← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§421.31-423.22

中项连环与因果共存疑难

斐洛波诺斯以尼罗河泛滥为例,通过三段论阐明中项相互从属、连环确立从而使多个问题归于同一属的结构(98a31),继而探讨关于原因与结果的同时性及多重原因所引发的疑难(98a35)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.172

" Οἷον διὰ τί ὁ Νεῖλος φθίνοντος τοῦ μηνὸς μᾶλλον ῥεῖ;" Μὴν λέγεται τὸ χρονικὸν διάστημα δι’ ὅσου ἥ τε γένεσις τῆς σελήνης καὶ αἱ ποικίλαι ταύτης αὐξήσεις καὶ μειώσεις γίνονται. Οἷον διὰ τί μᾶλλον ῥεῖ ὁ Νεῖλος τοῦ μηνὸς φθίνοντος, ἤγουν ἐλαττουμένου καὶ πρὸς τέλος ἀγομένου; καὶ ἀποδιδόαμεν αἰτίαν τὸ τὸν καιρὸν τότε χειμεριώτερον γίνεσθαι1 λέγοντες· ὁ Νεῖλος μᾶλλον ῥεῖ, ὅτε ὁ καιρὸς χειμεριώτερος γίνεται· χειμεριώτερος δὲ ὁ καιρὸς γίνεται φθίνοντος τοῦ μηνός· ὁ Νεῖλος ἄρα μᾶλλον ῥεῖ φθίνοντος τοῦ μηνός. καὶ πάλιν ἕτερον πρόβλημα· καὶ διὰ τί χειμεριώτερος ὁ καιρὸς γίνεται φθίνοντος τοῦ μηνός; καὶ ἀποδιδόαμεν αἰτίαν τὴν τῆς σελήνης ἔκλειψιν λέγοντες· χειμεριώτερος ὁ καιρὸς γίνεται ἐκλειπούσης τῆς σελήνης· ἐκλείπει δὲ αὕτη φθίνοντος τοῦ μηνός· ὁ καιρὸς ἄρα χειμεριώτερος γίνεται φθίνοντος τοῦ μηνός. ὅρα ὅπως τὸ αἴτιον τοῦ πρώτου προβλήματος ἀπεδείχθη μᾶλλον διὰ τοῦ αἰτίου τοῦ δευτέρου προβλήματος. καὶ πάλιν ἕτερον πρόβλημα παρασιωπηθὲν μὲν παρὰ τοῦ Ἀριστοτέλους ἐμπῖπτον δὲ καὶ αὐτὸ ἐξ ἀνάγκης, οἷον διὰ τί ἐκλείπει ἡ σελήνη φθίνοντος τοῦ μηνός; καὶ φαμὲν αἴτιον τούτου τὸ συνοδεῦσαι τὴν σελήνην τῷ ἡλίῳ. ἡ γὰρ σελήνη ἐκλείπει τῷ συνοδεῦσαι τῷ ἡλίῳ· συνοδεύει δὲ τῷ ἡλίῳ φθίνοντος τοῦ μηνός· ἡ σελήνη ἄρα ἐκλείπει φθίνοντος τοῦ μηνός. ταῦτα γοῦν τὰ τρία προβλήματα ταὐτά εἰσι διὰ τὸ τὸ αἴτιον τοῦ πρώτου κατασκευάζεσθαι ὑπὸ τοῦ αἰτίου τοῦ δευτέρου, τὸ δὲ τοῦ δευτέρου αἴτιον κατασκευάζεσθαι ὑπὸ τοῦ αἰτίου τοῦ τρίτου. ἐπεὶ γὰρ ἡ σελήνη τὸ φῶς ἀπὸ τοῦ ἡλίου δέχεται, πανσέληνος οὖσα καὶ πολὺ τὸ φῶς ἐξ ἐκείνου δεχομένη ἔχει καὶ πλείονα θερμότητα· ὑφ’ ἧς θερμότητος αἱ ἐν τῷ ἀέρι ἀτμιδώδεις ἀναθυμιάσεις διαλύονται, καὶ καθαρὸς ὁ ἀήρ ἐστιν. ἐπὰν δὲ φθίνηται ἡ σελήνη, ὀλίγην λοιπὸν ἔχει καὶ τὴν θερμότητα· ὅσον γὰρ ἐλαττοῦται τὸ φῶς αὐτῆς, τοσοῦτον ἐλαττοῦται καὶ τὸ ἐν ταύτῃ θερμόν· καὶ ἐλαττωθὲν οὐ δύναται διαλύειν τὰς ἀτμιδώδεις ἀναθυμιάσεις, καὶ συνίστανται λοιπὸν αὗται καὶ πυκνοῦνται καὶ ὑετοὺς ἀπεργάζονται· καὶ διὰ τοῦτο καὶ οἱ ποταμοὶ μᾶλλον ῥέουσι τότε. ταῦτα γὰρ τὰ αἴτια οὕτως ἔχει πρὸς 〈ἄλληλα, ἤγουν θάτερον πρὸς〉 θάτερον, ὡς θάτερον ὑπὸ θατέρου κατασκευάζεσθαι, ἤγουν τὸ πρῶτον ὑπὸ τοῦ δευτέρου καὶ τοῦτο ὑπὸ τοῦ τρίτου.

“例如,为什么尼罗河在月末流得更盛?” “月”是指月亮的生成以及其多样的盈亏在其中发生的时间间隔。“例如,为什么尼罗河在月末、即月亏并接近终了时流得更盛?”我们便提出气候在当时变得更加寒冷严酷作为原因,说:“尼罗河在气候变得更加严寒时流得更盛;而在月末气候变得更加严寒;因此,尼罗河在月末流得更盛。”接着又是另一个问题:“又为什么气候在月末变得更加严寒?”我们便提出月蚀作为原因,说:“气候在月蚀时变得更加严寒;而月亮在月末发生月蚀;因此,气候在月末变得更加严寒。”看第一问题的原因是如何更多地通过第二问题的原因得到证明的。接着又是另一个被亚里士多德略过未提、却本身也必然包含在内的问题,例如“为什么月亮在月末发生月蚀?”我们便说此事的原因为月亮与太阳相合。“因为月亮因与太阳相合而蚀;而它在月末与太阳相合;因此,月亮在月末发生月蚀。”无论如何,这三个问题是同一的,因为第一问题的原因由第二问题的原因确立,而第二问题的原因由第三问题的原因确立。因为月亮既然从太阳接受光芒,在满月并从太阳接受充足光芒时,它也具有更多的热量;空气中汽状的蒸发物因这热量而消散,空气便澄澈。而当月亮亏缺时,它所具有的热量也就微少;因为它的光芒减少多少,其中的热量也同样减少多少;热量既然减少,就无法消散汽状的蒸发物,这些蒸发物随之凝结、浓缩并造成降雨;正因如此,河流也在当时流得更盛。因为这些原因彼此相对、即一方对另一方的关系正是这样:一方由另一方确立,即第一原因由第二原因确立,而第二原因又由第三原因确立。

§2.173

"Περὶ δὲ αἰτίου καὶ οὗ αἴτιον." Ἕτερον καὶ τοῦτο θεώρημα. ἐπειδὴ γὰρ ὄπισθεν περὶ αἰτίων τε καὶ αἰτιατῶν ἔλεγε, τῶν τε ἅμα ὄντων καὶ τῶν μὴ τοιούτων, καὶ πῶς ἡ ἀκολούθησις ἐπὶ τούτων ἐξ ἀνάγκης γίνεται, ἀπορίαν τινὰ κινεῖ περὶ τούτων νῦν, ἐὰν ἐπὶ τῶν ἅμα ὄντων αἰτίων καὶ αἰτιατῶν ὄντος τοῦ αἰτίου ἐξ ἀνάγκης ἐστὶ τὸ αἰτιατόν,2 καὶ ὄντος τοῦ αἰτιατοῦ ἐξ ἀνάγκης ἐστὶ τὸ αἴτιον. οἷον εἰ τοῦ ἐκλείπειν τὴν σελήνην αἴτιόν ἐστι τὸ ἐν μέσῳ εἶναι τὴν γῆν καὶ τοῦ φυλλορροεῖν τὸ πλατύφυλλον, εἰ οὖν ὄντος τοῦ πλατυφύλλου μέσου ἀποδείκνυται τὰ δένδρα φυλλορροεῖν καὶ διὰ τοῦ φυλλορροεῖν ἀποδείκνυται τὰ δένδρα πλατύφυλλα εἶναι, λοιπὸν ἀδύνατον ἀπόδειξιν διὰ τούτων γενέσθαι. εἰ γάρ τινά εἰσι δι’ ἀλλήλων δεικνύμενα, κύκλῳ δεῖξιν ποιοῦσιν, ἥτις ἀπόδειξις οὐκ ἔστιν. εἰ δὲ μὴ ἅμα εἰσὶν αἴτια καὶ αἰτιατά, συμβαίνει ὄντος μὲν τοῦ αἰτίου ἐξ ἀνάγκης εἰσάγεσθαι τὸ αἰτιατόν, ὄντος δὲ τοῦ αἰτιατοῦ οὐκ ἐξ ἀνάγκης εἰσάγεσθαι τὸ αἴτιον τοῦτο τὸ ὑποτεθέν. οἷον τὸ πῦρ ἐστιν αἴτιον τῆς τέφρας καὶ τοῦ καπνοῦ· ἀλλ’ οὐχ ἅμα εἰσὶ τὸ αἰτιατὸν καὶ τὸ αἴτιον, ἀλλὰ πρῶτον μὲν γίνεται πῦρ, εἶτα ἐπακολουθεῖ ὕστερον ἡ τέφρα καὶ ὁ καπνός. καὶ πάλιν τοῦ τὴν ἄμπελον φυλλορροεῖν αἴτιόν ἐστι τὸ πήγνυσθαι τὸ ἐν τῷ ὀχάνῳ ὑγρόν. τοῦτο γοῦν τὸ παράδειγμα κρεῖττόν ἐστι τοῦ τεθέντος παραδείγματος κατὰ λήθην ἐπὶ τοῦ πυρός.3 ὄντος μὲν οὖν τοῦ αἰτίου, ἤγουν τοῦ πήγνυσθαι τὸ ἐν τῷ ὀχάνῳ ὑγρόν, ἐξ ἀνάγκης ἕπεται καὶ τὸ τὰ δένδρα φυλλορροεῖν, ὅ ἐστιν αἰτιατόν· ὄντος δὲ τοῦ τὰ δένδρα φυλλορροεῖν οὐκ ἐξ ἀνάγκης ἐστὶν ὃ ὑπετέθη αἴτιον, ἤγουν ἡ τοῦ ὑγροῦ πῆξις, ἀλλ’ ἔσται τι ἕτερον αἴτιον, τὸ πλατύφυλλον, ἔτι τὸ ῥυτιδοῦσθαι τὰ φύλλα. εἰ γοῦν τὸ τὰ δένδρα φυλλορροεῖν δείκνυται καὶ διὰ τοῦ πήγνυσθαι τὸ ὑγρὸν καὶ ῥυτιδοῦσθαι τὰ φύλλα, λοιπὸν ἄρα τοῦτο ἀπόδειξις οὐκ ἔστι· πᾶσα γὰρ ἀπόδειξις δι’ ἑνὸς αἰτίου μέσου γίνεται. ἐν γὰρ τῇ ἀποδείξει, ὡς ἐμάθομεν, ὁ μέσος ὅρος ὁρισμός ἐστι τοῦ μείζονος· ὁ δὲ ὁρισμὸς ἑκάστου πράγματος εἷς ἐστιν. οὕτως ἄρα ἑκατέρωθεν ἡ ἀπορία ἔχει τὸ ἰσχυρόν.

“关于原因以及它是其原因的事物。” 这也是另一个定理。因为他此前论述了原因与结果,包括同时存在的原因与结果以及并非如此的原因与结果,并论述了在它们之中必然的推论关系是如何产生的,所以他现在对这些提出某种疑难:在同时存在的原因与结果中,当原因存在时是否结果必然存在,以及当结果存在时是否原因必然存在。例如,若月蚀的原因是地球处于中间,而落叶的原因是阔叶,那么如果在阔叶作为中项存在时证明树木落叶,并且通过落叶证明树木是阔叶的,那么通过这些便不可能再产生证明。因为如果有某些事物是通过彼此得到证明的,它们便构成了循环证明,而这并不是证明。另一方面,如果原因与结果不是同时存在的,就会发生这种情况:当原因存在时,结果固然被必然引入,但当结果存在时,这一被设定的原因却并非必然被引入。例如,火是灰烬和烟雾的原因;但结果与原因并非同时存在,而是火先产生,随后灰烬与烟雾后随。又如,葡萄树落叶的原因是叶柄中的水分凝固。无论如何,这个例子比由于疏忽而在火的场合所举的例子更好。因此,当原因即叶柄中的水分凝固存在时,树木落叶这一结果也必然随之而来;但当树木落叶存在时,被设定为原因的东西即水分凝固并不必然存在,而是会有某种别的原因,例如阔叶,或者是叶片皱缩。因此,如果树木落叶既通过水分凝固被证明,又通过叶片皱缩被证明,那么这就不再是证明了;因为一切证明都是通过一个作为原因的中项产生的。因为在证明中正如我们所学到的,中项是大项的定义;而每个事物的定义只有一个。因此,无论从哪一方面来看,这一疑难都是极有力的。

语法注3 条
  1. 2.172τὸ τὸν καιρὸν τότε χειμεριώτερον γίνεσθαι

    带冠词的宾格不定式短语(τὸ ... γίνεσθαι)作为动词 ἀποδιδόαμεν 的直接宾语,名词 αἰτίαν 则作宾语补足语(即“我们提出……作为原因”)。

  2. 2.173ἀπορίαν τινὰ κινεῖ περὶ τούτων νῦν, ἐὰν ἐπὶ τῶν ἅμα ὄντων αἰτίων καὶ αἰτιατῶν ὄντος τοῦ αἰτίου ἐξ ἀνάγκης ἐστὶ τὸ αἰτιατόν

    连词 ἐάν 在此并非引导条件从句(“如果”),而是依附于名词 ἀπορίαν 引导间接疑问从句(“是否”),相当于间接疑问词 εἰ。随后的陈述式现在时 ἐστί 表明对事实本身的探问。

  3. 2.173τοῦ τεθέντος παραδείγματος κατὰ λήθην ἐπὶ τοῦ πυρός

    由比较级 κρεῖττον 所要求的比较属格(“比……更好”)。介词短语 κατὰ λήθην(“出于疏忽”、“无意中”)修饰被动分词 τεθέντος,以副词方式说明前文火的例子是如何被提出的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:421.31-423.22