← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§419.22-420.25

具有同种原因与中项的问题的同一性

菲洛波诺斯注解了亚里士多德《后分析篇》98a24,解释了即使主词与谓词不同,只要具备在种上相同的原因与中项(即热的互相排挤),如冬季消化、井水温热及睡眠时的急促呼吸等问题,就属于同类问题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.171#1

" Τὰ δ’ αὐτὰ προβλήματά ἐστι τὰ μὲν τῷ τὸ αὐτὸ μέσον ἔχειν." Ἐπειδὴ τῶν προβλημάτων τὰ μέν εἰσιν ἕτερα τὰ δὲ ταὐτά, τὰ μὲν ὄντα ἕτερα ὡς δῆλα παρῆκεν. ἕτερα γὰρ προβλήματά εἰσιν ὧν καὶ τὰ ὑποκείμενα καὶ τὰ κατηγορούμενα καὶ τὰ μέσα, ἤγουν τὰ αἴτια, εἰσὶν ἕτερα· οἷον τοῦ μὲν ‘διὰ τί ὁ ἄνθρωπος αἰσθάνεται;’ μέσον καὶ αἴτιόν ἐστι τὸ ζῷον· τοῦ δὲ ‘διὰ τί ὁ ἰχθὺς οὐκ ἀναπνεῖ;’ μέσον καὶ αἴτιόν ἐστι τὸ μὴ πνεύμονα ἔχειν. ταὐτὰ δὲ προβλήματα λέγεται ὧν τὸ μέσον ταὐτόν ἐστι, κἂν κατὰ τὰ ὑποκείμενα καὶ κατηγορούμενά εἰσιν ἕτερα· οἷον διὰ τί ἐν χειμῶνι ῥᾷον πέττομεν; καὶ διὰ τί κοιμώμενοι πυκνὸν ἀναπνέομεν; καὶ διὰ τί τὰ φρέατα ἐν χειμῶνι θερμά εἰσιν, ἤγουν τὰ ὕδατα τὰ ἐν τοῖς φρέασι; ταῦτα γὰρ τὰ τρία προβλήματα κἂν ἕτερά εἰσι κατὰ τὰ ὑποκείμενα καὶ κατηγορούμενα, ἀλλ’ οὖν τὸ αἴτιον αὐτῶν πάντων ἕν ἐστι κατ’ εἶδος· ἔστι δὲ ἡ ἀντιπερίστασις καὶ συστολὴ τοῦ θερμοῦ. πέττομεν γὰρ ῥᾷον ἐν χειμῶνι διὰ τὸ πυκνοῦσθαι τοὺς ἐν τοῖς σώμασι πόρους ὑπὸ τῆς τοῦ περιέχοντος, ἤγουν τοῦ ἀέρος, ψυχρότητος· πυκνωθέντων δὲ τῶν πόρων συστέλλεται ἐντὸς τὸ ἐν ἡμῖν ἔμφυτον θερμὸν καὶ εἰς βάθος διεισδύνει τῶν τοῦ σώματος στερεῶν, καὶ ἐπεὶ ἐκτὸς οὐκ ἔστι διαχεόμενον διὰ τῶν τοῦ σώματος πόρων, πολλαπλασιάζεται ἐντὸς καὶ πλεῖστον γίνεται· πολὺ δὲ ὂν ῥᾷον δύναται καὶ τὰ βρώματα κατεργάζεσθαι καὶ πέττειν. ὡσαύτως καὶ τὰ ἐν τοῖς φρέασιν ὕδατα θερμά ἐστιν ἐν χειμῶνι διὰ τὸ ἀντιπερίστασθαι καὶ συστέλλεσθαι καὶ εἰς τοὺς κευθμῶνας τῆς γῆς διεισδύνειν τὸ θερμὸν διὰ τὴν τοῦ ἀέρος ψυχρότητα. πυκνὸν δὲ ἀναπνέομεν κοιμώμενοι διὰ τὸ τὸ ζῷον χρῄζειν1 τῆς εἰσπνοῆς τῆς ἐκ τοῦ ἀέρος διὰ κατάψυξιν τοῦ ἐν τῇ καρδίᾳ ἐμφύτου θερμοῦ, ἵνα μὴ μένον ἄκρατον τὸ θερμὸν καταφλέξῃ τὸ ζῷον. ἐπεὶ γοῦν ὁ ὕπνος γίνεται διὰ τὸ ἐπιπωματίζεσθαι τὴν καρδίαν διὰ τῶν ἐκ τῆς κεφαλῆς κατερχομένων παχέων ἀτμῶν, ἡ δὲ ἐπιπωμάτισις τῆς καρδίας ἡ ἐξ αὐτῶν γινομένη συστέλλει ἐν αὐτῇ τὸ θερμὸν καὶ οὐκ ἐᾷ ἄνω φέρεσθαι, συστελλόμενον δὲ τὸ θερμὸν πολλαπλασιάζεται καὶ δραστικώτερον γίνεται, ἵνα μὴ ἐκφλογωθῇ τὰ τοῦ ζῴου ἐντὸς ὑπὸ τῆς τοῦ θερμοῦ καυστικῆς δυνάμεως, τούτου χάριν πυκνὰ τὸν ἐκτὸς ἀέρα εἰσπνέομεν2 ἐν τῷ τοῦ ὕπνου καιρῷ, ἵνα διὰ τῆς ψυχρότητος κολασθῇ τὸ καυστικὸν τοῦ ἐμφύτου θερμοῦ καὶ ἄμετρον καὶ πρὸς συμμετρίαν ἔλθῃ. ταὐτὰ γοῦν λέγεται ταῦτα τὰ ῥηθέντα προβλήματα ἐν τῷ ἔχειν τὸ αὐτὸ μέσον, ἤγουν αἴτιον, κατὰ τὸ εἶδος· αἴτιον γὰρ ταῦτα ἔχουσι τὴν τοῦ θερμοῦ ἀντιπερίστασιν καὶ συστολήν. Τινὰ δὲ τῶν προβλημάτων τούτων, κἂν ἕτερά εἰσι κατὰ τὰ ὑποκείμενα καὶ κατηγορούμενα, ἀλλ’ οὖν ταὐτὰ λέγονται τῷ γένει, διὰ τὸ καὶ 〈τὰ〉 ἐν αὐτοῖς αἴτια καὶ μέσα ἕτερα μὲν εἶναι τῷ εἴδει ταὐτὰ δὲ τῷ γένει.

“有些问题因具有相同的中项而为同一。” 既然各问题中有些是不同的,有些是相同的,他就把不同的问题作为显而易见的事物略过了。因为不同的问题就是其主词、谓词以及中项(即原因)各不相同的问题;例如,对于“为什么人具有感觉?”,中项和原因乃是“动物”;而对于“为什么鱼不呼吸?”,中项和原因乃是“不具有肺”。另一方面,凡中项相同的问题便被称为相同的问题,即使它们在主词和谓词上各不相同;例如:“为什么我们在冬天更容易消化食物?”、“为什么我们在睡眠时呼吸急促?”以及“为什么水井在冬天是温热的(即水井中的水是温热的)?”。因为这三个问题即使在主词和谓词上各不相同,然而它们全体的原因在种上却是一个;这就是热的互相排挤与凝缩。因为我们在冬天更容易消化,乃是由于体内的孔隙因周围包围物(即空气)的寒冷而变得致密;当孔隙变得致密之后,我们体内的先天之热便凝缩于内部,深入身体坚实部分的深处,并且既然它不通过身体的孔隙向外散发,它便在内部倍增并变得极多;而既然变多,它便能更容易地加工并消化食物。同样,水井中的水在冬天温热,也是由于空气的寒冷致使热受到互相排挤、凝缩并深入大地的深穴。而我们在睡眠时呼吸急促,则是由于动物需要从空气中吸气以冷却心脏中的先天之热,以免热未经调和地留存而烧毁动物。既然睡眠是由于从头部下降的浓厚水汽覆盖了心脏而发生,而由它们所造成的心脏覆盖将热凝缩在心脏内而不容许它向上运动,被凝缩的热又倍增并变得更加活跃,那么为了使动物的内部不致被热的燃烧能力所灼伤,为此缘故我们在睡眠之时急促地吸入外部空气,以便通过寒冷来抑制先天之热的燃烧性与过度,并使之达到均衡。因此,所说的这些问题因在种上具有相同的中项(即原因)而被称作同一;因为它们具有热的互相排挤与凝缩作为原因。而在这些问题中,有些即使在主词和谓词上各不相同,却被称为在属上同一,这是因为其中的原因与中项在种上虽异,在属上却为同一。

语法注2 条
  1. 2.171διὰ τὸ τὸ ζῷον χρῄζειν

    介词 διά 的宾语是用以使整个不定式从句名词化的中性单数宾格定冠词 τό,紧接着是不定式 χρῄζειν 的逻辑主语 τὸ ζῷον 的定冠词 τό。其结构为 διά τό [τὸ ζῷον χρῄζειν τῆς εἰσπνοῆς...],相邻的两个定冠词分别属于不同的句法层级。

  2. 2.171ἐπεὶ γοῦν ὁ ὕπνος γίνεται... τούτου χάριν πυκνὰ τὸν ἐκτὸς ἀέρα εἰσπνέομεν

    主句的核心是“τούτου χάριν πυκνὰ τὸν ἐκτὸς ἀέρα εἰσπνέομεν...”(为此缘故我们在睡眠之时急促地吸入外部空气)。此前的一长串复合结构充当原因的背景:由 ἐπεὶ γοῦν 引导的从句说明睡眠的成因,随后插入并列分句阐述热因封阻而蓄积与倍增(ἡ δὲ ἐπιπωμάτισις... συστέλλει..., συστελλόμενον δὲ... πολλαπλασιάζεται),再接目的从句(ἵνα μὴ ἐκφλογωθῇ...),最终导向主句中的 τούτου χάριν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:419.22-420.25