← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§40.13-42.4

前提的预先知识与对前提的确信

斐洛波诺斯论证了在不预先知晓前提的情况下知晓结论是不可能的,因为这会导致自相矛盾,并讨论了亚历山大对“确信者”一词的改读与字面理解。接着,他阐明了拥有证明性知识的人为何不仅必须比结论更确信前提,而且必须比与原理相对立的命题更确信前提。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.42

" Συμβήσεται δὲ τοῦτο, εἰ μή τις προγνώσεται τῶν δι’ ἀπόδειξιν πιστευόντων.1" Τοῦτο ποῖον; τὸ ἐναντίον οὗπερ εἶπεν. εἶπε δὲ ὅτι οὐχ οἷόν τε πιστεύειν μᾶλλον ταῖς προτάσεσι τοῦ συμπεράσματος, εἰ μή τις προγνώσεται τὰς προτάσεις τοῦ συμπεράσματος. τοῦτο οὖν ἀδύνατον, λέγω δὴ τὸ μὴ προεγνωκότα τὰς προτάσεις πιστεύειν αὐταῖς μᾶλλον τοῦ συμπεράσματος· συμβήσεται γὰρ τῷ μὴ προεγνωκότι μὲν τὰς προτάσεις εἰδέναι δὲ τὸ συμπέρασμα λέγοντι τὰ ἐναντία λέγειν.2 διὰ μὲν γὰρ τὸ εἰδέναι τὸ συμπέρασμα ἀνάγκη αὐτὸν καὶ τὰς προτάσεις εἰδέναι· ἐπειδὴ δὲ μήτε δι’ ἀποδείξεως τυγχάνει εἰδὼς τὰς προτάσεις μήτε κρεῖττον ἢ κατ’ ἀπόδειξιν, ἀδύνατον δὲ ἄλλως τι εἰδέναι κυρίως, οὐκ ἄρα εἴσεται τὰς προτάσεις· ἀλλὰ μὴν καὶ εἰδέναι ἀνάγκη δι’ ἃς καὶ τὸ συμπέρασμα λέγει εἰδέναι. τὰς αὐτὰς ἄρα καὶ εἴσεται καὶ οὐκ εἴσεται. καὶ τὸ συμπέρασμα δὲ καὶ εἴσεται καὶ οὐκ εἴσεται· εἴσεται μὲν διὰ τὸ ὁμολογεῖν εἰδέναι, οὐκ εἴσεται δὲ διὰ τὸ ἀγνοεῖν τὰς προτάσεις· εἰ γὰρ τῷ συμπεράσματι λέγοι πιστεύειν μὴ προεγνωκὼς τὰς προτάσεις, πρόδηλον ὡς οὐδὲ τὸ συμπέρασμα εἴη ἐγνωκώς. εἰ οὖν ταῦτα ἀδύνατα, ἀδύνατον ἄρα μὴ προεγνωκότα τὰς προτάσεις εἰδέναι τὸ συμπέρασμα. τὸ δὲ εἰ μή τις προγνώσεται τῶν δι’ ἀπόδειξιν πιστευόντων ὁ Ἀλέξανδρος ἀντὶ τοῦ ‘πιστευομένων’ φησίν, ἵν’ ᾖ τὸ λεγόμενον οὕτως· εἰ μή τις προγνώσεται, δηλονότι τὰς προτάσεις τῶν διὰ τὴν ἀπόδειξιν πιστευομένων, τουτέστι τῶν συμπερασμάτων. κἂν δὲ πιστευόντων ἀκούωμεν, ἔχεται διανοίας ἡ λέξις τοιαύτης· εἰ μή τις τῶν πιστευόντων ἀνθρώπων διὰ τὴν ἀπόδειξιν προγνώσεται τὰς προτάσεις.

“而如果通过证明而确信的人中没有人预先知晓,这一情况就会发生。” 怎样的“这一情况”?即他所说之事的反面。而他曾说,如果人不先于结论预先知晓诸前提,就不可能比结论更多地确信诸前提。因此这是不可能的,我指的是不预先知晓诸前提的人比结论更多地确信它们;因为对于声称自己不预先知晓诸前提却知晓结论的人来说,将会出现自相矛盾的表述。因为由于知晓结论,他必然也知晓诸前提;但既然他既不是通过证明知晓诸前提,也不是以高于证明的方式知晓,而以其他方式严格知晓任何事物都是不可能的,因此他便不会知晓诸前提;然而,正是由于这些前提,他也声称自己知晓结论,知晓它们又是必然的。因此,他对于完全相同的前提既知晓又不知晓。并且对于结论,他同样既知晓又不知晓:由于承认自己知晓,他知晓它;而由于不认识诸前提,他不知晓它;因为如果他声称自己确信结论却不预先知晓诸前提,很显然他甚至根本没有认识结论。因此,如果这些是不可能的,那么不预先知晓诸前提而知晓结论便是不可能的。至于“如果通过证明而确信的人中没有人预先知晓”这句,亚历山大说这是用来代替“被确信的事物”,以便所说的意思是这样的:“如果人不预先知晓——显然是指诸前提——相较于由于证明而被确信的事物(即诸结论)。”但即便我们按“确信的人”来理解,这段文字也包含着这样的意思:“如果在由于证明而确信的人中,没有人预先知晓诸前提。”

§1.43

"Τὸν δὲ μέλλοντα ἕξειν τὴν ἐπιστήμην τὴν δι’ ἀποδείξεως καὶ τὰ ἑξῆς." Ὃ βούλεται λέγειν, τοιοῦτόν ἐστιν, ὅτι οὐ μόνον τοῦ συμπεράσματος δεῖ τὰς παραλαμβανομένας προτάσεις πιστοτέρας εἶναι ἀλλὰ καὶ τῶν ἀντικειμένων αὐταῖς. οἷον εἰ διὰ τοῦ λαβεῖν ὅτι οὐδὲν γίνεται ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος κατασκευάζοιτό τι, δεῖ τοῦτο τὸ μηθὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι οὐ μόνον τοῦ συμπεράσματος πιστότερον εἶναι ἀλλὰ καὶ τοῦ ἀντικειμένου αὐτῷ, λέγω δὴ τοῦ γίνεσθαί τι ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος. εἰ γὰρ οὕτως ἔχοι περὶ τούτου ὡς δύνασθαί ποτε καὶ ἄλλως ἔχειν, δῆλον ὅτι οὐδ’ ἂν τὸ διὰ τούτου συναγόμενον συμπέρασμα ἀμετάπτωτον εἴη· εἴπομεν δὲ τὴν ἐπιστήμην τοιαύτην εἶναι ὥστε μὴ δύνασθαι ἄλλως ἔχειν.

“而将要拥有通过证明而得之知识的人,等等。” 他意图说明的内容是这样的:所采用的诸前提不仅必须比结论更可信,而且必须比与它们相对立的事物更可信。例如,如果通过设定“无物产生于绝不存在者”来确立某事,那么这句“无物产生于绝不存在者”不仅必须比结论更可信,而且必须比与它相对立的事物更可信,我指的即是“某物产生于绝不存在者”。因为如果人对此处于某种认为它有时也能是另一种情况的状态,显然通过它推导出的结论也不会是不可动摇的;而我们说过,知识乃是不能处于另一种情况的存在。

§1.44

"Ἀλλὰ μηδ’ ἄλλο αὐτῷ πιστότερον εἶναι μηδὲ γνωριμώτερον τῶν ἀντικειμένων ταῖς ἀρχαῖς, ἐξ ὧν ἔσται συλλογισμὸς ὁ τῆς ἐναντίας ἀπάτης.3" Οὐ τοῦτό φησιν, ὅτι μή τι ἄλλο πιστότερον, ἀλλὰ μὴ εἶναί 〈τι〉 πιστότερον τῶν ἀντικειμένων ταῖς ἀρχαῖς, ἐξ ὧν συμβήσεται, λέγω δὴ τῶν ἀντικειμένων, ψευδῆ συλλογισμὸν γίνεσθαι· εἰ γὰρ ἐκ τοῦ λαβεῖν μηδὲν δεῖν ἐκ τοῦ μηδαμῇ μηδαμῶς γίνεσθαι ἀληθὴς συλλογισμὸς γέγονε, δῆλον ὡς ἐκ τοῦ ἐναντίου τούτου ψευδὴς συναχθήσεται συλλογισμός.

“而且对他而言,与那些原理相对立的事物——由之将产生相反谬误的推论——绝不可有其他任何一个〔比诸原理〕更可信或更为人所知。” 他并不是说“其他任何事物都不能更可信”,而是说,在与诸原理相对立的事物中——由之(我指由这些对立面)将会产生虚假的推论——绝不可有任何事物更可信;因为如果由设定“无物应当产生于绝不存在者”而产生了一个真实的推论,那么显然由它的相反面就会推导出一个虚假的推论。

语法注3 条
  1. 1.42τῶν δι’ ἀπόδειξιν πιστευόντων

    属格分词短语 τῶν δι’ ἀπόδειξιν πιστευόντων 在句法上有两种解读。斐洛波诺斯提及的亚历山大的观点认为,主动分词 πιστευόντων 是代指被动分词 πιστευομένων,与 προγνώσεται 中的 πρό- 构成比较属格(即“相较于通过证明而被确信的事物[结论],预先知晓[前提]”)。另一种解释则是字面上将 πιστευόντων 视为主动阳性复数,与不定代词 τις 构成部分属格(“在通过证明而确信的人当中[若有人/没有人]”)。

  2. 1.42συμβήσεται γὰρ τῷ μὴ προεγνωκότι μὲν τὰς προτάσεις εἰδέναι δὲ τὸ συμπέρασμα λέγοντι τὰ ἐναντία λέγειν

    非人称动词 συμβήσεται(导致/随之发生)支配与格分词短语 τῷ μὴ προεγνωκότι μὲν ... λέγοντι(对于……声称者),而不定式短语 τὰ ἐναντία λέγειν(说出自相矛盾的话)充当其实际主语。在与格分词短语内部,μὲν ... δέ 对立了“不预先知晓前提”与“声称知晓结论”这两个相互矛盾的方面。

  3. 1.44τῶν ἀντικειμένων ταῖς ἀρχαῖς, ἐξ ὧν ἔσται συλλογισμὸς ὁ τῆς ἐναντίας ἀπάτης

    在引文(lemma)中,τῶν ἀντικειμένων ταῖς ἀρχαῖς 在句法上充当从属于 μηδ’ ἄλλο 的部分属格(“与原理相对立的事物中的其他任何事物”)。斐洛波诺斯在注解中澄清了 ἄλλο 与 τῶν ἀντικειμένων 的搭配关系,指出其含义并非“其他任何事物都不能更可信”,而是“在与原理相对立的事物中,不可有任何事物更可信”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:40.13-42.4