- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:42.5-43.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺解释了亚里士多德在给出证明的定义后,为何进而驳斥两种极端观点(完全否定证明与主张一切皆可证明),阐明了在此为何“是什么”先行于“是否存在”,并指出这些派别的错误源于在共同假言命题的后件中加入了不当限定。
" Ἐνίοις μὲν οὖν διὰ τὸ δεῖν τὰ πρῶτα ἐπίστασθαι οὐ δοκεῖ ἐπιστήμη εἶναι." Ἔδει τὸν περὶ ἀποδείξεως διαλεγόμενον μὴ μόνον ὅσα συντείνει εἰς θεωρίαν αὐτῆς παραδοῦναι, ἀλλὰ καὶ τὰ περὶ τῶν τὰ ἐναντία διαταττομένων διελέγχειν. διὰ τοῦτο οὖν ἐν τούτοις ὁ Ἀριστοτέλης εἰπὼν τί ποτέ ἐστιν ἀπόδειξις, νῦν προτίθεται καὶ τοὺς τὰ ἐναντία τῷ ὅρῳ τῆς ἀποδείξεως διαταττομένους διελέγχειν. εἰσὶ δὲ οὗτοι οἵ τε μὴ εἶναι ὅλως ἀπόδειξιν ἄντικρυς λέγοντες καὶ οἱ πάντα εἶναι ἀποδεικτὰ ὑποτιθέμενοι, ἀληθέστερον δὲ εἰπεῖν καὶ αὐτοὶ ἀναιροῦντες ἀπόδειξιν δι’ ὧν πάντα ἀποδεικτὰ εἶναι λέγουσιν,1 ὡς μαθησόμεθα· ἀνάγκη γὰρ δήπου ἢ μηδενὸς εἶναι ὅλως ἀπόδειξιν ἢ πάντων εἶναι ἢ τινῶν μὲν εἶναι τινῶν δὲ οὔ. ἐλέγξας οὖν τούς τε λέγοντας μὴ εἶναι ὅλως ἀπόδειξιν καὶ τοὺς πάντα εἶναι ἀποδεικτὰ λέγοντας καὶ καταλιπὼν τὸ ἀληθές, τὸ τινῶν μὲν εἶναι ἀπόδειξιν τινῶν δὲ οὔ, ὕστερον δείξει τίνων μέν ἐστιν ἀπόδειξις, τίνων δὲ οὔ. καὶ τί δήποτε μὴ τὴν ἀρχὴν τοῦτο ἐζήτησεν; εἰ γὰρ ἐν τοῖς προβλήμασιν πρότερόν ἐστι τὸ εἰ ἔστι τοῦ τί ἐστιν, ἔδει πρότερον τὸ εἰ ἔστιν ἀπόδειξις ἀποδεῖξαι, εἶτα τὸ τί ἐστι παραδεδωκέναι. ἀλλὰ πρῶτον παραδοὺς τὸ τί ἐστιν, οὕτω νῦν ἐπὶ τὸ εἰ ἔστι μεταβέβηκε. φαμὲν οὖν ὅτι, ὥσπερ ἐν τῇ περὶ τοῦ κενοῦ ζητήσει πρότερον τὴν ἔννοιαν τοῦ κενοῦ παραδέδωκε, τί ποτε εἶναι τὸ κενὸν ὑπολαμβάνομεν, εἶτα οὕτως ἐζήτησε περὶ αὐτοῦ εἴτε ἔστι τοῦτο εἴτε μή, οὕτω καὶ ἐνταῦθα τὴν ἔννοιαν παραδοὺς τῆς ἀποδείξεως πρότερον οὕτως ἐζήτησεν εἴτε ἔστιν ὁ τοιοῦτος τῆς ἀποδείξεως τρόπος εἴτε μή. ἐν οἷς γὰρ ἢ οὐδ’ ὅλως ἔχομεν τὴν περὶ τοῦ τί ἐστι τὸ ζητούμενον ἢ τί σημαίνει ἔννοιαν2 ἢ ἀμυδρὰν τῆς σημασίας αὐτοῦ φαντασίαν ἔχομεν, ἐν τούτοις, εἰ μὴ εἰδείημεν τὴν ἔννοιαν τὴν περὶ τοῦ ὑποκειμένου πράγματος, οὐδ’ ἄν, εἰ ἔστιν ἢ μή, γνῶναι δυναίμεθα. ἐφ’ ὧν μέντοι προφανές ἐστι τί ποτε σημαίνει τοὔνομα, ἐν τούτοις προτερεύσει ἡ περὶ τοῦ εἰ ἔστι ζήτησις. οἷον ἱπποκένταυρος· δῆλον γάρ ἐστι τί ποτε εἶναι τὸ τοιοῦτον ζῷον οἱ μῦθοι βούλονται. εἰ οὖν περὶ τούτου εἴη ἡ σκέψις, πρότερον τὸ εἰ ἔστι ζητητέον τὸ τοιοῦτον ζῷον. εἰ δειχθείη οὖν ὅτι οὐκ ἔστιν, οὐδεμία ἔτι καταλειφθήσεται ἡμῖν σκέψις περὶ τῶν λοιπῶν προβλημάτων. εἰ δὲ δειχθείη ὅτι ἔστι, τότε λοιπὸν ἐπιστημονικώτερον καὶ τὴν περὶ τοῦ τί ἐστι σκέψιν ποιούμεθα. εἰ δὲ τὴν περὶ τοῦ ζητουμένου ἔννοιαν ἀμυδρὰν ἔχομεν, τί ποτε βούλεται δηλοῦν τοὔνομα, πῶς οἷόν τε περὶ τούτου ζητεῖν εἴτε ἔστιν εἴτε μή; ἐπεὶ οὖν οὐ σαφὴς οὐδὲ πάντῃ ἦν δήλη ἡ περὶ τῆς ἀποδείξεως ἔννοια, εἰκότως πρῶτον διδάξας τί ποτε εἶναι ἀπόδειξιν ὑπονοοῦμεν, ὅτι συλλογισμὸν τοιόνδε, οὕτως ἐζήτησεν εἴτε ἔστιν ὁ τοιοῦτος συλλογισμὸς εἴτε μή. ἀνάγκη δήπου πάντως ἢ μηδενὸς εἶναι ἀπόδειξιν ἢ πάντων ἢ τινῶν μὲν εἶναι τινῶν δὲ μή. πάντες οὖν, καὶ οἱ μηδενὸς εἶναι λέγοντες ἀπόδειξιν καὶ οἱ πάντα ἀποδεικτὰ εἶναι καὶ οἱ τινὰ μὲν ἀποδεικτὰ τινὰ δ’ οὔ, κοινῷ συνημμένῳ ἐκέχρηντο τοιούτῳ· εἰ ἔστιν ἀπόδειξις, ἀνάγκη προεγνῶσθαι τὰ πρῶτα· ὅπερ καὶ ἀληθές ἐστι καὶ ἤδη ἡμῖν ἐν τῷ τῆς ἀποδείξεως ὅρῳ παραδέδωκε, τὸ δεῖν ἐκ πρώτων καὶ γνωριμωτέρων εἶναι τὴν ἀπόδειξιν. οἱ μέντοι ἢ πάντα ἀποδεικτὰ εἶναι λέγοντες ἢ μηδενὸς εἶναι ἀπόδειξιν προσετίθεσαν τῷ ἑπομένῳ τὸ ‘δι’ ἀποδείξεως’3 οὕτως· εἰ ἔστιν ἀπόδειξις, ἀνάγκη τὰ πρῶτα εἰδέναι δι’ ἀποδείξεως· ἥτις προσθήκη καὶ τὴν αἰτίαν τῆς πλάνης αὐτοῖς ἐποίει.
“因此,对某些人来说,由于必须认识最初者,似乎并不存在科学知识。” 讨论证明的人不仅应当传授凡是有助于对它的理论考察的内容,而且应当驳斥那些持相反主张者的观点。因此,亚里士多德在这些论述中说明了证明究竟是什么之后,现在着手驳斥那些与证明的定义持相反主张的人。这些人既包括那些直接声称根本不存在证明的人,也包括那些设定一切皆可证明的人——或者更真实地说,后一类人也是通过声称一切皆可证明而取消了证明本身,正如我们将要学到的;因为必然要么对任何事物都根本不存在证明,要么对一切事物都存在证明,要么对某些事物存在而对另一些事物则不存在。因此,在驳斥了声称根本不存在证明的人以及声称一切皆可证明的人之后,保留了真实的主张,即对某些事物存在证明而对另一些事物则不存在,他随后将指明对哪些事物存在证明,而对哪些事物则不存在。 那么他究竟为何没有从一开始就探究这一点呢?因为如果在诸研究论题中,“是否存在”先于“是什么”,他本应当先证明证明是否存在,然后传授它是什么。但他首先传授了它是什么,然后才在此刻过渡到“是否存在”。对此我们认为,正如在关于虚空的探究中,他首先传授了虚空的概念——即我们究竟理解虚空是什么——然后才据此探究它究竟是否存在;同样在这里,他也是在首先传授了证明的概念之后,才探究这样一种方式的证明究竟是否存在。因为在那些我们或者根本不具备关于所探求者是什么或意味着什么的概念,或者对它的含义只有模糊表象的事物中,如果在这些事物中我们不知道关于所论底层实体的概念,我们甚至不可能知道它是否存在。然而在那些名称究竟意味着什么显而易见的事物中,关于“是否存在”的探究将居于首位。例如半人马:因为神话意图指明这究竟是怎样的一种动物,这是很清楚的。因此,如果是关于它的考察,必须首先探究这样一种动物是否存在。如果表明它不存在,关于其余论题的任何考察便都不再留存给我们;但如果表明它存在,那时我们便进而更科学地对“是什么”进行考察。但如果我们对所探求者的概念只有模糊的认识,不清楚其名称究竟意在表明什么,又怎么可能去探究它究竟是否存在呢?因此,既然关于证明的概念既不明确也不完全清晰,他理所当然地首先教导了我们究竟把证明假设为什么——即它是这样一种推论——然后才探究这样一种推论是否存在。 必然毫无疑问地要么对任何事物都不存在证明,要么对一切事物都存在证明,要么对某些事物存在而对另一些事物则不存在。因此,无论是声称对任何事物都不存在证明的人,还是声称一切皆可证明的人,抑或声称某些可证明而某些不可证明的人,所有人都在使用这样一个共同的假言命题:“如果存在证明,就必须预先知晓最初者”;这不仅是真实的,而且也是他此前在证明的定义中已经传授给我们的,即证明必须出自最初的和更为人所知的事物。然而,声称一切皆可证明或对任何事物都不存在证明的人,却在后件中加上了“通过证明”,如下所示:“如果存在证明,就必须通过证明而认识最初者”;而正是这一附加,构成了他们产生谬误的原因。
- 1.45ἀληθέστερον δὲ εἰπεῖν καὶ αὐτοὶ ἀναιροῦντες ἀπόδειξιν δι’ ὧν πάντα ἀποδεικτὰ εἶναι λέγουσιν
分词 ἀναιροῦντες 与前文的主语 οἱ πάντα εἶναι ἀποδεικτὰ ὑποτιθέμενοι 构成同位语,起补充说明作用。关系词短语 δι’ ὧν(“通过那些[主张]”)指代其断言的内容,即“通过主张一切皆可证明”。
- 1.45ἐν οἷς γὰρ ἢ οὐδ’ ὅλως ἔχομεν τὴν περὶ τοῦ τί ἐστι τὸ ζητούμενον ἢ τί σημαίνει ἔννοιαν
名词 ἔννοιαν 的定语修饰成分 περὶ τοῦ ... 内部由 ἢ ... ἢ 并列了两个间接疑问从句(τί ἐστι τὸ ζητούμενον 与 τί σημαίνει)。主句中的 ἐν τούτοις 与开头的关系从句引导词 ἐν οἷς 形成呼应。
- 1.45προσετίθεσαν τῷ ἑπομένῳ τὸ ‘δι’ ἀποδείξεως’
τῷ ἑπομένῳ 作为逻辑学术语,指假言命题(συνημμένον)的“后件”,充当 προσετίθεσαν 的与格间接宾语;直接宾语则是中性单数引语 τὸ ‘δι’ ἀποδείξεως’。
