← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§417.1-418.15

通过解剖与划分探寻中项与原因

斐洛庞努斯指出,论证问题中的中项与原因应从解剖和划分这两种途径中获取,显明的原因借助划分,隐蔽的原因则借助解剖。随后他以动物和鸟类的类与物种为例展示了划分的具体步骤,并以中项(Α)、大项(Β)和小项(Γ, Δ, Ε)形式化了三段论结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.167

" Πρὸς δὲ τὸ ἔχειν τὰ προβλήματα λέγειν δεῖ." Ἕτερον θεώρημα, ἐν ᾧ παραδίδωσι πόθεν μέλλεις εὑρίσκειν τὰ μέσα καὶ τὰ αἴτια τῶν προκειμένων προβλημάτων εἰς ἀπόδειξιν. τὸ δὲ λέγειν ἀντὶ τοῦ ἐκλέγειν καὶ συνάγειν ἐκληπτέον.1 πρὸς δὲ τὸ ἔχειν τὰ αἴτια, ἤγουν τοὺς μέσους δι’ ὧν ἀποδεικνύονται τὰ προβλήματα, δεῖ ἐκλέγειν ταῦτα ἀπὸ τῶν ἀνατομῶν καὶ τῶν διαιρέσεων. εἰ μὲν γὰρ τὸ αἴτιόν ἐστι φανερόν, δεῖ ἐκλέγειν τοῦτο ἐκ τῶν διαιρέσεων· εἰ δὲ κεκρύφαται τὰ αἴτια, δεῖ ἐκλέγειν ταῦτα ἀπὸ τῶν ἀνατομῶν. καὶ γὰρ ἀνατομῆς γενομένης ἐν ἀνθρώποις εὑρίσκεις τὸ ἐν αὐτοῖς χολῶδες πάνυ ὀλίγον συγκρινόμενον πρὸς τοὺς ἄλλους χυμούς, αἷμα δηλονότι, φλέγμα καὶ ξανθὴν χολήν. εἰ δὲ ἀνατέμῃς βοῦν, εὑρήσεις αὐτὸν τέσσαρας κοιλίας ἔχοντα, πρώτην μὲν τὸν λεγόμενον στόμαχον, εἰς ὃν πρώτως τὰ βρώματα φέρεται· μετ’ αὐτήν ἐστιν ὁ ἐχῖνος, εἰς ὃν φερόμενα κατέχεται· τρίτη δὲ ἡ λεγομένη ἤνυστρον ὡς ἀνύουσα καὶ συμπέττουσα τὰ βρώματα· τετάρτη δέ ἐστι τὸ κύτος αὐτῆς, καθ’ ὃ καὶ χιλοποιοῦνται. τέτταρας δὲ κοιλίας ἀκούων τέτταρα κοιλώματα νόει καὶ ὑποδοχὰς τῶν βρωμάτων ἐν ὅλῳ τῷ σώματι τῆς κοιλίας θεωρούμενα.

“而为了把握诸问题,应当述说[选取]。” 这是另一条定理,他在其中传授了你应当从何处寻找为了进行证明而提出的诸问题的中项和原因。而“述说”(legein)应当被理解为代替“选取”(eklegein)与“汇集”(sunagein)。为了把握诸原因(即赖以证明诸问题的中项),必须从解剖和划分中选取它们。因为如果原因是显明易见的,就必须从划分中选取它;但如果诸原因隐蔽不显,就必须从解剖中选取它们。因为在人体中进行解剖时,你会发现比起其他体液(显然即血液、黏液和黄胆汁),人体的胆汁质是极少的。而如果你解剖一头牛,你会发现它具有四个胃:第一是所谓的前胃[瘤胃部],食物最初被送入其中;其后是蜂巢胃,食物被送入其中后被留存;第三是所谓的皱胃,起着完成并消化食物的作用;第四是其囊腔,食物在其中被乳糜化。当你听到四个胃时,应理解为在整个胃体中所观察到的四个凹腔和食物的容纳器官。

§2.168

"Οὕτω δ’ ἐκλέγειν ὑποθέμενον." Εἰ πρόκειται πρόβλημα διὰ τί ὁ ἄνθρωπος αἰσθάνεται ἢ κινεῖται ἢ ὁ ἵππος ἢ ὁ βοῦς ἢ ἄλλο τι εἶδος, δεῖ σε ὑποθεῖναι καὶ λαβεῖν τὸ κοινὸν γένος αὐτῶν, ἤγουν τὸ ζῷον, Εἰ γε ἐπὶ τοῦ πρόβλημα τὰ τεθεωρημένα καὶ ὑποκείμενα ἐν αὐτῷ ζῷά εἰσιν.2 εἶτα ἐκ τῆς διαιρέσεως εὑρὲ ποῖα ἕπεται τῷ ζῴῳ λέγων· τὸ ζῷον οὐσία, πᾶσα οὐσία ἢ ἔμψυχος ἢ ἄψυχος, τὸ δὲ ζῷον ἔμψυχον· καὶ πάλιν τὸ ἔμψυχον ἢ αἰσθητικὸν ἢ ἀναίσθητον, τὸ δὲ ζῷον αἰσθητικόν· καὶ πάλιν τὸ αἰσθητικὸν ἢ κινεῖται κατὰ τόπον ἢ ἀκίνητόν ἐστιν, ὡς τὰ ὄστρεα. ἐπεὶ γοῦν ταῦτα ἕπονται τῷ ζῴῳ, δείξεις ὅτι τὸ αἰσθάνεσθαι καὶ τὸ κινεῖσθαι ὑπάρχει τῷ ἀνθρώπῳ καὶ τοῖς λοιποῖς διὰ μέσου τοῦ ζῴου. ληφθέντων δὲ τούτων, τῶν ἑπομένων τῷ ζῴῳ, πάλιν ἐπὶ τῶν λοιπῶν τὸ αὐτὸ ποιητέον, καὶ ἐκλεκτέον ἐκ τῆς διαιρέσεως τὰ ἑπόμενα τῷ πρώτῳ, ἤγουν τῷ προσεχῶς ὑποκειμένῳ τῷ ζῴῳ. οἷόν ἐστιν ὁ ὄρνις, ὃ εἶδος μέν ἐστι τοῦ πτηνοῦ ζῴου, γένος δὲ τῶν εἰδικωτάτων εἰδῶν αὐτοῦ, ἤγουν κόρακος, ἱέρακος καὶ τῶν λοιπῶν. εἰ γοῦν πρόκειται πρόβλημα διὰ τί ὁ ἀετὸς σχιζόπτερον ἢ κόραξ, λάβε τὸ γένος αὐτῶν, τὸν ὄρνιν· εἶτα ἴδε τὰ ἑπόμενα τῷ ὄρνιθι ἐκ τῆς διαιρέσεως καὶ εἰπέ· ὁ ὄρνις πτηνὸν ζῷόν ἐστι, τὸ δὲ πτηνὸν ζῷον ἢ ὁλόπτερον ἢ σχιζόπτερον. εὗρες οὖν ἐκ τῆς διαιρέσεως τὸ σχιζόπτερον ἑπόμενον τῷ ὄρνιθι, καὶ συλλόγισαι οὕτως· ὁ ἀετὸς ὄρνις ἐστί· τῷ δὲ ὄρνιθι ὑπάρχει τὸ σχιζόπτερον· ὁ ἀετὸς ἄρα σχιζόπτερον. οὕτως οὖν ἀεὶ εὑρίσκοις τὰ αἴτια ἐν τῷ λαμβάνειν τὰ ἐγγύτατα, ἤγουν τὰ προσεχῆ εἴδη τῷ γένει, ὡς ἐπὶ τοῦ ὄρνιθος παραδεδειγμάτισται. οὕτω γοῦν ποιοῦντες ἕξομεν λέγειν καὶ ἐκλέγειν τὰ αἴτια καὶ τὰ μέσα, δι’ ἃ τὰ ἑπόμενα τοῖς ὑπὸ τὸ κοινόν, ἤγουν τῷ ἀνθρώπῳ καὶ ἵππῳ τοῖς ἀναγομένοις ὑπὸ τὸ κοινόν, ἤγουν τὸ ζῷον, ἀποδείκνυνται.3 Τὸ Α ληπτέον μέσον ὅρον, ὅ ἐστι ζῷον, τὸ δὲ Β μείζονα, ἐν ᾧ καταγράφονται τὰ ἑπόμενα, ἤγουν τὸ αἰσθάνεσθαι ἢ τὸ κινεῖσθαι, τὸ δὲ Γ καὶ τὸ Δ καὶ τὸ Ε ἐλάττονας ὅρους, ἐν οἷς καταγράφονται τὰ εἴδη, ἤγουν ἄνθρωπος ἢ ἵππος ἢ βοῦς.

“并如此在设定[共通者]之后进行选取。” 如果提出的问题是为什么人或马或牛或任何其他物种具有感觉或进行运动,你就必须设定并把握它们共通的类,即动物——至少在该问题中所观察且作为基础的事物是动物的话。随后,从划分中找出哪些属性伴随着动物,说:“动物是实体;一切实体要么是有灵魂的,要么是无灵魂的,而动物是有灵魂的;再者,有灵魂的要么是有感觉的,要么是无感觉的,而动物是有感觉的;再者,有感觉的要么在空间上运动,要么是不动的(如贝类)。”既然这些属性无论如何都伴随着动物,你就会通过动物作为中项,证明具有感觉和运动属于人以及其余事物。而一旦把握了伴随动物的这些属性,在其余事物上也同样应当这样做,并应当从划分中选取伴随第一者(即直接处在动物之下的事物)的属性。例如鸟就是这样,鸟一方面是有翅动物的一个物种,另一方面又是其最具体诸物种(即渡鸦、鹰以及其余诸种)的类。因此,若提出的问题是为什么雕或渡鸦是裂翅[具羽毛之翅]的,就选取它们的类——鸟;随后从划分中考察伴随鸟的属性,说:“鸟是有翅动物,而有翅动物要么是整翅的,要么是裂翅的。”于是你从划分中发现了裂翅伴随着鸟,并如此进行推论:“雕是鸟;属于鸟的是裂翅;因此雕是裂翅的。”所以,正如在鸟的例子中所展示的那样,通过选取最邻近的事物(即邻接于该类的物种),你总能由此找到诸原因。无论如何,通过这样做,我们将能够述说并选取诸原因和中项,伴随共通者之下事物的属性(即伴随归入共通者,也就是动物之下的诸如人与马的属性),正是通过它们得以证明的。应当把 Α 作为中项,即动物;把 Β 作为大项,其中记入相伴随的属性,即具有感觉或运动;把 Γ、Δ、Ε 作为小项,其中记入各个物种,即人、马、牛。

语法注3 条
  1. 2.167τὸ δὲ λέγειν ἀντὶ τοῦ ἐκλέγειν καὶ συνάγειν ἐκληπτέον

    这是注文作者对引文中 λέγειν(说)一词的句法与词义说明,指出此处不应按通常的“述说”理解,而应基于词根义理解为与 ἐκλέγειν(选取)和 συνάγειν(汇集)同义。

  2. 2.168Εἰ γε ἐπὶ τοῦ πρόβλημα τὰ τεθεωρημένα καὶ ὑποκείμενα ἐν αὐτῷ ζῷά εἰσιν

    传抄文本在语法上呈现 ἐπὶ τοῦ πρόβλημα(属格冠词搭配宾格名词)的不规则现象,但从构词与句法上它充当限制性条件分句(εἴ γε ... εἰσιν,“至少在该问题中所观察且作为基础的事物是动物的话”),用来限制前述主句“必须设定并把握动物”的适用范围。

  3. 2.168δι’ ἃ τὰ ἑπόμενα τοῖς ὑπὸ τὸ κοινόν, ἤγουν τῷ ἀνθρώπῳ καὶ ἵππῳ τοῖς ἀναγομένοις ὑπὸ τὸ κοινόν, ἤγουν τὸ ζῷον, ἀποδείκνυνται

    该关系分句的句法骨架为 τὰ ἑπόμενα(主语)... ἀποδείκνυνται(被动动词)。与格短语 τοῖς ὑπὸ τὸ κοινόν 依附于 ἑπόμενα(“伴随共通者之下事物的[属性]”),其后由 ἤγουν 引出的与格短语是对它的同位语性阐释与补充。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:417.1-418.15