- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:412.10-413.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解亚里士多德《后分析篇》97b7,论述在形成定义时如何区分真正的类与同音异义词的方法。他援引动物(类)与度量宽宏(同音异义词)的例子,阐明了在个别事物和最狭隘物种之间进行比较与分析的步骤。
" Ζητεῖν δὲ δεῖ ἐπιβλέποντα ἐπὶ τὰ ὅμοια." Εἰπὼν ὡς δεῖ θηρᾶσθαι τοὺς ὁρισμοὺς τῶν τε εἰδικωτάτων εἰδῶν καὶ τῶν γενῶν ἐξ ἀναλύσεως (αἱ γὰρ κοινότητες τῶν μερικῶν ὁρισμοί εἰσι τῶν εἰδικωτάτων εἰδῶν, καὶ αἱ τῶν εἰδικωτάτων κοινότητες ὁρισμοὶ τῶν γενῶν), ἔτι πραγματευόμενος τὸ τοῦ ὁρισμοῦ ἀνεπίληπτον, ἐπεὶ ὁ ὁρισμὸς ἐκ γένους καὶ συστατικῶν διαφορῶν σύγκειται, τὸ δὲ γένος κοινὸν ἅτε ἐν πολλοῖς θεωρούμενον, ἐπειδὴ καὶ αἱ ὁμώνυμοι φωναὶ δοκοῦσιν εἶναι κοιναὶ διὰ τὸ ἐπὶ πλειόνων λαμβάνεσθαι, ἵνα μή τις πλανηθεὶς λάβῃ τὴν ὁμώνυμον φωνὴν ὡς γένος ἐν τῷ ὁρισμῷ, παραδίδωσι μέθοδον1 δι’ ἧς ἂν ἔχοις γινώσκειν ποῖον κοινὸν ὡς γένος ἐστὶ καὶ ποῖον ὡς ὁμώνυμος φωνή. οἷον εἰ τὸ ζῷον μέλλεις δεῖξαι γένος ὄν, λάβε τοὺς μερικοὺς ἀνθρώπους, εἶτα τοὺς αὐτῶν ὁρισμούς, καὶ ποίησον μίαν συστοιχίαν Σωκράτην, Πλάτωνα καὶ Ἀλκιβιάδην, καὶ ἴδε κατὰ τί λέγονται οἱ αὐτοὶ τῷ εἴδει. καὶ εὑρήσεις πάντως, καθὸ ζῷα λογικὰ θνητὰ καὶ τὰ ἑξῆς. λάβε πάλιν ἑτέραν συστοιχίαν μερικῶν ἵππων, οἷον κατάγραψαι ξανθὸν καὶ ἑτέρους μερικοὺς ἵππους, καὶ ἴδε καὶ ταῦτα κατὰ τί ταὐτὰ λέγονται, καθὸ δηλονότι ζῷα ἄλογα θνητὰ χρεμετιστικά. εἰ δὲ βούλει, κατάγραψαι καὶ ἑτέραν συστοιχίαν μερικῶν τινων, ἤγουν βοῶν, καὶ ἴδε εἰ κοινόν ἐστί τι ἐν τοῖς ὁρισμοῖς τούτων. καὶ εἰ εὑρήσεις κοινότητά τινα, ἔχεις τὸ ζητούμενον. εἰ δὲ οὐχ εὑρήσεις, ἀνάδραμε εἰς τὰ εἴδη τὰ εἰδικώτατα, καὶ λάβε ἄνθρωπον, ἵππον καὶ βοῦν, εἶτα καὶ τοὺς ὁρισμοὺς αὐτῶν. καὶ ἐπειδὴ κοινόν τι ἐν τοῖς ὁρισμοῖς τούτων εὑρίσκεται, τὸ ‘οὐσία ἔμψυχος αἰσθητική’ (φαμὲν γὰρ τὸν ἄνθρωπον οὐσίαν ἔμψυχον αἰσθητικὴν νοῦ καὶ ἐπιστήμης δεκτικήν, ὡς τὸν ἵππον οὐσίαν ἔμψυχον αἰσθητικὴν χρεμετιστικήν· ἐπὶ δὲ τοῦ βοὸς ἔχομεν τὸ μυκητικόν), τὸ δὲ κοινὸν τοῦτο οὐκ ὄνομά ἐστι μόνον ἀλλὰ πρᾶγμα σημαῖνον καὶ οὐσίαν, ἤγουν τὸ ζῷον, λοιπὸν ἄρα τὸ ζῷον οὐκ ἔστιν ὁμώνυμος φωνὴ ἀλλὰ γένος. ἐπεὶ δὲ καὶ ἡ μεγαλοψυχία κοινόν τι ἐστι καὶ ἐν πολλοῖς θεωρούμενον, εὑρήσεις αὐτὴν μὴ γένος οὖσαν ἀλλ’ ὁμώνυμον φωνὴν διὰ τῆς δηλωθείσης μεθόδου. λάβε γάρ τινας μερικοὺς ἐν οἷς ἡ μεγαλοψυχία ἐμφαίνεται, οἷον Ἀχιλλέα, Αἴαντα καὶ Ἀλκιβιάδην, καὶ ἴδε κατὰ τί λέγονται οὗτοι μεγαλόψυχοι, διὰ τὸ μὴ ἀνέχεσθαι ὑβριζόμενοι. εἶτα λάβε καὶ ἑτέραν συστοιχίαν μερικῶν μεγαλοψύχων, οἵτινες οἱ αὐτοὶ μέν εἰσι πρὸς ἀλλήλους καθὸ μεγαλόψυχοι (κατὰ γὰρ τὸν αὐτὸν τρόπον τῆς μεγαλοψυχίας μεγαλόψυχοι οὗτοι), ἕτεροι δὲ Αἴαντος καὶ τῶν λοιπῶν. εἶτα ἴδε κατὰ τί λέγονται μεγαλόψυχοι, κατὰ τὸ ἀδιαφόρως ἔχειν καὶ ἀπαθῶς περὶ τὰς εὐπραγίας καὶ δυσπραγίας τὰς ἐκ τῆς τύχης· οὔτε γὰρ εὐτυχοῦντες ἠλαζονεύοντο οὔτ’ αὖθις ἐταπεινοῦντο δυσπραγοῦντες, ἀλλ’ οἱ αὐτοὶ ἔμενον. καὶ λάβε τοὺς δύο τούτους ὁρισμοὺς τῆς μεγαλοψυχίας. καὶ ἐπεὶ ἐν ἀμφοῖν τούτοιν οὐδεμία κοινότης ἐμφαίνεται, λοιπὸν ἄρα ἡ μεγαλοψυχία ἡ ἐν τούτοις κοινῶς θεωρουμένη ὁμώνυμος φωνή ἐστιν· εἰ γὰρ ἦν γένος, πάντως ἂν καὶ τὰ ὑπ’ αὐτὴν ἐκοινώνουν ἀλλήλοις κατά τινας κοινότητας. ἀλλὰ θεωρητέον καὶ τὸ κείμενον. δεῖ δὲ ζητεῖν, εἰ τὸ ἐν τοῖς ὁρισμοῖς ὡς γένος λαμβανόμενον εἴτε ὁμώνυμος φωνή ἐστι εἴτε γένος, τὸν ὁριζόμενον λαβόντα πρῶτον μερικά τινα ὅμοια καὶ ἀδιάφορα κατ’ εἶδος καὶ ἐπιβλέπειν2 κατὰ τί ἅπαντα ταῦτα τὰ μερικὰ ταὐτά εἰσι καὶ κοινωνοῦντα ἀλλήλοις· οἱ γὰρ μερικοὶ ἄνθρωποι ὅμοιοί εἰσι καὶ ἀδιάφοροι κατὰ τὸ εἶδος, ἤγουν καθὸ ἄνθρωποι. εἶτα πάλιν λάβε ἕτερα μερικά, ἤγουν μερικοὺς ἵππους, οἵ εἰσι καὶ αὐτοὶ ὑπὸ τὸ αὐτὸ γένος ὑφ’ ὃ κἀκεῖνοι οἱ μερικοὶ ἀνήγοντο ἄνθρωποι. εἰσὶ δὲ οἱ ἵπποι ταὐτοὶ ἑαυτοῖς κατὰ τὸ εἶδος καθὸ ἵπποι, ἕτεροι δὲ κατὰ τὸ εἶδος ἐκείνων τῶν μερικῶν ἀνθρώπων. ὅταν δὲ ἐπὶ τούτων, ἤγουν τῆς συστοιχίας τῶν ἀνθρώπων τῶν μερικῶν καὶ τῶν ἵππων, κοινόν τι ληφθῇ καὶ εὑρεθῇ καθ’ ὃ πάντα ταῦτα ταὐτά εἰσιν, ἔχεις τὸ ζητούμενον, ὅτι τὸ ἐν τούτοις κοινόν ἐστι γένος. εἰ δ’ οὐκ ἐν τούτοις εὑρήσεις κοινόν τι, δεῖ σε βλέπειν ἐπὶ ἄλλα τινὰ εἰλημμένα, ἤγουν τὰ εἰδικώτατα εἴδη, ἤγουν ἄνθρωπον, ἵππον καὶ βοῦν, καὶ σκοπεῖν σε πάλιν εἰ ταὐτὸν καὶ κοινόν τί ἐστιν ἐν τούτοις. καὶ ἐὰν ἔλθῃς καὶ καταντήσῃς εἰς ἕνα λόγον, ὥσπερ ἐπὶ τοῦ ἀνθρώπου, ἵππου καὶ βοὸς κατηντήσαμεν εἰς τὸ ‘οὐσία ἔμψυχος αἰσθητική’, ἔστι τοῦτο ὁρισμὸς τοῦ πράγματος, ἤγουν τοῦ γένους. καὶ εὗρες λοιπὸν ἐκ τούτων ὡς γένος ἐστὶ τὸ ἐν τῷ ὁρισμῷ τοῦ ἀνθρώπου ληφθέν.
“但应当着眼于相似之物进行探求。” 在说明了应当如何通过分析来求取最狭隘物种和诸类的定义之后(因为个别事物的共通性是最狭隘物种的定义,而最狭隘物种的共通性是诸类的定义),他仍在探究定义的无可指摘性;由于定义由类与构成性种差组成,而类作为在多数事物中被观察到的东西是共通的,并且由于同音异义词也因被用于多数事物而看似是共通的,为了不让某人受蒙骗而在定义中将同音异义词当做类来选取,他传授了一种方法,凭此你能够知道何种共通之物是作为类存在的,何种是作为同音异义词存在的。例如,如果你将要表明动物是一个类,就选取各个个别的人,随后选取他们的定义,并组成一个系列:苏格拉底、柏拉图和阿尔喀比亚德,并观察就何者而言他们被称为在物种上是同一的。你必将发现:就在于他们是理智的会死的动物等等。再次选取个别的马的另一个系列,例如写下一匹栗色马和其他个别的马,并观察这些就何者而言也被称为是同一的,显而易见,就在于它们是非理智的会死的嘶鸣的动物。如果你愿意,也可以写下某些个别事物的另一个系列,即牛的系列,并观察在这些系列的定义中是否存在某种共通之物。如果你发现某种共通性,你就得到了所寻求之物。但如果你没有发现,就追溯到最狭隘的物种,并选取人、马和牛,随后也选取它们的定义。并且既然在这些物种的定义中发现某种共通之物,即“有灵魂的具感觉能力的实体”(因为我们称人是“能接受理智与科学知识的有灵魂的感觉实体”,正如称马是“会嘶鸣的有灵魂的感觉实体”一样;而在牛的情形中我们有“会哞叫的”),而这种共通之物不仅是一个名称,而且指示着一件事物和实体,即动物,因此动物便不是同音异义词,而是一个类。而既然度量宽宏也是某种共通之物且在多数人中被观察到,你将通过所表明的方法发现它不是一个类而是同音异义词。因为选取度量宽宏在其中显现的某些个别人,例如阿喀琉斯、埃阿斯和阿尔喀比亚德,并观察这些人因何被称为度量宽宏:由于在受侮辱时不予忍受。随后也选取个别的度量宽宏之人的另一个系列,就他们是度量宽宏而言,他们彼此之间是同一的(因为按照同一种度量宽宏的方式他们是度量宽宏的),但与埃阿斯等人不同。随后观察他们因何被称为度量宽宏:在于对源于运气的顺境和逆境持无差别的、不受影响的态度;因为他们既不在走运时骄横,也不在受挫时自卑,而是保持同一。于是选取度量宽宏的这两个定义。并且既然在两者之中没有任何共通性显现出来,因此在这两者中被共通观察到的度量宽宏便是一个同音异义词;因为如果它是一个类,处于它之下的事物也必将按照某些共通性而彼此共有。但还必须考察原文。下定义的人必须探求在定义中作为类被选取的究竟是同音异义词还是一个类,为此首先选取在物种上相似且无差别的某些个别事物,并着眼于所有这些个别事物就何者而言是同一的且彼此共有;因为各个个别的人在物种上即就其作为人而言是相似且无差别的。随后再次选取另一些个别事物,即个别的马,它们自身也处于那些个别的人被归入的同一个类之下。而马在物种上就其作为马而言与自身同一,但在物种上与那些个别的人不同。当在这些事物上,即在个别的人和马的系列上,选取并发现所有这些事物凭以同一的某种共通之物时,你就得到了所寻求之物,即在这些事物中的共通者是一个类。但如果你在这些事物中没有发现某种共通之物,你就必须着眼于所选取的另一些事物,即最狭隘的物种,即人、马和牛,并再次审视在这些物种中是否存在某种同一且共通之物。如果你达到并归结为一个说明,正如在人、马和牛的情形中我们归结为“有灵魂的具感觉能力的实体”,这就是该事物即类的定义。于是从这些步骤中你终于发现,在人的定义中所选取的是一个类。
- 2.159Εἰπὼν ὡς δεῖ θηρᾶσθαι τοὺς ὁρισμοὺς ... παραδίδωσι μέθοδον
句首的分词 Εἰπών 与随后的分词 πραγματευόμενος 修饰省略的主语(亚里士多德),并在跨越了长篇插入句及从属分句(αἱ γὰρ...、ἐπεὶ...、ἐπειδὴ...、ἵνα μή...)之后,连接到主要动词 παραδίδωσι。
- 2.159δεῖ δὲ ζητεῖν, εἰ τὸ ἐν τοῖς ὁρισμοῖς ὡς γένος λαμβανόμενον εἴτε ὁμώνυμος φωνή ἐστι εἴτε γένος, τὸν ὁριζόμενον λαβόντα πρῶτον μερικά τινα ὅμοια καὶ ἀδιάφορα κατ’ εἶδος καὶ ἐπιβλέπειν
非人称动词 δεῖ 支配带不定式的宾格结构:宾格词 τὸν ὁριζόμενον 作不定式 ζητεῖν 以及由 καί 连接的后置不定式 ἐπιβλέπειν 的逻辑主语,分词 λαβόντα 与之一致修饰。间接疑问从句 εἰ ... εἴτε ... εἴτε 充当 ζητεῖν 的宾语。
