- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:420.25-421.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯通过反射的原理解释了中项“在属上同一”的诸问题(回声、镜中像、彩虹),随后阐明了在一方原因从属于另一方原因的问题中,亚里士多德为何强调其差异而非同一性。
ἐκεῖνα δὲ λέγεται αἴτια ταὐτὰ τῷ γένει, ὅσα ἔχουσι διαφοράς, ἤγουν ὅσα διαφέρουσι τῷ εἴδει, τῷ ἄλλων ἢ ἄλλως εἶναι,1 ἤγουν ἐν τῷ ἐν ἄλλοις καὶ ἄλλοις ὑποκειμένοις θεωρεῖσθαι καὶ κατὰ ἄλλους καὶ ἄλλους τρόπους γίνεσθαι. εἰσὶ δὲ τῷ γένει ταὐτὰ οἷον διὰ τί γίνεται ἡ ἠχώ; καὶ διὰ τί ἐμφαίνεται, ἤγουν διὰ τί ἐν τοῖς κατόπτροις ὁρῶμεν ἑαυτούς; καὶ διὰ τί ἡ ἶρις συνίσταται; πάντα γὰρ ταῦτα τὰ τρία προβλήματα τὸ αὐτό, ἤγουν ἓν τῷ γένει πρόβλημα λέγεται εἶναι· πάντα γὰρ ταῦτα αἴτια ἔχουσι τὴν ἀντανάκλασιν, ἥτις ὡς γένος θεωρεῖται ἐν τούτοις πᾶσι. πλὴν εἰ καὶ τὰ τρία ἓν τῷ γένει εἰσὶ διὰ τὸ καὶ τὰ ἐν αὐτοῖς αἴτια ἓν τῷ γένει εἶναι, ἀλλ’ οὖν ταῦτα τὰ αἴτια ἕτερα τῷ εἴδει εἰσὶ διὰ τὸ ἐν ἄλλοις καὶ ἄλλοις ὑποκειμένοις θεωρεῖσθαι τὴν ἀντανάκλασιν· ἐπὶ μὲν γὰρ τῆς ἠχοῦς ἀντανάκλασις γίνεται τοῦ ἀέρος, ἐπὶ δὲ τῆς ἴριδος ἀντανάκλασις τῶν τοῦ ἡλίου ἀκτίνων, ἐπὶ δὲ τῆς ἐμφάσεως τῆς ἐν κατόπτροις ἀντανάκλασις γίνεται τῶν ἀκτίνων τῶν ὄψεων. ἀλλὰ ῥητέον ταῦτα λεπτομερέστερον. ἡ μὲν ἠχὼ γίνεται οὕτως· ὁ ἐκφωνῶν πλήττει τὸν προσεχῆ ἀέρα διὰ τῆς ἐκφωνήσεως καὶ ἐγκαταγράφει ἐν αὐτῷ τὸ ἐκφωνούμενον· ὁ δὲ προσεχὴς οὗτος ἀὴρ πλήττει τὸν ἐφεξῆς αὐτῷ ὄντα ἀέρα ἐγκαταγράφων ἐν αὐτῷ καὶ ἃ ἐν αὐτῷ κατεγράφησαν, καὶ οὗτος τὸν ἐφεξῆς. καὶ οὕτω κατὰ διαδοχὴν τῶν ἐφεξῆς ἀέρων πληττομένων καὶ τὰ ἐγγραφέντα δεχομένων κατὰ τὸ ἀκέραιον οἱ ἐφεξῆς ἀέρες πληττόμενοι,2 ὅταν προσπέσωσιν ἔν τισι κοιλώμασιν ἐκ στερεῶν λίθων τὴν κατασκευὴν ἔχουσιν, ἀντανακλῶνται καὶ ὑποστρέφονται αὖθις πρὸς τὰς ἡμετέρας ἀκοὰς ἔχοντες σῶα ἃ ἐν αὐτοῖς κατεγράφησαν. ἐν δὲ κατόπτροις ὁρῶμεν ἑαυτοὺς λείοις οὖσι καὶ στερεοῖς καὶ λαμπροῖς· αἱ γοῦν ἀκτῖνες τῶν ὄψεων αἱ ἐκ τῶν ὀφθαλμῶν ἡμῶν ἐξερχόμεναι τοῦ ὁρᾶν δύναμιν ἔχουσαι προσπίπτουσι τῷ κατόπτρῳ λείῳ ὄντι καὶ στερεῷ καὶ λαμπρῷ, καὶ ἀντανακλώμεναι ποιοῦσιν ἡμᾶς ὁρᾶν ἑαυτούς, ὥσπερ ἂν καὶ τὸ ἐν τῷ δόρατι ξίφος στερεῷ τινι ἐντυχὸν σώματι πάσχει τινὰ ἀντανάκλασιν μετὰ σφοδρότητος αὐτῷ ἐμπεσόν. ἐπὶ δὲ τῆς ἴριδος οὕτως· ὅταν μετρία τις πύκνωσις τῶν νεφῶν γένηται ὡς δύνασθαι δροσίζειν ἢ καὶ ὑετίζειν τοῦ ἡλίου λάμποντος, τότε αἱ τοῦ ἡλίου ἀκτῖνες προσπεσοῦσαι τοῖς δροσίζουσι νέφεσιν ἢ καὶ ψακάζουσι κλῶνται κατὰ κύκλον, ἐπεὶ καὶ ἐν σφαιροειδεῖ σώματι ἡ τοῦ ἡλίου κίνησις γίνεται, καὶ οὕτως ὁ τῆς ἴριδος κύκλος συνίσταται. Τὰ δὲ τῶν προβλημάτων λέγονται ταὐτὰ διὰ τὸ τὸ αἴτιον καὶ μέσον τοῦ ἑτέρου ὑπὸ 〈τὸ〉 ἕτερον μέσον ἀναφέρεσθαι. μέλλων δὲ εἰπεῖν, ὅτι ταὐτά εἰσι τὰ τοιαῦτα προβλήματα, ταὐτὰ μὲν οὐκ εἶπεν, ἀλλ’ ὅτι διαφέρουσι καὶ ἕτερά εἰσιν. ἔδει δὲ μὴ ἕτερα ταῦτα εἰπεῖν καὶ διαφέροντα ἀλλὰ μᾶλλον ταὐτά, διότι οὐδὲ ζητεῖ ἐνταῦθα τίνα εἰσὶ τὰ ἕτερα προβλήματα, ἀλλὰ τίνα ταὐτά. καὶ λέγομεν, ἐπειδὴ τῶν προβλημάτων τούτων [ἐφ’ ὧν] τὸ αἴτιον θατέρου ὑπὸ τὸ αἴτιον θατέρου ἀναφέρεται ὡς καὶ δοκεῖν ἐντεῦθεν τὸ ἀπαράλλακτον ἔχειν τὰ προβλήματα τὰ τοιαῦτα, διὰ τοῦτο ἠναγκάσθη τὴν διαφορὰν αὐτῶν εἰπεῖν.
另一方面,那些“因其属于他物或以其他方式存在”、也就是因其在不同的基底中被观察到并且以不同的方式产生而具有差异、即在种上有别的原因,被称为在属上同一。而在属上同一的,例如:“为什么会产生回声?”、“为什么会显现镜像(即为什么我们在镜子中能看到自己)?”以及“为什么彩虹会形成?”。因为所有这三个问题都被称作是同一个、即在属上为一个的问题;因为所有这些都具有反射作为原因,而反射在所有这些问题中被视作一个属。然而,即使这三个问题因其中的原因在属上为一个而在属上为一个,这些原因却由于反射在不同的基底中被观察到而在种上有别。因为在回声中发生的是空气的反射,在彩虹中发生的是太阳光线的反射,而在镜中的镜像中发生的则是视线光线的反射。但必须更详细地说明这些。回声的产生是这样的:发声者通过发声打击切近的空气,并将所发之声刻印在其中;而这切近的空气又打击紧邻它的空气,并把在自身中被刻印之物也刻印在其中,而这一空气又打击下一处。如此由于紧接的各处空气被相继打击并完好无损地接受被刻印之物,紧接的各处空气在受到打击后,每当撞击在由坚石构成的某些凹穴上时,便发生反弹并再次折回我们的听觉,原样保持着在它们之中被刻印之物。而在镜子中,我们在其光滑、坚固且明亮时看到自己。从我们的眼睛发出、具有视觉能力的视线光线撞击在光滑、坚固且明亮的镜子上,被反射并使我们看到自己,正如枪尖上的利刃遇到某种坚硬物体、用力撞击其上时受到某种反弹一样。而关于彩虹则是这样:当太阳照射之时,云层发生适度的凝缩以致能够化为露水甚至降雨,此时太阳光线照射到形成露水或细雨的云层上,便沿圆形发生折射,因为太阳的运动也是在球形物体中进行的,这样彩虹的圆环便形成了。另一方面,有些问题因一方的原因和中项从属于另一中项之下而被称作同一。然而,他本打算说这类问题是同一的,却没有说它们是同一的,反而说它们有所差异且各不相同。但他本不该说这些是不同的和有差异的,而应当说它们是同一的,因为他在此时探究的并非哪些是不同的问题,而是哪些是同一的问题。我们便说,既然在这些问题中,一方的原因从属于另一方的原因之下,以致由此看来这类问题甚至毫无分别,正是为此缘故,他才不得不说明它们之间的差异。
- 2.171τῷ ἄλλων ἢ ἄλλως εἶναι
此处是由定冠词加不定式(τῷ εἶναι)构成的关系/方式与格,引自亚里士多德原文(98a26–27)的高度概括句式。属格 ἄλλων(“属于他物的”)与副词 ἄλλως(“以其他方式”)由 ἤ 连接;斐洛波诺斯紧接着用“在不同的基底中被观察到并且以不同的方式产生”对这一简略构词进行了疏解。
- 2.171τῶν ἐφεξῆς ἀέρων πληττομένων καὶ τὰ ἐγγραφέντα δεχομένων κατὰ τὸ ἀκέραιον οἱ ἐφεξῆς ἀέρες πληττόμενοι
一种句式转换(破格句结构)。在以属格绝对结构(τῶν ἐφεξῆς ἀέρων πληττομένων...)开端后,同一个主语又以主格分词短语(οἱ ἐφεξῆς ἀέρες πληττόμενοι)的形式被重新提出,进而作为主句主动词 ἀντανακλῶνται καὶ ὑποστρέφονται 的语法主语。
