← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§427.9-428.23

作为属的大项与更替比例及相似的证明

斐洛庞诺解释了大项作为普遍属的更替成比例的证明例(中项为“等乘等”),以及大极端作为同名异义项的“相似”之例(在图形式样和颜色中具有不同定义)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.180

" Οἷον διὰ τί καὶ ἐναλλὰξ ἀνάλογον;" Τοῦτο παράδειγμά ἐστι τοῦ μείζονος ὡς γένους ληφθέντος. καὶ λαμβάνει ὡς γένος τὸ μεῖζον ἄκρον τὸ ‘ἐὰν τέσσαρά τινα ἀνάλογον ἔχωσι, καὶ ἐναλλὰξ ἀνάλογον ἔχουσι’· τοῦτο γὰρ θεωρεῖται ἐπὶ πολλῶν, ἤγουν γραμμῶν, ἀριθμῶν καὶ ἄλλων μεγεθῶν. ἔστι δὲ τοιοῦτον· ληπτέον ιβ καὶ ϛʹ (καὶ τὸν μὲν μείζονα καλοῦσι πρόλογον, τὸν δὲ ἐλάττονα ὑπόλογον) καὶ η καὶ δ. καὶ εἰπὲ ὡς ὁ πρόλογος πρὸς τὸν ὑπόλογον, ἤγουν ὁ ιβ πρὸς τὸν ϛʹ, καὶ ὁ πρόλογος πρὸς τὸν ὑπόλογον, ὁ ηʹ πρὸς τὸν δʹ·1 τὸν διπλασίονα γὰρ λόγον ἔχουσι. καὶ ἐναλλὰξ ἀνάλογον ἕξουσιν, ἤγουν ὡς ὁ πρόλογος πρὸς τὸν πρόλογον, ἤγουν ὁ ιβʹ πρὸς τὸν ηʹ, καὶ ὁ ὑπόλογος πρὸς τὸν ὑπόλογον· τὸν γὰρ ἡμιόλιον ἔχουσι. καὶ λοιπὸν καὶ τὸ αἴτιον, τὸ μέσον, γένος ὀφείλει εἶναι, ὅπερ ἐστὶ τὸ ἰσάκις ἴσον.2 ὅπερ ἄλλο μὲν καὶ ἄλλο ἐστί, καθὸ ἐν ἄλλοις καὶ ἄλλοις ὑποκειμένοις θεωρεῖται, ἤγουν ἐν γραμμαῖς καὶ ἀριθμοῖς· τὸ αὐτὸ δὲ καὶ ἕν ἐστι κατὰ τὸν ἑαυτοῦ λόγον· ἰσάκις γὰρ ἴσα λέγεται τὰ τὸν αὐτὸν λόγον ἔχοντα. τὸ γοῦν τοιοῦτον, τὸ ἰσάκις ἴσον, ᾗ μὲν γραμμαί, ἤγουν καθὸ ἐν γραμμαῖς θεωρεῖται καὶ ἀριθμοῖς, ἐστὶν ἄλλο καὶ ἄλλο· τὸ αὐτὸ δὲ καὶ ἕν, καθὸ ἔχει τοιανδὶ αὔξησιν, ἤγουν καθὸ τηρεῖ τὸν αὐτὸν λόγον οὕτως ἐπὶ πάντων. καὶ οἱ μὲν ἀριθμητικοὶ ἰσάκις ἴσον λέγουσιν ἀριθμὸν τὸν ιϛʹ ὡς γεννώμενον ἐξ ἀριθμοῦ τοῦ δ πρὸς αὑτὸν πολλαπλασιαζομένου. ὡσαύτως καὶ ὁ κε ἰσάκις ἴσος ἐστὶν ὡς γεννώμενος ἐκ τοῦ ε πολλαπλασιαζομένου πρὸς ἑαυτόν. ἐνταῦθα δὲ ἰσάκις ἴσους λέγει ἀριθμοὺς τοὺς ἔχοντας τὸν αὐτὸν λόγον. εἰπὲ γοῦν· ὁ ιβʹ, ὁ ϛʹ, ὁ ηʹ καὶ ὁ δʹ ἰσάκις ἴσοι εἰσὶν ἀριθμοί, ἤγουν τὸν αὐτὸν λόγον ἔχοντες, ἰσάκις ἴσοι ἀριθμοὶ καὶ ἐναλλὰξ ἀνάλογον ἔχουσιν, ὁ ιβʹ καὶ ϛʹ, ὁ ηʹ καὶ δʹ ἐναλλὰξ ἀνάλογον ἔχουσιν.

“例如,为什么也更替成比例?” 这是大项被作为属所取的一个例子。他把“如果有四个量成比例,它们也更替成比例”这一大极端作为属来取;因为这在许多事物中被考察,即线、数和其他大小。它是这样的:应当取12和6(人们把较大者称为前项,把较小者称为后项)以及8和4。然后说:正如前项对后项,即12对6,前项也对后项,即8对4;因为它们具有双倍比。并且它们也将更替成比例,即正如前项对前项,即12对8,后项也对后项;因为它们具有一又二分之一倍比。因此作为原因的中项也应当是属,这恰恰是“等乘等者”。这就其在不同的底层主体中(即在线和数中)被考察而言固然是各不相同的,但就其自身的定义而言则是同一且单一的;因为具有相同比的事物被称为“等乘等者”。无论如何,这种“等乘等者”,就其为线而言,即就其在线和数中被考察而言,是各不相同的;但就其具有如此的增长而言,即就其在所有事物中如此保持相同之比而言,则是同一且单一的。算术家们把16这个数称为“等乘等”数,因为它是从数4自乘生成的;同样25也是“等乘等”数,因为它是从5自乘生成的。但在此处,他把具有相同比的数称为“等乘等者”。因此请说:“12、6、8和4是等乘等的数,即具有相同的比;等乘等的数也更替成比例;〔因此〕12与6、8与4更替成比例。”

§2.181

"Τοῦ δ’ ὅμοιον εἶναι χρῶμα χρώματι." Τὸ ὅμοιον ὁμώνυμος φωνή ἐστι. καὶ λαμβάνει τοῦτο εἰς παράδειγμα τοῦ προβλήματος τοῦ ἔχοντος τὸ μεῖζον ἄκρον ὁμώνυμον. καὶ τὸ μὲν ‘ἐὰν τέσσαρά τινα ἀνάλογον ἔχωσι, καὶ ἐναλλὰξ ἀνάλογον ἔχουσιν’ ἐλήφθη ὡς γένος, διότι εἰ καὶ ἐν διαφόροις εἴδεσι θεωρεῖται, γραμμαῖς τε καὶ ἀριθμοῖς καὶ ἄλλοις τισίν, ἀλλ’ ὁ ὁρισμὸς αὐτοῦ εἷς ἐστι, τὸ ἰσάκις ἴσους εἶναι τοὺς ἀριθμούς. τὸ δὲ ὅμοιον οὐ τοιοῦτόν ἐστιν· εἰ γὰρ καὶ θεωρεῖται τὸ ὅμοιον ἐν διαφόροις εἴδεσιν, ἤγουν χρώμασί τε καὶ σχήμασιν, ἀλλ’ οὐ κατὰ τὸν αὐτὸν καὶ ἕνα λόγον· ἀλλὰ κατὰ ἄλλον [λόγον]3 καὶ ἄλλον λόγον. σχήματα γὰρ ὅμοια λέγονται· οἷον εἰ καταγράψεις δύο τρίγωνα, ὅμοια ταῦτα ῥηθήσονται, εἴ γε τὰς πλευρὰς ἀναλόγους ἔχουσι καὶ τὰς γωνίας ἴσας. χρώματα δὲ ὅμοια λέγονται κατὰ ἄλλον λόγον· οἷον τὸ ἐν τῇ χιόνι λευκὸν καὶ τὸ ἐν τῷ ψιμμιθίῳ ὅμοια λέγονται διὰ τὸ ὑπὸ τῆς αὐτῆς αἰσθήσεως κρίνεσθαι καὶ ἀντιλαμβάνεσθαι.

“而对于颜色与颜色相似,” “相似”是一个同名异义词。他把这作为大极端为同名异义项的论题的一个例子。一方面,“如果有四个量成比例,它们也更替成比例”被作为属所取,是因为即使它在不同的种中(即在线中、数中和某些其他事物中)被考察,它的定义仍然是一,即诸数是等乘等的。但“相似”不是这样;因为即使相似在不同的种中(即在颜色和图形式样中)被考察,却不是依据同一且单一的定义,而是依据彼此不同的定义。因为图形式样被称为相似:例如如果你画两个三角形,如果它们的边成比例且角相等,它们将被称作相似。而颜色则是依据另一个定义被称为相似:例如雪中的白与铅白中的白,由于被同一感觉所判定和感知,因而被称为相似。

§2.182

"Ἄλλο ἄλλῳ." Ἤγουν ἄλλο τρίγωνον ῥηθήσεται ὅμοιον ἄλλῳ τριγώνῳ καθ’ ὃν λόγον εἴπομεν· ὡσαύτως καὶ ἄλλο χρῶμα ῥηθήσεται ὅμοιον ἄλλῳ χρώματι. τὸ γοῦν ὅμοιον τὸ ἐπὶ τούτων θεωρούμενον, ἤγουν τῶν χρωμάτων καὶ τῶν σχημάτων, ὁμώνυμόν ἐστι διὰ τὸ κατὰ ἄλλον καὶ ἄλλον λόγον λέγεσθαι τὰ σχήματα καὶ τὰ χρώματα ὅμοια. ἔνθα μὲν γάρ, ἐπὶ τῶν σχημάτων, ὅμοια λέγονται τρίγωνα τὰ ἔχοντα τὰς πλευρὰς ἀνὰ λόγον, ἤγουν ἀναλόγους· ὅμοια δὲ λέγονται λευκὰ ἐπὶ τῶν χρωμάτων τὰ ἔχοντα τὴν αὐτὴν αἴσθησιν ἀντιληπτικήν.

“一个对另一个,”也就是说,依据我们所说的定义,一个三角形将被说成与另一个三角形相似;同样,一种颜色也将被说成与另一种颜色相似。无论如何,在这些事物(即颜色和图形式样)中被考察的“相似”是同名异义的,因为图形式样和颜色是依据彼此不同的定义被称为相似。因为一方面,在图形式样上,具有对应成比例的边即成比例之边的三角形被称为相似;而另一方面,在颜色上,具有同一感知感觉的白被称为相似。

语法注3 条
  1. 2.180ὡς ὁ πρόλογος πρὸς τὸν ὑπόλογον, ἤγουν ὁ ιβ πρὸς τὸν ϛʹ, καὶ ὁ πρόλογος πρὸς τὸν ὑπόλογον, ὁ ηʹ πρὸς τὸν δʹ

    在数学比例的标准句式中,与前分句 ὡς 相应的 οὕτως 被省略,καί 起到关联作用,同时动词(ἔχει 或 ἐστί)亦被省略。

  2. 2.180τὸ ἰσάκις ἴσον

    在常规希腊数学术语中该词指平方数,但正如注释者在下文明确解释的那样,此处它用作表示“具有相等之比”的名词化短语。

  3. 2.181ἀλλὰ κατὰ ἄλλον [λόγον] καὶ ἄλλον λόγον

    介词 κατά 支配由 καί 连接的两个独立短语(ἄλλον λόγον 与 ἄλλον λόγον),表达“分别依据彼此不同的定义”。方括号内的 λόγον 为校勘者括删的衍文;若删去,则与第19行一样由 ἄλλον καὶ ἄλλον 共同修饰单个 λόγον。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:427.9-428.23