- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:428.24-430.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯以动物骨骼支撑为例(人、鱼、乌贼)说明大项依类比而成立的三段论,随后阐明三项外延均等与可换位的条件,并解释了中项的定义性质以及“第一者”相对于两极端的相对位置。
" Τὰ δὲ κατὰ ἀναλογίαν τὰ αὐτά." Εἰ δὲ τὸ μεῖζον ἄκρον ἐστὶ τὸ τὰ αὐτὰ εἶναι κατὰ ἀναλογίαν, καὶ τὸ μέσον κατὰ ἀναλογίαν ἐστίν. οἷον καὶ ὁ ἄνθρωπος καὶ ὁ ἰχθὺς καὶ ἡ σηπία ταὐτὰ λέγονται κατὰ ἀναλογίαν, ἤγουν κατὰ τὸ μὴ λυγίζεσθαι· καθ’ ὃν γὰρ τρόπον ὁ ἄνθρωπος οὐ λυγίζεται ἅτε ὑπὸ τῶν ὀστῶν ἐρειδόμενος, τὸν αὐτὸν τρόπον καὶ ἡ σηπία καὶ ὁ ἰχθὺς οὐ λυγίζονται ἐν τῷ τὴν μὲν ὑπερείδεσθαι ὑπὸ τοῦ σηπίου τὸν δὲ ὑπὸ τῆς ἀκάνθης.1 καὶ τὸ μέσον δὲ ἀνάγκη εἶναι κατὰ ἀναλογίαν, ἤγουν τὸ ἐρείσματα ἔχειν. ἔστι δὲ ὁ συλλογισμὸς τοιοῦτος· ὁ ἄνθρωπος, ὁ ἰχθὺς καὶ ἡ σηπία ἐρείσματα ἔχουσι· τὰ ἐρείσματα ἔχοντα οὐ λυγίζονται· ὁ ἄνθρωπος ἄρα, ὁ ἰχθὺς καὶ ἡ σηπία οὐ λυγίζονται.
“而那些依类比而为同一的事物,”如果大极端是依类比而为同一,那么中项也是依类比的。例如人、鱼和乌贼也依类比被称为同一,即依不弯折而言;因为正如人由于受骨骼支撑而不弯折,乌贼和鱼也以同样的样态不弯折,在于前者由乌贼骨支撑,而后者由鱼刺支撑。而中项也必然是依类比的,即具有支撑物。这一三段论是这样的:“人、鱼和乌贼具有支撑物;具有支撑物者不弯折;因此人、鱼和乌贼不弯折。”
"Ἔχει δ’ οὕτω τὸ παρακολουθεῖν τὸ αἴτιον ἀλλήλοις." Τὸ οὗ αἴτιον δηλοῖ τὸ μεῖζον ἄκρον, τὸ δὲ ᾧ αἴτιον τὸ ἔλαττον. ἕτερον τοῦτο θεώρημα. ἐπεὶ γὰρ ὁ ἀποδεικτικὸς συλλογισμὸς τρεῖς ὅρους ἔχει, παραδίδωσιν ἐνταῦθα πῶς οἱ τρεῖς ὅροι ἀλλήλοις ἀκολουθήσουσι. καὶ φησὶν ὅτι, εἰ μὲν ἐν τῷ ἐλάττονι ὅρῳ λάβῃς πάντα τὰ εἴδη τὰ ὑπὸ τὸ μεῖζον ἄκρον, ἔσονται καὶ οἱ τρεῖς καθόλου ὅροι καὶ ἐξισάζοντες καὶ ἀντιστρέφοντες, εἰ δὲ ἐν τῷ ἐλάττονι λάβῃς ἕν τι εἶδος τῶν ὑπὸ τὸ μεῖζον ἀναγομένων, ἀπόδειξις οὐ γίνεται· οὐ γὰρ ἐξισάζει ὁ ἐλάττων τῷ μέσῳ ἢ τῷ μείζονι. σκεπτέον δὲ καὶ τὸ κείμενον. τῷ μὲν οὖν λαμβάνοντι ἐν τῷ ἐλάττονι ὅρῳ καθ’ ἕκαστον, ἤγουν ἕν τι εἶδος, ἐστὶ τὸ οὗ αἴτιον, ἤγουν τὸ μεῖζον ἄκρον, ἐπὶ πλέον τοῦ ἐλάττονος. οἷον ἔστω μεῖζον ἄκρον τὸ ἔχειν τὰς [τρεῖς] γωνίας τὰς ἔξω ἴσας τέτρασιν ὀρθαῖς. τοῦτο γοῦν θεωρεῖται καὶ ἐπὶ τῶν τριγώνων καὶ τῶν τετραγώνων. εἰ μὲν οὖν λάβῃς ἐλάττονα ὅρον τρίγωνον μόνον ἢ τετράγωνον, ἐστὶν ὁ μείζων ὅρος ἐπὶ πλέον καὶ καθολικώτερος αὐτοῦ. εἰ δὲ λάβῃς καὶ τρίγωνον καὶ τετράγωνον ὁμοῦ, ἐν ἅπασι τοῖς δυσὶν ἐπ’ ἴσων θεωρεῖται καὶ ἐξισάζει ὁ μείζων· ὅσα γὰρ εἴδη σχημάτων ἔχουσι τὰς ἐκτὸς γωνίας ἴσας τέτρασιν ὀρθαῖς, ἐλήφθησαν ἐν τῷ ἐλάττονι, καὶ λοιπὸν ἐξισάζουσι τῷ μείζονι. καὶ τὸ μέσον ὁμοίως ἐξισάζει ἀμφοῖν τοῖν ἄκροιν· ἔστι δὲ τὸ δυσὶ ταῖς ἐφεξῆς ἴσας ἔχειν τὰς ἐντὸς τρεῖς γωνίας.2 ἔστι δὲ τὸ μέσον, τὸ δυσὶ ταῖς ἐφεξῆς ἴσας εἶναι, ὁρισμὸς τοῦ πρώτου ἄκρου, ἤγουν τοῦ τέτρασιν ὀρθαῖς ἴσας εἶναι. διὸ καὶ ἐπιστῆμαι πᾶσαι γίνονται διὰ μέσου ὁρισμοῦ· ἑκάστη γὰρ ἐπιστήμη τὰς ἀποδείξεις ποιεῖ διὰ μέσου ὁρισμοῦ. κρεῖττον δὲ νοηθήσεται οὕτως· πᾶσαι ἄρα ἐπιστῆμαι καὶ γνώσεις ἀποδεικτικαὶ γίνονται διὰ μέσου ὁρισμοῦ. οἷον τὸ φυλλορροεῖν ἀκολουθεῖ μὲν ἰδίᾳ τῇ ἀμπέλῳ καὶ ἐπὶ πλέον ἐστὶ καὶ καθολικώτερον αὐτῆς· ἀκολουθεῖ δὲ καὶ τῇ συκῇ καὶ ὑπερέχει καὶ ἐπὶ πλέον ἐστὶν αὐτῆς. ἀλλ’ εἰ πάντα ληφθῶσιν ὁμοῦ τὰ ὑποπίπτοντα τῷ φυλλορροεῖν, ἐξισάζουσιν αὐτῷ.
“原因与被其作为原因的事物相互随顺的情况如下。” “原因所属者”指明大极端,而“原因所为者”指明小极端。这是另一个定理。因为既然论证的三段论具有三个项,他在此传授这三个项将如何相互随顺。他说,如果你在小项中取了大极端之下的全部种,那么这三个项都将是全称的、均等的且可换位的;但如果你在小项中只取归于大项之下的诸种中的某一个种,论证就不会生成;因为小项既不与中项均等,也不与大项均等。也必须考察文本。因此,对于在小项中取个别者(即某一个种)的人来说,“原因所属者”(即大极端)在外延上大于小项。例如,设大极端为外角等于四直角。无论如何,这在三角形中和在四边形中都被考察。因此,如果你把小项只取为三角形,或[只取为]四边形,大项在外延上就大于它且比它更全称。但如果你把三角形和四边形一同取入,它就在这全部二者中均等地被考察,且大项是均等的;因为无论有多少种图形式样具有外角等于四直角,它们都已被取在小项中,因此它们与大项均等。而中项同样与两个极端均等;它就是具有与相邻两角相等的内角。而这一中项——等于相邻两角——乃是第一极端的定义,即等于四直角的定义。因此,一切科学都是通过中项定义生成的;因为每一门科学都通过中项定义做出论证。或者这样理解将更好:“因此,一切科学和论证性认知都是通过中项定义生成的。”例如落叶一方面单独随顺葡萄树,并且在外延上大于它且比它更全称;另一方面它也随顺无花果树,并且超出它且在外延上大于它。但如果把归属于落叶之下的全部事物一同取入,它们就与它均等。
"Εἰ δὴ λάβοις τὸ πρῶτον." Πρῶτον μὲν λέγει τὸ πήγνυσθαι τὸν ὀπόν, ὅπερ ἐστὶ λόγος τοῦ φυλλορροεῖν. ἔστι γοῦν τὸ πρῶτον μέσον ἐπὶ θάτερα τὰ ἄκρα.3 πρὸς μὲν τὸ μεῖζον ἄκρον, τὸ φυλλορροεῖν, πρῶτόν ἐστι τὸ πήγνυσθαι τὸν ὀπόν· πρὸς δὲ τὸ ἔλαττον ἄκρον, τὴν συκῆν καὶ τὴν ἄμπελον, πρῶτον μέσον ἐστὶ καὶ προσεχὲς τὸ ἐγγίζον αὐτῇ, ἤγουν τὸ πλατύφυλλον. πρὸς γοῦν τὸ ἔλαττον ἄκρον πρῶτον μέσον ἐστὶ καὶ ἐγγίζον τὸ τοιαδὶ ἅπαντα, ἤγουν τὸ πλατύφυλλον εἶναι. τούτου δὲ τοῦ πλατυφύλλου καὶ τοῦ μείζονος ἄκρου μέσον ἐστὶ τὸ ὁ ὀπὸς πήγνυται. εἶπε δὲ τὸ ἢ τοιοῦτόν τι, διότι οὐ πρόκειται αὐτῷ ἀκριβολογεῖσθαι νῦν τίς ἐστιν ὁ ὁρισμὸς τοῦ φυλλορροεῖν.
“因此,若取第一者,”他所说的“第一者”是指树液凝结,这正是落叶的定义。无论如何,第一中项是朝向两极端的这一方或另一方的。朝向大极端(即落叶),树液凝结是第一的;而朝向小极端(即无花果树和葡萄树),那接近于它的,即宽叶,是第一且直接的中项。无论如何,朝向小极端,所有诸如此类者(即作为宽叶)是第一且接近的中项。而在这宽叶与大极端之间的中项则是树液凝结。他说“或某种诸如此类者”,是因为他现在的意图并不在于精细论究落叶的定义究竟是什么。
- 2.183ἐν τῷ τὴν μὲν ὑπερείδεσθαι ὑπὸ τοῦ σηπίου τὸν δὲ ὑπὸ τῆς ἀκάνθης
介词短语 ἐν τῷ 支配冠词不定式 ὑπερείδεσθαι,其逻辑主语由宾格对比短语 τὴν μὲν ... τὸν δέ(分别指代乌贼与鱼)充当。
- 2.184τὸ δυσὶ ταῖς ἐφεξῆς ἴσας ἔχειν τὰς ἐντὸς τρεῖς γωνίας
冠词短语 τὸ ... ἔχειν 构成表明中项内容的名词短语。此处涉及多边形外角相关的几何定理,与格 δυσὶ ταῖς ἐφεξῆς(与相邻两角)修饰 ἴσας,而 τὰς ἐντὸς [τρεῖς] γωνίας 是 ἔχειν 的直接宾语。
- 2.185ἔστι γοῦν τὸ πρῶτον μέσον ἐπὶ θάτερα τὰ ἄκρα
介词短语 ἐπὶ θάτερα τὰ ἄκρα 意为“朝向两极端中的这一方或另一方(相对而言)”。它表明亚里士多德所说的 πρῶτον(第一者)其先后顺序取决于究竟是从大极端还是从小极端来看。
