- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:413.34-415.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯注释道:当各系列的定义无法归结为一个统一的说明时,它所体现的便不是类而是同音异义词(97b13);定义严格说来指向普遍者,但为避免同音异义带来的混淆,必须从具感性明晰性的各个别事物出发加以建构(97b26);并阐明正如论证不可无推论一样,定义为了揭示事物的实体亦必然要求明晰性(97b31)。
" Ἐὰν δὲ μὴ βαδίζῃ εἰς ἕνα." Ἤγουν ἐὰν οὐ καταντήσωμεν εἰς ἕνα λόγον κοινόν, ὡς ἐφ’ ὧν θεωρεῖται ἡ μεγαλοψυχία, ἀλλ’ εἰς δύο λόγους ἑτέρους πάντῃ ἀλλήλων ἢ εἰς πλείους, ἤγουν τρεῖς ἢ τέσσαρας, εἴ γε καὶ αἱ συστοιχίαι τῶν μερικῶν τρεῖς ἢ καὶ τέσσαρες ληφθεῖεν,1 δῆλον ὡς τὸ ζητούμενον εἰ γένος ἐστὶν οὐκ ἔστιν ἕν τι, ἤγουν γένος, ἀλλὰ πλείω, ἤγουν ὁμώνυμος φωνὴ διάφορα πράγματα σημαίνουσα· οἷον εἰ ζητοῦμεν τί ἐστι μεγαλοψυχία, ἤγουν ὡς γένος ἐστὶν εἴτε ὁμώνυμος φωνή.
“但若并不归结为一个。” 也就是说,如果我们没有归结为一个共通的说明——正如在观察到度量宽宏的那些事例中那样——而是归结为彼此截然不同的两个说明,或更多的说明,即三个或四个——假若所选取的个别事物的系列确为三个甚至四个的话——那么显然,被探求其是否为一个类的事物并不是一个事物,即并不是一个类,而是多个事物,即指示着不同事物的同音异义词;例如,如果我们探求度量宽宏是什么,即它是作为类存在,还是作为同音异义词存在。
"Ἀεὶ δ’ ἐστὶ πᾶς ὅρος καθόλου." Ἐπειδὴ ἔλεγεν ἐκ τῶν καθ’ ἕκαστα εὑρίσκεσθαι τοὺς ὁρισμοὺς τῶν εἰδικωτάτων καθόλου ὄντων (αἱ γὰρ κοινότητες τῶν μερικῶν ὁρισμοὶ τῶν καθόλου εἰσί) καὶ ἐκ τῶν εἰδικωτάτων εὑρίσκεσθαι τοὺς ὁρισμοὺς τῶν γενῶν, ἴσως ἄν τις ὑπενόησεν εἶναι τῶν μερικῶν κυρίως τοὺς ὁρισμούς, διὰ δὲ τὰ μερικὰ ἐφαρμόζειν καὶ τοῖς καθόλου. ἀναιρῶν οὖν τὴν ὑπόνοιαν ταύτην φησί· πᾶς ὁρισμὸς τῶν καθόλου ἐστὶ κυρίως. καὶ τοῦτο δῆλον ἐκ τῶν τεχνῶν· ὁ γὰρ ἰατρὸς ὁριζόμενος τὸ ἐν ὀφθαλμῷ ὑγιεινὸν οὐ τὸ ὂν ἔν τινὶ ὀφθαλμῷ ὑγιεινὸν ὁρίζεται ἀλλὰ παντὶ ὀφθαλμῷ † τὸ ζῷον ἢ εἴδει ἀφορίσας, ἤγουν ἢ τὸ ὑγιεινὸν τοῦ ἐν τῷ ἀνθρώπῳ ὀφθαλμοῦ. Ῥᾷον δὲ τὸ καθ’ ἕκαστον ὁρίσασθαι, ἤγουν τὸ τὸν ὁρισμὸν ἐκλέγεσθαι ἀπὸ τῶν καθ’ ἕκαστα (καθ’ ἕκαστα δὲ νόει ἢ τὰ μερικὰ ἢ τὰ εἴδη τὰ εἰδικώτατα) παρὸ τὸ ἐκλέγειν2 τούτους ἀπὸ τῶν καθόλου. διὸ δεῖ μεταβαίνειν καὶ μετάγειν τοὺς ὁρισμοὺς ἀπὸ τῶν καθ’ ἕκαστα ἐπὶ τὰ καθόλου· ῥᾳδιώτερον γὰρ τοῦτο. εἶτα λέγει καὶ τὴν αἰτίαν δι’ ἣν ἐκ τῶν καθ’ ἕκαστα ἐκλεγόμεθα τοὺς ὁρισμούς, καὶ φησίν· ὁ ὁρισμὸς σαφὴς ὀφείλει εἶναι· εἰ δὲ ὁμώνυμος λέξις κεῖται ἐν τῷ ὁρισμῷ, ἡ παροῦσα ὁμώνυμος ἀσαφῆ ποιεῖ τὸν ὁρισμόν. καὶ ἐπεὶ ἐν τοῖς καθ’ ἕκαστα ὁμωνυμία οὐ παρεμπίπτει, οὐδ’ ἔστι πλανηθῆναι ἐξ αὐτῶν· αἰσθητὰ γὰρ ὄντα καὶ ταῖς αἰσθήσεσιν ἡμῶν ἐμπίπτοντα ἐναργεῖς ποιοῦσι τὰς διαφορὰς τῶν ὁρωμένων φύσεων. ἐν δὲ τοῖς καθόλου παρενοχλεῖ ἀεὶ ἡ ὁμωνυμία καὶ ἀμφιβολίαν ἐν ἡμῖν εἰσάγει καὶ ἀσάφειαν, εἴτε τόδε τι σημαίνει ἥδε ἡ λέξις εἴτε καὶ μή. τὰ γὰρ καθόλου διανοητά· ἐν δὲ τοῖς διανοητοῖς οὐ κατ’ αἴσθησιν ἐνεργοῦμεν ἀλλὰ κατὰ διάνοιαν ἢ κατὰ δόξαν. καὶ διὰ τὸ μὴ παρεμπίπτειν ἐν τοῖς καθ’ ἕκαστα τὴν ὁμωνυμίαν, διὰ τοῦτο ἐπισυνάγεται ὁ ὁρισμὸς ἐκ τῶν καθ’ ἕκαστα, ἃ καὶ ἐκάλεσεν ἀδιάφορα ὡς μὴ διαφέροντα κατὰ τὸ εἶδος.
“而每一个定义始终都是普遍的。” 由于他说过,作为普遍者的最狭隘物种的定义是从各个别事物中发现的(因为个别事物的共通性是普遍者的定义),且各类的定义是从最狭隘物种中发现的,也许有人会猜疑,定义严格说来属于个别事物,只是通过个别事物才适用于普遍者。因此,他在消除这一猜疑时说:每一个定义严格说来都属于普遍者。这一点从各门技艺中也是显而易见的;因为医生在定义眼中的健康时,所定义的并不是在某个特定眼中的健康,而是针对一切眼,以动物或以物种加以限定,即或者定义在人眼中的健康。而定义个别事物,即从各个别事物中选拔出定义(在“个别事物”中,你要么理解为各个体,要么理解为最狭隘的物种),比从普遍者中选拔出它们〔定义〕要容易得多。因此必须从各个别事物向普遍者过渡并转移定义;因为这更容易。随后他也说明了我们为何从各个别事物中选拔出定义的原因,他说:定义应当是明晰的;但如果一个同音异义词置于定义之中,出现的同音异义词就会使定义变得不明确。并且既然在各个别事物中同音异义性并不介入,也就不可能因它们受蒙骗;因为它们是可感觉的,且进入我们的感官,使所观察到的本性的差异变得昭然。然而在普遍者中,同音异义性总是带来困扰,并在我们之中引入歧义和不明确,即这个词究竟指示这个特定事物还是不指示。因为普遍者是理智思考的对象;而在理智思考的对象中,我们不是按照感觉活动,而是按照理智思考或按照意见活动。并且正是由于在各个别事物中同音异义性不介入,正是为此,定义才从各个别事物中被汇集起来,由于在物种上没有差异,他也把这些个别事物称为“无差别的”。
"Ὥσπερ δὲ ἐν ταῖς ἀποδείξεσι δεῖ." Ἕτερον θεώρημα ἐξεχόμενον3 τοῦ πρώτου θεωρήματος. ὥσπερ γάρ, φησίν, ἐν ταῖς ἀποδείξεσι παρακολουθεῖ ὁ συλλογισμός (γένος γὰρ αὐτῶν ὁ συλλογισμός· τὰ δὲ γένη ἕπονται τοῖς εἴδεσιν), ὥσπερ οὖν οὐ δυνατὸν ἀπόδειξιν γενέσθαι χωρὶς συλλογισμοῦ, οὕτως οὐδ’ ὁρισμὸν δυνατὸν γενέσθαι ἄνευ τοῦ σαφοῦς· ἕπεται γὰρ ἡ σαφήνεια τοῖς ὁρισμοῖς. εἰ γοῦν ὁ σκοπὸς τοῦ ὁρισμοῦ ἐστι τὸ παραστῆσαι τὴν οὐσίαν τοῦ πράγματος, εἰ ἀσαφής ἐστι, πῶς δηλώσει τὴν οὐσίαν τοῦ πράγματος;
“并且正如在论证中应当的那样。” 这是连于第一条定理的另一条定理。因为他说,正如在论证中推论相伴随(因为推论是它们的类,而类伴随着物种),因此正如没有推论就不可能产生论证一样,没有明晰性也同样不可能产生定义;因为明晰性伴随着诸定义。无论如何,如果定义的目的在于呈现事物的实体,那么如果它是模糊的,它又如何能昭示事物的实体呢?
- 2.160εἴ γε καὶ αἱ συστοιχίαι τῶν μερικῶν τρεῖς ἢ καὶ τέσσαρες ληφθεῖεν
由条件小词 εἴ γε 引导后接希求法过去时 ληφθεῖεν 的插入性条件从句,对前文“三或四个说明(ἢ εἰς πλείους, ἤγουν τρεῖς ἢ τέσσαρας)”这一假设成立的前提条件(即设定的个别事物系列确有相应数量)作出了补充限定。
- 2.161παρὸ τὸ ἐκλέγειν
此处的 παρό 是跟在比较级 ῥᾷον 之后由 παρ’ ὅ 合写而成的后期希腊语比较连词,后接带冠词不定式(τὸ ἐκλέγειν)以引出比较基准,意为“比从……选拔(更容易)”。
- 2.162ἐξεχόμενον
此为 ἐξέχομαι(或为 ἑξῆς ἔχομαι 的抄写变体/混淆)的中被动态分词,意为“紧随……”或“与……紧密相连”,支配属格补足语 τοῦ πρώτου θεωρήματος。
