- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:426.4-427.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯讨论了同一结果是否可能有多个原因的问题(99a1–99a5),指出本质原因作为定义必定是唯一的,但基于征兆或偶性的原因则可以是多个。他进一步阐明,中项的性质取决于两个极端是实体、偶性还是属。
" Πότερον δ’ ἐνδέχεται μὴ τὸ αὐτό." Μεταβαίνει εἰς ἕτερον θεώρημα, καὶ ζητεῖ εἰ ἐνδέχεται τοῦ αὐτοῦ καὶ ἑνὸς πράγματος, ἤγουν τοῦ τὰ δένδρα φυλλορροεῖν, εἶναι τὸ αὐτὸ καὶ ἓν αἴτιον ἢ ἕτερον καὶ ἕτερον, ἤγουν εἰ ἐνδέχεται ἓν αἴτιον εἶναι ἢ πολλὰ τοῦ αὐτοῦ πράγματος. καὶ φησίν, ὡς εἰ μὲν καθ’ αὑτὸ τὸ αἴτιον ὑπάρχει τῷ αἰτιατῷ, ἀνάγκη εἶναι ἕν· οἷον αἴτιον τοῦ φυλλορροεῖν ἐστι καθ’ αὑτὸ τὸ πήγνυσθαι τὸν ὀπόν. εἶτα λέγει καὶ τὴν αἰτίαν, πῶς, εἰ καθ’ αὑτὸ ἀποδοθῇ τὸ αἴτιον, ἐνδέχεται εἶναι ἕν τι. καὶ φησὶν ὡς τὸ καθ’ αὑτὸ αἴτιον ὁρισμός ἐστι τοῦ αἰτιατοῦ, ὁ δὲ ὁρισμὸς ἑκάστου πράγματος εἷς ἐστι. καὶ διὰ τοῦτο καὶ τῆς σεληνιακῆς ἐκλείψεως τὸ καθ’ αὑτὸ αἴτιον ἕν ἐστιν, ἡ ἀντίφραξις τῆς γῆς. εἰ δὲ τὸ ἀποδοθὲν αἴτιον κατὰ σημεῖόν ἐστιν ἢ συμβεβηκός, ἐνδέχεται πολλὰ αἴτια εἶναι τοῦ αὐτοῦ. οἷον τοῦ πυρὸς σημεῖά εἰσιν ὁ καπνὸς καὶ ἡ τέφρα· καὶ δείξω ἐνταῦθα πῦρ εἶναι λαβὼν μέσον ὅρον ἢ τὴν τέφραν ἢ τὸν καπνόν. τοῦ δὲ κατὰ συμβεβηκὸς παράδειγμα ἔστω τοῦτο· τὰ δένδρα φυλλορροεῖ, διότι ῥυτιδοῦται τὰ φύλλα αὐτῶν ἢ λευκαίνονται. ἢ ὅτι ὁ ἄνθρωπος λογικὸν ζῷόν ἐστι, διότι γελαστικὸν πλατυώνυχον.
“但是否可能不是同一个?” 他过渡到另一个定理,并探讨对于同一个事物即树木落叶,是可能存在同一个原因还是不同的原因,也就是对同一事物而言可能是一个原因还是多个原因。他说,如果原因自身属于结果,那么它必然是一;例如,落叶的自身原因乃是树汁的凝结。接着他还说明了如果原因是自身被给出的,它何以可能是一的理由。他说,自身原因即是结果的定义,而每个事物的定义是一。正因如此,月食的自身原因也是一,即地球的遮挡。但如果给出的原因是依据征兆或偶性的,那么同一事物就可能有多个原因。例如,火的征兆是烟和灰烬;我将通过取灰烬或烟为中项来表明此处有火。偶性原因的例子可以是:树木落叶是因为它们的叶子起皱或变白;或者人是理性的动物是因为人能笑且具有扁平指甲。
"Εἰ δὲ μή, οὕτως ἐνδέχεται." Ἤγουν εἰ δὲ μὴ ἔσται τὸ αἴτιον καθ’ αὑτὸ καὶ ἀντιστρέφον πρὸς τὸ αἰτιατόν, ἐνδέχεται οὕτως εἶναι πολλὰ τὰ αἴτια.
“若不然,则在此情形下是可能的。” 也就是说,如果原因并非自身存在且与结果可换位,那么在此情形下原因可能是多个。
"Ἔστι δὲ καὶ οὗ αἴτιον καὶ ᾧ1 σκοπεῖν." Ἀντὶ τοῦ εἰπεῖν ‘αἰτιατόν’ εἶπεν οὗ αἴτιον. ἀντὶ δὲ τοῦ εἰπεῖν ‘ἐλάττονα ὅρον’ εἶπεν ᾧ, ἤγουν ᾧτινι, τῷ ἐλάττονι ὅρῳ, ὑπάρχει τὸ μεῖζον ἄκρον διὰ μέσου αἰτίου τινός. παραδίδωσι γοῦν ὅτι, εἰ τὰ ἄκρα εἰσὶ συμβεβηκότα καὶ κατηγορεῖται ὁ μείζων ὅρος τοῦ ἐλάττονος κατὰ συμβεβηκός, ἀνάγκη καὶ τὸ μέσον εἶναι συμβεβηκός. εἰ δὲ τὰ ἄκρα εἰσὶν οὐσίαι, καὶ τὸ μέσον ἐξ ἀνάγκης ἔσται οὐσία. καὶ εἰ τὸ μεῖζον ἄκρον γένος τοῦ ἐλάττονος, καὶ ὁ μέσος γένος ἔσται τοῦ ἐλάττονος. καὶ εἰ τὸ μεῖζον ὁμωνύμως κατηγορεῖται τοῦ ἐλάττονος, καὶ τὸ μέσον οὕτω κατηγορηθήσεται κατ’ αὐτοῦ. ἔστι γοῦν σκοπεῖν εἰ συμβεβηκός ἐστι τὸ οὗ αἴτιον, ἤγουν τὸ αἰτιατόν, καὶ εἰ κατὰ συμβεβηκὸς κατηγορεῖται τοῦ ἐλάττονος, ᾧτινι ἐνυπάρχει. οὐ μὴν δοκεῖ πρόβλημα εἶναι ἀποδεικτικόν, εἰ καὶ τὸ μεῖζον κατὰ συμβεβηκός ἐστι καὶ τὸ μέσον τοῦ ἐλάττονος κατηγορούμενον. εἰ δὲ μὴ οὐ δοκεῖ,2 [ὃ ταὐτόν ἐστι τῷ ‘εἰ δοκεῖ πρόβλημα εἶναι’, λοιπὸν καὶ τὸ μέσον ἔσται συμβεβηκὸς ὅμοιον τῷ μείζονι. καὶ εἰ τὸ μεῖζον ὡς ἐν γένει ἐστίν, ἤγουν γένος τοῦ ἐλάττονος, καὶ τὸ μέσον γένος ἔσται τοῦ ἐλάττονος.
“也可以考察它作为原因的那个东西,以及[它所属的]那个东西。” 他用“它作为原因的那个东西”代替了说“结果”;用“它所属的那个东西”,即大极端通过某个作为原因的中项所属于的那个小项,代替了说“小项”。无论如何,他指出的是,如果两极端是偶性,且大项偶性地述说小项,那么中项也必然是偶性。另一方面,如果两极端是实体,中项也必然是实体。如果大极端是小项的属,中项也将是小项的属。如果大项同名异义地述说小项,中项也将这样述说小项。无论如何,可以考察它作为原因的那个东西即结果是否为偶性,以及它是否偶性地述说它所内在的小项。固然,如果大项和述说小项的中项都是偶性,这似乎并不是一个证明性的论题。但是,如果不被认为不是[这等同于“如果被认为是一个论题”],那么中项也将是类似于大项的偶性。而且如果大项如在属中那样存在,即作为小项的属,中项也将是小项的属。
- 2.179οὗ αἴτιον καὶ ᾧ
不带先行词的关系从句被名词化,充当不定式 σκοπεῖν 的受词。如斐洛波诺斯所指出的,οὗ αἴτιον(它作为原因的那个东西=结果/大项)与 ᾧ(它所属的那个东西=小项)代指三段论中的各个项。
- 2.179εἰ δὲ μὴ οὐ δοκεῖ
紧接在先前的否定从句(οὐ μὴν δοκεῖ πρόβλημα εἶναι)之后的双重否定条件结构。连词 εἰ μή(否则)与额外的否定词 οὐ 叠加,正如斐洛波诺斯自身所注(ὃ ταὐτόν ἐστι τῷ ‘εἰ δοκεῖ πρόβλημα εἶναι’),意为“如果不被认为不是[论题]”,即肯定意涵的“如果被认为是一个论题”。
