← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§415.9-416.31

从个别事例构建定义与排斥隐喻

评注亚里士多德《后分析篇》97b33–97b37,以“相似”与“锐”为例阐明从个别事例而非普遍者中提取共通性以构建定义的过程,并论述在定义中排斥隐喻的必要性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.163

" Τοῦτο δ’ ἔσται." Ἤγουν τὸ εἶναι σαφῆ τὸν ὁρισμόν, εἰ ἐπισυνάγεις αὐτὸν οὐχὶ ἀπὸ τῶν καθόλου ἀλλ’ ἀπὸ τῶν καθ’ ἕκαστα. Διὰ τῶν καθ’ ἕκαστα εἰρημένων, ἤγουν ἐκ τοῦ ὁρίσασθαι ἓν καθ’ ἕκαστον τῶν μερικῶν, εἶτα λαβεῖν τὴν κοινωνίαν καθ’ ἣν κοινωνοῦσι ταῦτα· αὕτη γὰρ ἡ κοινωνία ἐστὶν ὁρισμὸς τῶν καθόλου. οἷον εἰ πρόκειται ὁρίσασθαι τὸ ὅμοιον, ἐπεὶ τοῦ ὁμοίου γένος ἐστὶν ἡ ποιότης, μὴ σπούδαζε ἐκ τῶν καθόλου, ἤγουν τῆς ποιότητος, εὑρεῖν τὸν ὁρισμὸν τοῦ ὁμοίου, ἀλλὰ λάμβανε ἰδίᾳ καὶ ἰδίᾳ τὰ ἐν ἑκάστῳ γένει θεωρούμενα εἴδη. καὶ τοῦτο μὲν λέγει οὗτος καθόλου. ἐγὼ δὲ σαφὲς ποιῶν τὸ λεγόμενον ἔλαβον ἓν γένος τὸ ὅμοιον, καὶ ἐπ’ αὐτοῦ γυμνάζω τὸν λόγον. εἶτα δεῖ σε ὁρίσασθαι ἕκαστον εἶδος ὑπὸ τὸ ὅμοιον ἀναγόμενον. καὶ εἰ μὲν εὕρῃς ἐν τοῖς ὁρισμοῖς αὐτῶν κοινόν τι, τοῦτό ἐστιν ὁρισμὸς τοῦ ὁμοίου, ὃ ὡς γένος διαιρεῖται εἰς τὰ ἐν χρώμασιν ὅμοια καὶ εἰς τὰ ἐν σχήμασιν. ὅμοια γοῦν εἰσιν ἐν χρώμασι τὰ τοῦ αὐτοῦ κατ’ εἶδος μετέχοντα χρώματος, ὡς ἄν τις εἴπῃ τὴν χιόνα καὶ τὸ ψιμμύθιον καὶ τὸ γάλα ὅμοια λευκά. ὅμοια δέ εἰσι ἐν σχήμασι τὰ τοῦ αὐτοῦ κατ’ εἶδος μετέχοντα σχήματος, οἷον εἰ καταγράψεις τρία τρίγωνα· ταῦτα γὰρ ὅμοιά εἰσιν ὡς ὑπὸ τὸ καθόλου τρίγωνον ἀναγόμενα. ἐν γοῦν ἀμφοῖν τούτοιν τοῖν ὁρισμοῖν κοινὸν εὑρίσκεται τὸ τοῦ αὐτοῦ κατ’ εἶδος μετέχειν,1 ὅ ἐστιν ὁρισμὸς τοῦ γένους, τοῦ ὁμοίου δηλονότι.

“而这将是如此。” 也就是说,如果不是从普遍者而是从各个别事物中汇集定义,定义就会是明晰的。“通过所说的各个别事物”,即通过定义各个具体事物中的每一个,随后把握它们赖以相通的共同性;因为这种共同性就是普遍者的定义。例如,若摆在面前的任务是定义相似者,由于性质是相似者的类,就不要急于从普遍者(即性质)中寻找相似者的定义,而是要分别且单独地选取在每个类中所观察到的各个物种。他确实是在普遍地谈论这一点的。但我为了使所说的内容明了,选取了相似者这一个类,并在此基础上展开论述。随后,你应当定义归入相似者之下的各个物种。若你在它们的诸定义中发现了某种共通之物,这就是相似者的定义,相似者作为类,被划分为颜色上的相似者和形状上的相似者。无论如何,颜色上的相似者是指分有在物种上同一的颜色的事物,正如人们可以说雪、白铅粉和乳汁是相似的白色物。而形状上的相似者是指分有在物种上同一的形状的事物,例如你画出三个三角形;因为作为归入普遍三角形之下的事物,它们是相似的。无论如何,在这两个定义中共同发现的是“分有在物种上同一之物”,这就是该类的定义,显而易见也就是相似者的定义。

§2.164

"Καὶ ὀξὺ τὸ ἐν φωνῇ." Τὸ ὀξὺ παράδειγμά ἐστι τῆς ὁμωνύμου φωνῆς. ἔστι γοῦν τὸ ὀξὺ κοινόν τι διαιρούμενον ὡς ὁμώνυμος φωνὴ εἰς τὸ ὀξὺ τὸ ἐν τῇ φωνῇ καὶ εἰς τὸ ὀξὺ τὸ ἐν τοῖς χυμοῖς. ὁρίσαιτο δ’ ἄν τις τὸ μὲν ἐν τῇ φωνῇ ὀξὺ οὕτως ‘ᾧ τὸ ἐν τῇ φωνῇ βαρὺ ἀντίκειται’. τὸ δὲ ἐν τοῖς χυμοῖς ὀξὺ οὕτως ‘ᾧ ἀντίκειται ὁ ἀμβλὺς χυμός’. ὀξὺν χυμὸν λέγομεν τὸν θᾶττον ἀναδιδόμενον καὶ ἀλλοιούμενον καὶ πεττόμενον, ἀμβλὺν δὲ τὸν βραδέως ἀναδιδόμενον καὶ ἀλλοιούμενον. ἐπεὶ γοῦν ἐν τοῖς δυσὶ τούτοις ὁρισμοῖς τῶν εἰδῶν τοῦ ὀξέος κοινόν τι οὐχ εὕρηται, ὁμώνυμος φωνή ἐστι τὸ ὀξύ. οὕτω δεῖ εὑρίσκειν τοὺς ὁρισμοὺς ἐκ τῶν καθ’ ἕκαστα καὶ βαδίζειν καὶ ἀνάγειν αὐτὰ ἐπὶ τὸ κοινόν, ἤγουν τὸ καθόλου.

“以及声音中的锐声。” 锐是同音异义词的一个例子。无论如何,锐作为一个同音异义词,是被划分为声音中的锐[高音]和滋味中的锐[辛辣、酸锐]的某种共通之物。人们或许会把声音中的锐定义为“在声音中重声[低音]与之相对立的东西”;而把滋味中的锐定义为“迟钝之味与之相对立的东西”。我们称更快发散、变化和被消化的滋味为锐味,而称缓慢发散和变化的滋味为钝味。无论如何,由于在锐的物种的这两个定义中没有发现任何共通之物,锐便是一个同音异义词。应当这样从各个别事物中发现诸定义,并步步迈进,将它们归引到共通者(即普遍者)之上。

§2.165

"Καὶ οὕτως ἐπὶ τὸ κοινὸν βαδίζειν." Οὕτω δὲ βαδιστέον τὸν ὁριζόμενον ἀπὸ τῶν καθ’ ἕκαστα ἐπὶ τὸ κοινὸν2 εὐλαβούμενον, μή πως ἐντύχῃ ὁμωνυμίᾳ ἐκ τῶν καθόλου πειρώμενος εὑρίσκειν τοὺς ὁρισμούς· ἐν τοῖς καθόλου γάρ, ὡς εἴπομεν, ἡ ὁμωνυμία λανθάνει παρεμπίπτουσα.

“并由此向共通者迈进。” 定义者应当这样从各个别事物向共通者迈进,同时要谨防在试图从普遍者中寻找定义时以某种方式遭遇同音异义性;因为正如我们所说,在普遍者中同音异义性会不知不觉地潜入。

§2.166

"Εἰ δὲ μὴ διαλέγεσθαι δεῖ μεταφοραῖς.3" Μεταφορικαὶ λέξεις λέγονται αἱ τροπαί, αἳ κυρίως μὲν τόδε σημαίνουσι, μεταφέρονται δὲ παρ’ ἡμῶν ἐπὶ ἕτερόν τι σημαινόμενον, οἷον τὸ μένανδρος καὶ σκέπαρνον. εἰσὶ δὲ καί τινες λέξεις καθ’ ὁμοιότητα καὶ ἀναλογίαν λεγόμεναι· οἷον οἱ πόδες τῆς κλίνης ὁμοιότητα καὶ ἀναλογίαν ἔχουσι πρὸς τοὺς πόδας τῶν ζῴων· ὡς γὰρ ἐν τοῖς ζῴοις τὸ ἄνω μέρος τοῦ σώματος ὑπερείδεται καὶ ἀνέχεται ὑπὸ τῶν ποδῶν, οὕτω καὶ ἡ κλίνη ἀνέχεται ὑπὸ τῶν ποδῶν αὐτῆς. ἀντὶ δὲ τοῦ εἰπεῖν τὰς λέξεις τὰς καθ’ ὁμωνυμίαν καὶ ἀναλογίαν ἐκφερομένας εἶπεν ὅσα λέγεται μεταφοραῖς. ἐπεὶ γοῦν αἱ μεταφορικαὶ λέξεις, ἤγουν αἱ τροπαὶ καὶ αἱ καθ’ ὁμοιότητα, ἀσάφειαν ἐμποιοῦσιν, ἀνάγκην ἔχει ὁ ὁριζόμενος μὴ χρᾶσθαι τοιαύταις λέξεσιν. εἰ γὰρ ἐν ταῖς διαλέξεσιν ὁ προσδιαλεγόμενος οὐ χρᾶται τοιαύταις λέξεσι, πολλῷ μᾶλλον ὁ ὁριζόμενος ταύταις οὐ χρήσεται. ἔστι γὰρ ἀνάγκη ποτὲ καὶ τὸν προσδιαλεγόμενον μεταφοραῖς χρήσασθαι, ὅτε ἡττᾶται· τότε γὰρ εἰ τοιαύταις λέξεσι χρᾶται, οὐ κακίζεται. σπουδάζων γὰρ νικῆσαι διὰ τῶν τοιούτων λόγων σπεύδει συγχέαι τὴν διάλεξιν καὶ ἀσαφῆ ἐργάζεσθαι· ἔνθα γὰρ μάχη, ἐκεῖ καὶ ἧττα καὶ νίκη. ὁ δὲ ὁριζόμενος, ἐπεὶ οὐκ ἐρίζει οὐδὲ πρὸς νίκην ἀφορᾷ ἀλλὰ σπουδάζει γνώριμον ποιῆσαι τὸ ὁριστόν, οὐδὲ ἀνάγκην ἔχει τοιαύταις λέξεσι χρᾶσθαι, ἵνα μὴ ἀσάφειαν μᾶλλον ἐμποιήσῃ.

“但如果说不应当使用隐喻进行讨论。” 隐喻性的词语被称为转义,它们本义是指示这个特定事物,但被我们借用来指示某个别的事物,例如“米南德”和“扁斧”。也有一些词语是根据相似性和类比而被使用的;例如床足对动物的足具有相似性和类比;因为正如在动物中身体的上部由足支撑并承受,床也是由它的足承受的。他没有说根据同音异义性和类比而表达的词语,而是说了“凡是通过隐喻而说的事物”。无论如何,既然隐喻性的词语(即转义以及基于相似性的词语)会带来模糊,定义者就有必要不使用这类词语。因为如果在讨论中与人对话者不使用这类词语,定义者就更加不会使用它们。因为甚至与人对话者在处于下风时,有时也必然会使用隐喻;因为在那时如果他使用这类词语,并不会受到责备。因为他急于通过这类言辞获胜,便匆忙搅乱讨论并使之变得模糊;因为凡有争斗之处,就有失败与胜利。然而定义者既然不争辩也不着眼于胜利,而是努力使被定义者变得可知,就绝没有必要使用这类词语,以免反而带来模糊。

语法注3 条
  1. 2.163ἐν γοῦν ἀμφοῖν τούτοιν τοῖν ὁρισμοῖν κοινὸν εὑρίσκεται τὸ τοῦ αὐτοῦ κατ’ εἶδος μετέχειν

    双数与格名词短语 ἐν ἀμφοῖν τούτοιν τοῖν ὁρισμοῖν 作处所状语,带中性定冠词的不定式短语 τὸ τοῦ αὐτοῦ κατ’ εἶδος μετέχειν 充当主动词 εὑρίσκεται 的主语。形容词 κοινόν 作主语的主格表语。

  2. 2.165Οὕτω δὲ βαδιστέον τὸν ὁριζόμενον ἀπὸ τῶν καθ’ ἕκαστα ἐπὶ τὸ κοινὸν

    非人称中性单数动形容词 βαδιστέον(“应当迈进”)支配宾格 τὸν ὁριζόμενον(分词,“定义者”)作为其逻辑主语。介词短语 ἀπὸ τῶν καθ’ ἕκαστα ἐπὶ τὸ κοινὸν 指示运动的起点与终点,随后的分词 εὐλαβούμενον 在性、数、格上与 τὸν ὁριζόμενον 一致,表示伴随状况。

  3. 2.166Εἰ δὲ μὴ διαλέγεσθαι δεῖ μεταφοραῖς

    引自亚里士多德正文(97b37)条件从句的引文。在亚里士多德原文中,紧随其后的归结从句“显然也不应当[以隐喻]定义”(δῆλον ὅτι οὐδὲ ὁρίζεσθαι)在此处被省略。斐洛庞诺斯在评注正文中阐述了这一结论,并根据辩证讨论(διάλεξις)与定义(ὁρισμός)之目的差异补全了论证。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:415.9-416.31