← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§423.23-424.29

原因的本性优先与征兆推论之别

结合亚里士多德《后分析篇》98b1–16,菲洛波诺斯阐明即便原因与结果在时间上同时存在,原因在本性、构想与定义上也优先于结果,因而不构成循环证明。唯有从原因推导结果的推论才是说明“何以故”的真正证明,而从结果推导原因仅为表明“事实”的征兆推论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.174

" Εἰ γὰρ μὴ ὑπάρχει, ἄλλο τι ἔσται." Εἰ γὰρ ὄντος τοῦ αἰτιατοῦ, ἤγουν τοῦ τὰ δένδρα φυλλορροεῖν, οὐχ ὑπάρχει αἴτιον τὸ πρώτως ὑποτεθέν, ἤγουν τὸ πήγνυσθαι τὸν ὀπόν, ἕτερόν τι ἔσται τὸ αἴτιον αὐτοῦ, ἤγουν τὸ ῥυτιδοῦσθαι τὰ φύλλα, καὶ λοιπὸν διὰ δύο αἰτίων φαίνεται ἀποδείκνυσθαι τὸ τὰ δένδρα φυλλορροεῖν, ὃ ἀπόδειξις οὐκ ἔστιν. εἰ δὲ τὸ αἴτιον ἅμα καὶ τὸ αἰτιατὸν ὑπάρχει, λοιπὸν δι’ ἀλλήλων δείκνυνται· ἡ δὲ διάλληλος δεῖξις ἀπόδειξις οὐκ ἔστι. δειχθήσεται γὰρ καὶ τὸ αἰτιατόν, τὸ τὴν ἄμπελον φυλλορροεῖν, διὰ μέσου τοῦ πλατυφύλλου αἰτίου ὄντος, καὶ αὖθις τὸ αἴτιον, ἤγουν ὅτι ἡ ἄμπελος πλατύφυλλος, διὰ μέσου τοῦ αἰτιατοῦ, ἤγουν τοῦ φυλλορροεῖν.

“因为若它不属于,就会是某种别的东西。” 因为若在结果即树木落叶存在时,最初被假定的原因即汁液凝固并不属于,其原因就会是某种别的东西,即叶片皱缩,于是树木落叶似乎是通过两个原因得到证明的,而这并不是证明。但若原因与结果同时属于,结果就是它们通过彼此被显示;而相互显示并不是证明。因为结果即葡萄树落叶既会通过作为原因的中项阔叶被显示,反过来原因即葡萄树是阔叶的,又会通过作为结果的中项落叶被显示。

§2.175

"Εἰ δὲ μὴ ἐνδέχεται αἴτια εἶναι ἀλλήλων." Δείξας ἑκατέρωθεν τὴν ἀπορίαν τὸ ἰσχυρὸν ἔχουσαν νῦν ἐπάγει τὴν λύσιν αὐτῆς λέγων ὡς οὐ δι’ ἀλλήλων ἐνταῦθα ἡ ἀπόδειξις γίνεται. εἰ γὰρ καὶ τὸ αἴτιον καὶ τὸ αἰτιατὸν ὁμόχρονά εἰσι καὶ κατὰ τὸν χρόνον θάτερον θατέρου οὐ προηγεῖται (ἅμα γὰρ ἐπινοεῖς τὸ αἴτιον, τὸ ἐν μέσῳ εἶναι τὴν γῆν, καὶ εὐθὺς συνεισάγεται καὶ τὸ αἰτιατόν, ἤγουν τὸ ἐκλείπειν τὴν σελήνην), ἀλλ’ οὖν τῇ φύσει καὶ τῇ ἐπινοίᾳ καὶ τῷ λόγῳ τὸ αἴτιον προηγεῖται τοῦ αἰτιατοῦ. καὶ γὰρ ἡμεῖς πρῶτον ἐπινοοῦμεν τὸ ἐν μέσῳ εἶναι τὴν γῆν, εἶθ’ ὕστερον τὸ ἐκλείπειν τὴν σελήνην· ἀλλὰ καὶ ἡ φύσις πρῶτον γινώσκει τὸ αἴτιον, εἶθ’ οὕτω τὸ αἰτιατόν. καὶ ἐπεὶ προηγεῖται τὸ αἴτιον τοῦ αἰτιατοῦ, εἰ μὲν ὁ συλλογισμὸς γένηται, ὅτι ἐκλείπει ἡ σελήνη ἢ ὅτι φυλλορροεῖ τὰ δένδρα, διὰ μέσου τοῦ αἰτίου, ἤγουν τοῦ ἐν μέσῳ εἶναι τὴν γῆν ἢ τοῦ τὸ ὑγρὸν πήγνυσθαι, γίνεται κυρίως ἀπόδειξις· αὕτη γὰρ ἐξ αἰτίων καὶ προτέρων γίνεται. εἰ δὲ ὁ συλλογισμὸς προβῇ διὰ μέσου τοῦ αἰτιατοῦ, ἀπόδειξις οὐκ ἔστι τοῦτο ἀλλὰ τεκμηριώδης συλλογισμός· ἐκ τοῦ ὑστέρου γὰρ τὸ πρῶτον τεκμαιρόμεθα. Εἰ γὰρ οὐκ ἐνδέχεται αἴτια ἀλλήλων εἶναι τὸ αἴτιον καὶ τὸ αἰτιατόν· ἀεὶ γὰρ τὸ αἴτιον πρότερον τοῦ αἰτιατοῦ. εἶτα ἀναρτήσας τὴν ἀπόδειξιν τοῦ λόγου1 πάλιν ἐπάγει· εἰ μὲν ἡ ἀπόδειξις ἡ διὰ τοῦ αἰτίου τοῦ διότι ἐστίν, ἤγουν τὴν αἰτίαν τοῦ πράγματος ἀποδίδωσιν, ἡ δὲ διὰ τοῦ αἰτιατοῦ ἀπόδειξις οὐκ ἔστι τοῦ διότι συλλογισμός, ἤγουν οὐ δείκνυσι τὴν αἰτίαν τοῦ πράγματος, ἀλλὰ μόνον τὸ ὅτι συνάγει. εἶτα διὰ τὴν ἀπόδειξιν τοῦ λόγου ἐλλειπτικῶς λάβε ἔξωθεν·2 οὐδὲν ἄτοπον τὸ δι’ ἀλλήλων δείκνυσθαι, ἀλλ’ ὅτε μὲν ὁ συλλογισμὸς διὰ τοῦ αἰτίου γίνεται, ἀπόδειξίς ἐστι κυρίως, ὅτε δὲ διὰ μέσου τοῦ αἰτιατοῦ, ἀπόδειξις κυρίως οὐκ ἔστιν ἀλλὰ τεκμηριώδης συλλογισμός. ὅτι δὲ οὐ τὸ ἐκλείπειν αἴτιόν ἐστι τοῦ ἐν μέσῳ τὴν γῆν εἶναι, ἀλλὰ τὸ ἐν μέσῳ εἶναι τὴν γῆν αἴτιον τοῦ ἐκλείπειν, φανερὸν ἐκ τοῦδε· τὰ γὰρ αἴτια ἐν τῷ ὁρισμῷ λαμβάνονται τῶν αἰτιατῶν, καὶ τὸ ἐν μέσῳ λοιπὸν εἶναι τὴν γῆν ἐν τῷ ὁρισμῷ λαμβάνεται τῆς ἐκλείψεως· ἔκλειψις γάρ ἐστι σελήνης στέρησις φωτὸς δι’ ἀντίφραξιν τῆς γῆς· οὐ μὴν δὲ ἐν τῷ ὁρισμῷ τοῦ ἐν μέσῳ εἶναι τὴν γῆν λαμβάνεται ἡ ἔκλειψις.

“但若它们不可能互为原因。” 在表明了这一疑难从两方面看都具有强力之后,他现在引入了对它的解决,指出这里的证明并非通过彼此而产生。因为即使原因与结果是同时间的,在时间上一方并不先于另一方(因为你在构想原因即地球处于中间的同时,结果即月蚀也就立刻被一并引入),然而在本性上、在构想中以及在定义表述上,原因先于结果。因为我们也首先构想地球处于中间,然后在其后构想月蚀;而且本性也是首先认识原因,然后以此方式认识结果。既然原因先于结果,那么若推论是通过作为原因的中项——即地球处于中间或水分凝固——得出月蚀或树木落叶,这就产生严格意义上的证明;因为这种证明是从原因和更在先的事物出发产生的。但若推论是通过作为结果的中项推进的,这便不是证明,而是基于征兆的推论;因为我们是从后随者推测在先者。“因为若原因与结果不可能互为原因”;因为原因始终先于结果。随后,在将该论述的证明悬置之后,他又引入道:“若通过原因的证明是关于‘何以故’的,即指出了事物的原因,而通过结果的证明并不是关于‘何以故’的推论,即并未指出事物的原因,而仅仅断定‘是什么’。”接着,为了该论述的证明,从外部省略式地补充理解:“通过彼此被显示并无荒谬之处,但是当推论通过原因产生时,它是严格意义上的证明,而当它通过作为结果的中项产生时,它不是严格意义上的证明,而是基于征兆的推论。”至于月蚀并不是地球处于中间的原因,而地球处于中间才是月蚀的原因,这一点从以下事实看是显而易见的:因为原因包含在其结果的定义之中,因而地球处于中间包含在月蚀的定义之中;因为月蚀是月亮因地球遮蔽而丧失光芒;然而月蚀绝不包含在地球处于中间的定义之中。

语法注2 条
  1. 2.175ἀναρτήσας τὴν ἀπόδειξιν τοῦ λόγου

    分词 ἀναρτήσας 意为“悬置”或“使之悬而不决”。注解者指出亚里士多德在此提出了条件从句(Εἰ δὲ μὴ ἐνδέχεται... / Εἰ γὰρ οὐκ ἐνδέχεται...)却未立即给出主句的结论(使论证的归结处于悬垂状态),这与下文的 ἐλλειπτικῶς λάβε ἔξωθεν(“从外部省略式地补充”)紧密照应。

  2. 2.175ἐλλειπτικῶς λάβε ἔξωθεν

    注解中用于补充省略结构的程式化指令。由于亚里士多德的原句停留在条件从句的前件处未加完结,注解者指示读者“从外部省略式地补充”所需的后件,以补全语法和逻辑结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:423.23-424.29