← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§418.16-419.21

无名之属的中项确立与类比证明

注解亚里士多德《后分析篇》98a13–17,阐明在没有专名的属(无名之属)中确立中项并构建推论的步骤,以及通过类比确立共通项以进行证明的方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.169

" Νῦν μὲν οὖν κατὰ τὰ παραδεδομένα κοινὰ ὀνόματα." Ἐπειδὴ τῶν γενῶν τὰ μὲν ὀνόματα ἔσχον ἀπὸ τῶν παλαιῶν φιλοσόφων, τὰ δὲ παρ’ ἐκείνων οὐκ ὠνοματοθετήθησαν, δεῖ ἡμᾶς ὀνοματοθετεῖν αὐτὰ καὶ χρᾶσθαι τῇ αὐτῇ μεθόδῳ εἰς εὕρεσιν τῶν ἑπομένων αὐτοῖς, τοῖς παρ’ ἡμῶν ὀνοματοθετηθεῖσιν, ἢ καὶ ἐπὶ τῶν ὠνομασμένων γενῶν χρώμεθα.1 ἢ καὶ οὕτως· ἐπειδὴ τὰ γένη ἢ ὠνομασμένα εἰσίν, ὡς τὰ δι’ ἑνὸς ὀνόματος δηλούμενα, ἢ ἀνώνυμα, ὡς τὰ διὰ λόγου δηλούμενα καὶ οὐ δι’ ὀνόματος, οἷον τὸ κέρατα ἔχειν γένος ἀνώνυμόν ἐστιν, δεῖ γοῦν, φησί, καὶ ἐπὶ τῶν τοιούτων γενῶν τὰ ἑπόμενα αὐτοῖς λαμβάνειν οὕτως ὡς καὶ ἐπὶ τῶν ὠνομασμένων γενῶν.

“现在且依照流传下来的共通名称。” 既然各属中有些从古代哲学家那里获得了名称,有些则未被他们命名,我们就必须给它们命名,并且在为了找出伴随它们(即由我们命名的那些属)的属性时,运用与我们在已命名的各属上所运用的相同方法。或者也可以这样[理解]:既然各属要么是已命名的(如通过单一名称表示的属),要么是无名的(如通过说明而非通过名称表示的属,就像“具有角”是一个无名的属),他说,在这类属上,也必须像在已命名的属上一样把握伴随它们的属性。

§2.170

"Τὸ ἔχειν ἐχῖνον." Εἰ προτεθῇ πρόβλημα διὰ τί ὁ βοῦς ἐχῖνον ἔχει ἢ ἀμφώδουν οὐκ ἔστι, δεῖ σε λαβεῖν τὸ γένος, οἰκειότερον δὲ εἰπεῖν πάθος τι, τὸ κέρατα ἔχειν. εἶτα σκόπει τίσιν ἕπεται τοῦτο, ἤγουν βοΐ, αἰξί, προβάτοις καὶ ἑτέροις τοιούτοις. εἶτα σκόπει τὰ ἑπόμενα τοῖς κέρατα ἔχουσι, καὶ ἔστι τὸ μὴ ἀμφώδουν, τὸ ἔχειν ἐχῖνον· ταῦτα δὲ γνοίης ἐκ τῶν ἀνατομῶν. καὶ οὕτως λάβε μέσον ὅρον τὸ κέρατα ἔχειν καὶ συλλόγισαι· ὁ βοῦς κέρατα ἔχει, τὸ ἔχον κέρατα ἐχῖνον ἔχει, ὁ βοῦς ἄρα ἐχῖνον ἔχει. Ἔτι δ’ ἄλλος τρόπος ἐστὶ κατὰ τὸ ἀνάλογον ἐκλέγειν τὰ ἑπόμενα τοῖς εἴδεσιν. 〈οἷον〉 ὅταν ὦσι διάφορά τινα, ὡς τὸ σήπιον καὶ ἡ ἄκανθα καὶ τὸ ὀστοῦν, τὴν αὐτὴν χρείαν ἀποπληροῦντα ἐν τοῖς ζῴοις, ἐπεὶ οὐκ ἔστι δυνατὸν δι’ ἑνὸς ὀνόματος ταῦτα δηλῶσαι, ἀνάγομεν ταῦτα ὑπὸ τὸ ἀνάλογον· καὶ ἔστι τοῦτο ὡς κοινὸν ὄνομα δηλωτικὸν τούτων ἁπάντων. καὶ εἰ προτεθῇ πρόβλημα διὰ τί ἡ σὰρξ τῆς σηπίας ἐρείδεται. καὶ τί τὸ αἴτιον τὸ ταύτην ὑποστηρίζον ὑγρὰν οὖσαν καὶ μαλακήν, λάβε μέσον τὸ ἀνάλογον τῷ σηπίῳ, καὶ εἰπέ· ὃν λόγον ἔχει τὸ ὀστοῦν πρὸς τὴν σάρκα τοῦ ἀνθρώπου (ὑπερειστικὸν γάρ ἐστιν αὐτῆς μαλακῆς οὔσης) καὶ ἡ ἄκανθα πρὸς τὴν τῶν ἰχθύων (ὑπερείδει γὰρ ταύτην), οὕτω καὶ τὸ σήπιον ὑπερείδει τὴν σάρκα τῆς σηπίας κατὰ τὸν αὐτὸν λόγον. Ἔτι δ’ ἄλλος τρόπος ἐστὶ κατὰ τὸ ἀνάλογον ἐκλέγειν τὰ ἑπόμενα τοῖς εἴδεσι. λαβόντες γὰρ μέσον ὅρον τὸ ἀνάλογον ἀποδείξομεν τὰ ἑπόμενα τοῖς εἴδεσιν ἐν οἷς θεωρεῖται τὸ ἀνάλογον, ἀνθρώπῳ, ἰχθύϊ καὶ σηπίᾳ· οὐ γὰρ ἔστιν εὑρεῖν ὄνομα ἓν δηλωτικὸν τῆς ἀκάνθης καὶ τῶν λοιπῶν, καὶ διὰ τοῦτο ὡς κοινὸν ὄνομα αὐτῶν τιθέαμεν τὸ ἀνάλογον. Ἔσται δ’ ἑπόμενα καὶ τούτοις, ἤγουν ἔστι δὲ ἑπόμενα εὑρεῖν καὶ ἐν τοῖς τοιούτοις, ἤγουν τῷ σηπίῳ, τῇ ἀκάνθῃ καὶ τῷ ὀστῷ, ἐκ τῆς τοιαύτης φύσεως, ἤγουν τῆς ἀναλογίας, τοῦ ὑπερείδειν τὴν σάρκα, ὥσπερ φύσεώς τινος·2 ὡς γὰρ τοῖς κερατοφόροις ὡς φύσις τίς ἐστι κοινὴ τὸ κέρατα ἔχειν, οὕτω καὶ τὸ ἀνάλογον δοκεῖ οἷον φύσις τις εἶναι δηλωτικὴ τοῦ σηπίου καὶ τῶν λοιπῶν.

“具有蜂巢胃。” 如果提出的问题是为什么牛具有蜂巢胃或者并非两颌具齿,你就必须选取其属,或者更恰当地说,选取某种受动状态[属性]——“具有角”。随后考察这一属性伴随哪些事物,即伴随牛、山羊、绵羊以及其他此类事物。随后考察伴随具有角之物的事物,这就是并非两颌具齿以及具有蜂巢胃。这些情况你可以从解剖中获知。这样,就把“具有角”作为中项并进行推论:“牛具有角;具有角者具有蜂巢胃;因此牛具有蜂巢胃。” 此外,还有另一种按照类比来选取伴随各物种之属性的途径。〈例如〉当存在某些不同的事物(如乌贼骨、鱼刺和骨骼),在动物中履行相同的功用,既然不可能用单一名称表示它们,我们便把它们归入类比项之下;而这就像是指明所有这些事物的共通名称。如果提出的问题是为什么乌贼的肉得以被支撑,以及支撑其湿润且柔软之肉的原因是什么,就选取与乌贼骨相类比者作为中项,并说:“正如骨骼对人的肉所具有的比例(因为骨骼能够支撑柔软的人肉),以及鱼刺对鱼肉所具有的比例(因为鱼刺支撑鱼肉),乌贼骨也依循相同的比例支撑乌贼的肉。”此外,还有另一种按照类比来选取伴随各物种之属性的途径。因为选取了类比项作为中项,我们就将证明伴随在其上观察到该类比项的各物种(即人、鱼和乌贼)的属性;因为不可能找到一个指示鱼刺以及其余事物的单一名称,为此我们把类比项设定为它们的共通名称。 “而且在这些事物上也将有伴随的属性”,也就是说,在诸如此类的事物(即乌贼骨、鱼刺和骨骼)上,也能够从这种本性(即类比,也就是支撑肉)中发现伴随的属性,宛如从某种本性中发现一样。因为正如对于具角动物而言,“具有角”宛如某种共通的本性,类比似乎也宛如某种指示乌贼骨以及其余事物的本性。

语法注2 条
  1. 2.169ἢ καὶ ἐπὶ τῶν ὠνομασμένων γενῶν χρώμεθα

    与前文的 τῇ αὐτῇ μεθόδῳ(“相同的方法”)相呼应的比较结构。在通常的古典用法中此处预期会出现关系代词与格 ᾗ 或 ὥσπερ,而此处由连词 ἤ 引导比较从句,意为“正如我们在已命名的各属上所运用的那样”。

  2. 2.170ἐκ τῆς τοιαύτης φύσεως, ἤγουν τῆς ἀναλογίας, τοῦ ὑπερείδειν τὴν σάρκα, ὥσπερ φύσεώς τινος

    带冠词的不定式属格 τοῦ ὑπερείδειν τὴν σάρκα 在句中对紧邻的前文属格 τῆς τοιαύτης φύσεως, ἤγουν τῆς ἀναλογίας(“这种本性,即类比”,受介词 ἐκ 支配)作同位或说明性补充,具体指明该类比本性的内容(“支撑肉”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:418.16-419.21