- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:424.30-426.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯讨论了第二个解决方案,即同一结果可能具有多个原因,并使用字母格式对其进行了解释;随后基于亚里士多德的主张——在全称证明中原因(中项)与结果(大项)在外延上必须相等且可相互换位——阐明了该方案被否定的缘由。
" Ἢ ἐνδέχεται τοῦ αὐτοῦ πλείω αἴτια εἶναι." Λύσας τὸ ἄπορον καὶ εἰπὼν μὴ δι’ ἀλλήλων δεῖξιν γίνεσθαι, ὅταν τὸ αἴτιον1 ἅμα καὶ τὸ αἰτιατὸν ὦσιν, ἀλλὰ τὸν μὲν συλλογισμὸν τὸν διὰ μέσου τοῦ αἰτίου κυρίως εἶναι ἀπόδειξιν καὶ τοῦ διότι, τὸν δὲ διὰ τοῦ αἰτιατοῦ τεκμηριώδη εἶναι συλλογισμόν, νῦν ἐπάγει καὶ ἑτέραν λύσιν, ὅτι ὅταν μὲν διὰ τοῦ αἰτίου γίνηται ὁ συλλογισμός, ἐξ ἀνάγκης ἕπεται τὸ αἰτιατὸν καὶ κυρίως ἀπόδειξις γίνεται, ὅταν δὲ τὸ αἰτιατὸν μέσον ληφθῇ, οὐκ ἐξ ἀνάγκης ἕπεται τὸ αἴτιον. οἷον ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον οὐκ ἐξ ἀνάγκης ἐστὶ λογικόν, ἀλλ’ ἐνδέχεται ἢ λογικὸν εἶναι ἢ ἄλογον, ἤγουν ἐνδέχεται πλείω αἴτια εἶναι τοῦ ἑνὸς πράγματος· καὶ γὰρ τὸ αὐτό, ἤγουν τὸ ζῷον, κατηγορεῖται κατὰ πλειόνων μέσων πρώτως, ἤγουν ἀμέσως. καὶ γὰρ τὸ Α, τὸ ζῷον, κατηγορεῖται τοῦ Β, τοῦ λογικοῦ, πρώτως καὶ ἀμέσως καὶ κατὰ τοῦ Γ ἀμέσως, καὶ ταῦτα, τὸ Β καὶ τὸ Γ, κατηγοροῦνται τοῦ ΔΕ ἀμέσως· ὑπάρξει ἄρα τὸ Α τοῖς ΔΕ. αἴτιον δὲ τοῦ μὲν τὸ Α εἶναι τῷ Δ τὸ Β, τὸ δὲ Γ τοῦ τὸ Α ὑπάρχειν τῷ Ε. ὥστε τοῦ μὲν αἰτίου ὑπάρχοντος, ἢ τοῦ λογικοῦ ἢ τοῦ ἀλόγου, ἀνάγκη καὶ τὸ πρᾶγμα ὑπάρχειν, τὸ ζῷον, τοῦ δὲ πράγματος, τοῦ ζῴου, ληφθέντος μέσου οὐκ ἐξ ἀνάγκης εἰσάγεται πᾶν αἴτιον, ἤγουν καὶ τὸ λογικὸν καὶ τὸ ἄλογον, ἀλλ’ αἴτιον μὲν ἓν εἰσάγεται, πᾶν δέ, ἤγουν τὰ δὲ δύο αἴτια, οὐδαμοῦ. ἐπαγαγὼν οὖν ταύτην τὴν λύσιν ἀπαρέσκεται πάλιν αὐτῇ ἐπικρίνων κρείττονα εἶναι τὴν προτέραν. ἐλέγχει δὲ ταύτην κακῶς ἔχουσαν οὕτως. οὐκ ἀποδεικτικῶς ἀποδέδεικται ἡ δευτέρα λύσις διὰ τὸ πᾶσαν ἀπόδειξιν καθόλου γίνεσθαι. ὁ γὰρ ἀποδεικνύων τὸ ζῷον ὑπάρχειν τοῖς ὑπ’ αὐτὸ εἴδεσι καθόλου κατὰ πάντων τῶν εἰδῶν τοῦτο δείκνυσιν. οἷον ὁ ἄνθρωπος, ὁ ἵππος καὶ τὰ λοιπὰ πάντα κινητικά εἰσι καὶ κατ’ ὄρεξιν καὶ κατὰ τόπον· πάντα δὲ τὰ κινητικὰ κατ’ ὄρεξιν καὶ κατὰ τόπον ζῷα· ὁ ἄνθρωπος ἄρα, ὁ ἵππος καὶ τὰ λοιπὰ ζῷα. ἐνταῦθα δὲ καθόλου ἡ ἀπόδειξις οὐ γέγονεν ἀλλὰ κατὰ μέρος, καὶ οὐδὲ διὰ τοῦ αὐτοῦ μέσου ἀλλὰ δι’ ἄλλων. ἀλλ’ ἐπισκεπτέον τὸ κείμενον. ἢ εἰ ἀεὶ πᾶν πρόβλημα ἀποδεικτικὸν καθόλου ἐστίν, ἀνάγκη καὶ τὸ αἴτιον ὅλον τι εἶναι, ἤγουν καθόλου, καὶ τὸ αἰτιατὸν οὗ ἐστιν αἴτιον. οἷον τὸ φυλλορροεῖν ὅλῳ τινί, ἤγουν καθόλου, ἀφωρισμένον ἐστὶ καὶ κατηγορούμενον· κἂν γὰρ τὰ εἴδη αὐτοῦ, ἤγουν τὰ δένδρα ἢ τὰ φυτά, διάφορά εἰσιν, ἀλλ’ οὖν καὶ τοισδί, ἤγουν πᾶσι τοῖς φυτοῖς, καθόλου θεωρεῖται τὸ φυλλορροεῖν, ἢ τοῖς τοιοισδὶ φυτοῖς, ἤγουν τοῖς δένδροις τοῖς πλατυφύλλοις. ὥστε καὶ τὸ μέσον, ἤγουν τὸ αἴτιον, ἴσον δεῖ εἶναι ἐπὶ τούτων, τῶν δένδρων ἢ τῶν φυτῶν, ἤγουν καθόλου κατὰ τούτων πάντων κατηγορεῖται ἐπ’ ἴσης τῷ μείζονι ὅρῳ, τῷ φυλλορροεῖν, οὗ αἴτιόν ἐστιν·2 ἀντιστρέφειν γὰρ ὀφείλει καὶ ἐξισάζειν τὸ μέσον, ἤγουν τὸ αἴτιον, πρὸς τὸν μείζονα ὅρον, τὸ αἰτιατόν. εἰ γὰρ τοῦ φυλλορροεῖν αἴτιόν ἐστιν ἡ τοῦ ὑγροῦ πῆξις, ἀνάγκη, εἰ τὸ φυλλορροεῖν ἔστιν, εἶναι καὶ τὸ πήγνυσθαι τὸ ὑγρόν, καὶ εἰ πήγνυται τὸ ὑγρόν, ἀνάγκη εἶναι καὶ τὸ φυλλορροεῖν. πῆξιν δὲ λέγει ὑγροῦ οὐχ ὁτουοῦν, ἤγουν τοῦ τυχόντος· οὐ γάρ, εἰ πήξει τὸ ἐν τῷ ποταμῷ ὑγρόν, ἀνάγκη καὶ τὰ δένδρα φυλλορροῆσαι, ἀλλ’ ἡ πῆξις τοῦ ὑγροῦ τοῦ ἐν τοῖς δένδροις ἐπάγει καὶ τὸ φυλλορροεῖν.
“或者同一个事物可能具有多个原因?” 在解决了疑难并指出当原因与结果同时存在时证明并非通过彼此产生,而是通过作为原因的中项的推论才是严格意义上的证明和关于“何以故”的,而通过结果的推论是基于征兆的推论之后,他现在又引入了另一个解决方案:当推论通过原因产生时,结果必然随之而来,从而产生严格意义上的证明;但当结果被取作中项时,原因并不必然随之而来。例如,人是动物;动物不必然是理性的,而是可以是理性的也可以是非理性的,也就是说,同一事物可能具有多个原因。因为同一个事物即动物,第一义地即直接地述说多个中项。因为A即动物,第一义地且直接地述说B即理性,并且直接述说Γ,而这些B和Γ又直接述说Δ和Ε;因此A将属于Δ和Ε。A属于Δ的原因是B,而Γ是A属于Ε的原因。因此,当原因即理性或非理性存在时,事物即动物也必然存在;但当事物即动物被取作中项时,并非所有的原因——即理性与非理性两者——都必然被引入,而是引入了一个原因,但全部原因即两个原因绝不可能被一并引入。因此,在引入了这个解决方案之后,他又对它表示不满,判定在先的方案更好。他通过如下方式驳斥这一方案是不妥当的:第二种解决方案并没有以证明性的方式得到论证,因为一切证明都是全称地产生的。因为证明动物属于其下各属种的人,是全称地就一切属种表明这一点的。例如,人、马以及其余一切事物都既能因欲求也能按空间运动;而一切既能因欲求也能按空间运动的事物都是动物;因此人、马以及其余事物都是动物。然而在这里,证明并没有全称地产生,而是部分地产生,并且也不是通过同一个中项,而是通过不同的中项产生的。但是必须考察正文:“或者,若每一个证明性的论题始终是全称的,原因也必然是某个整体,即全称的,并且它作为原因的结果也必然如此。”例如,落叶是针对某个整体即全称地被规定并述说的;因为即使它的属种即树木或植物是不同的,然而落叶仍然被全称地视作属于这些即一切植物,或者属于此类植物即阔叶树木。因此在这些树木或植物上,中项即原因也必须相等;也就是说,它与大项即落叶——它正是落叶的原因——同等地全称述说所有这些。因为中项即原因应当与大项即结果相换位并处于同等地位。因为若落叶的原因是水分的凝结,那么必然地,若有落叶,也就有水分的凝结,而若水分凝结,也必然有落叶。而他所说的并不是任意水分,即随便什么水分的凝结;因为并不是若河里的水分凝结,树木也就必然落叶,而是树木中的水分凝结才引发落叶。
- 2.176τοῦ δὲ πράγματος, τοῦ ζῴου, ληφθέντος μέσου οὐκ ἐξ ἀνάγκης εἰσάγεται πᾶν αἴτιον
τοῦ δὲ πράγματος, τοῦ ζῴου, ληφθέντος μέσου 为独立属格结构。主句中的 πᾶν αἴτιον(“所有的原因”)作主语,其后紧跟的 ἤγουν καὶ τὸ λογικὸν καὶ τὸ ἄλογον(“即理性与非理性两者”)作同位语解释。这表明在由结果作为中项推导原因时,虽然能引入其中一个原因,但不可能必然引入全部两个原因。
- 2.176ἐπ’ ἴσης τῷ μείζονι ὅρῳ, τῷ φυλλορροεῖν, οὗ αἴτιόν ἐστιν
介词短语 ἐπ’ ἴσης 作为副词性习语接与格 τῷ μείζονι ὅρῳ,意为“与大项同等”。随后的 οὗ αἴτιόν ἐστιν 是关系从句,其先行词为名词化不定词 τῷ φυλλορροεῖν,属格 οὗ 充当依存并受限于 αἴτιον 的宾格性/关联性属格。
