλλὰ διὰ μέσου τοῦ Β καὶ ταῦτα ἐπισυνάπτονται, πῶς ἔσται τὸ Α ἐπὶ πλέον τοῦ Ε ὥστε καὶ μὴ ἀντιστρέφειν αὐτῷ; τὸ γὰρ Α παντὶ μὲν ὑπάρχει ᾧ τὸ Ε, ἤγουν παντὶ τῷ Ε· τὸ δὲ Ε οὐ παντί ἐστιν ᾧ τὸ Α, ἤγουν παντὶ τῷ Α. διὰ τί γὰρ οὐκ ἔσται τι αἴτιον μεταξὺ τοῦ Α καὶ Ε ἕτερον τοῦ Β, οἷον τὸ Α ἐστὶ πᾶσι τοῖς Δ, ἤγουν ὥσπερ τὸ Β αἴτιόν ἐστι τοῦ τὸ Α ὑπάρχειν τοῖς Δ, διὰ τί οὐκ ἔσται τι αἴτιον δι’ οὗ τὸ Α ὑπάρξει τοῖς Ε; ἀντὶ δὲ τοῦ εἰπεῖν ‘τι αἴτιον’ εἶπε τι ἕν. ἐπισκεπτέον δὲ τί ἐστι τὸ αἴτιον τοῦ ΑΕ, καὶ ἔστω τὸ Γ. ἐνδέχεται οὖν τοῦ αὐτοῦ, τοῦ Α, πλείω αἴτια εἶναι, τὸ Β καὶ τὸ Γ. ἀλλ’ οὐ τοῖς αὐτοῖς τῷ εἴδει· τὰ γὰρ κείμενα ἐν τῷ Δ καὶ τὰ ἐν τῷ Ε ἕτερά εἰσιν ἀλλήλων κατὰ τὸ εἶδος· τὰ μὲν γὰρ Δ εἰσὶ πεζά, τὰ δὲ Ε πτηνά.

“而第一全称则是”也就是说,在严格意义上且对论证有用的全称者是:若取其下的某一个事物,它并不与该事物换位;例如树液凝结固然属于葡萄,却并不也换位;但如果把宽叶的事物全都一同取入,它们就与树液凝结相均等,并且换位并同延,也就是共同均等。无论如何,通过中项Β,Α属于处于Δ中的全部事物。但既然作为原因的Β不应当与作为结果的Α相均等(正如我们此前所说,为了不产生循环证明),Α就必须延伸超出且在外延上大于Β。因为如果Α在外延上不大于它,“为何更是”——即这一个(即Β)绝不会更是那一个(即Α)的原因;因为Α也可能成为Β的原因;因为均等的事物互为原因。因此,如果Α在外延上大于Β而存在,它就会属于全部不被说成Β的Ε。于是就将有某种一者,也就是说将有某个不同于Β的另外的原因,即Γ,通过这个Γ,处于Ε中的全部那些事物将被联结于Α。因为若不然——也就是说,如果不存在把处于Ε中的事物联结于Α的某种原因,而是这些事物也是通过中项Β被联结的——Α又如何能在外延上大于Ε以至于也不与它换位呢?因为Α属于Ε所属的每一个事物,即属于每一个Ε;但Ε并不属于Α所属的每一个事物,即属于每一个Α。因为在Α与Ε之间为什么不会有某个不同于Β的原因呢?正如Α属于全部的Δ——也就是说,正如Β是Α属于Δ的原因一样——为什么不会有某个通过它而使Α属于Ε的原因呢?他没有说“某种原因”,而是说了“某种一者”。应当考察ΑΕ的原因是什么,且设其为Γ。因此,对于同一事物(Α),可能存在多个原因(Β和Γ)。但并不是对于在种上相同的事物;因为处于Δ中的事物和处于Ε中的事物在种上彼此相异;因为Δ是陆生的,而Ε是飞禽。

语法注4 条
  1. 2.187Ἐπὶ πλεῖον δέ, ἤγουν τὸ Β καθολικώτερόν ἐστι τοῦ Δ

    注解者引用亚里士多德正文中的短语 ἐπὶ πλεῖον(“外延更广”)并进行阐释。连词 δέ 同样属于所引亚里士多德正文(99a32),由 ἤγουν 引导向注解的过渡,补充中项 Β 作为主语:“即 Β 比 Δ 更全称”。

  2. 2.188καθόλου μὲν καὶ * * * μὴ ἀντιστρέφον

    文本在此处存在脱落(lacuna)。根据前文“可换位与不可换位”的二分法,此处承接不可换位的全称者之定义与例证;脱落处推测原本包含指明对立项的成分,但在句法上紧随其后的 μὴ ἀντιστρέφον(“不可换位者”)构成了说明人与动物之例的核心述谓结构。

  3. 2.189οἷον τὸ Α ἐστὶ πᾶσι τοῖς Δ, ἤγουν ὥσπερ τὸ Β αἴτιόν ἐστι τοῦ τὸ Α ὑπάρχειν τοῖς Δ

    通常表示举例的连词 οἷον(“例如”)在此被注解者通过 ἤγουν ὥσπερ... 解读为比较连词(“正如……”)。对于结构简略的从句 οἷον τὸ Α ἐστὶ πᾶσι τοῖς Δ,注解者将其引申为因果对比结构:“正如 Β 是 Α 属于 Δ 的原因一样”。

  4. 2.189τί μᾶλλον, ἤγουν οὐδὲν μᾶλλον, τοῦτο, τὸ Β, ἔσται αἴτιον ἐκείνου, τοῦ Α

    针对修辞性疑问句 τί μᾶλλον(“为何更是原因呢”),注解者添加了 ἤγουν οὐδὲν μᾶλλον(“即绝不会更是”)作为改述,指明其反问式否定的含义。主语为 τοῦτο, τὸ Β,谓语为 ἔσται αἴτιον,属格 ἐκείνου, τοῦ Α 表示原因所指向的对象(宾格性属格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:430.8-431.20