- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:410.18-412.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯注解了亚里士多德《后分析篇》97a35,阐明了第三项注意遵守之事(即定义成分对被定义者的排他性适用)是如何通过从属类到最后种差的二分划分法无过无不及地确立起来的。
" Ὅτι δὲ πάντα ταῦτα." Τοῦτό ἐστι τὸ τρίτον παρατήρημα. δείξεις δέ, ὅτι ταῦτα πάντα τὰ μέρη τοῦ ὁρισμοῦ ἐφαρμόζουσι τῷ ὁριστῷ μόνῳ καὶ οὐχ ἑτέρῳ τινί, ἐκ τοῦ λαβεῖν τὸ πρῶτον, ἤγουν τὸ γένος, κατὰ διαίρεσιν καὶ διαιρῆσαι αὐτό (ἔστω δὲ τὸ ζῷον) εἰς τὰς ἀντικειμένας διαφοράς, εἰς τὸ λογικὸν καὶ εἰς τὸ ἄλογον. εἶθ’ οὕτως εἴπῃς1 ὅτι ἅπαν πρᾶγμα ἢ τόδε ἐστίν, ἤγουν ἢ ζῷον λογικόν, ἢ τόδε, ἤγουν ζῷον ἄλογον, ὑπάρχει δὲ ὁ ἄνθρωπος τόδε, ἤγουν ζῷον λογικόν. καὶ πάλιν τούτου ὅλου, τοῦ ζῴου λογικοῦ, λάβῃς τὴν διαφοράν, ἤγουν τὰς ἀντικειμένας διαφοράς, τὸ θνητόν φημι καὶ τὸ ἀθάνατον, καὶ εἴπῃς ‘πᾶν ἢ ζῷον λογικὸν θνητόν ἐστιν ἢ ζῷον λογικὸν ἀθάνατον· ὁ δὲ ἄνθρωπος ζῷον λογικὸν θνητόν ἐστιν’. οὐ καινὸν δὲ εἰ τὰς ἀντικειμένας διαφορὰς ἑνικῷ ὀνόματι διαφορὰν εἴρηκε· καὶ τοῦτο δέδεικται ἄνωθεν. εἶτα λάβε καὶ τοῦ θνητοῦ διαφοράν, τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν. ἔστη γοῦν ἡ διαίρεσις ἄχρι τούτου· τελευταίαν γάρ φημι διαφορὰν τὴν μηκέτι εἰς διαφορὰν ἑτέραν δυναμένην διαιρεθῆναι, οἷόν ἐστι τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν. οὕτως ἀπήρτισται ὁ τοῦ ἀνθρώπου ὁρισμὸς ὡς αὐτῷ μόνῳ ὑπάρχων καὶ μὴ ἑτέρῳ τινί. καὶ εἰ μὲν λάβῃς ὅτι εἰσί τινα ζῷα λογικὰ θνητὰ φύσεις τινὲς αὐτομαθεῖς, ἤγουν μὴ ἀπὸ διδασκάλου ἔχουσαι τὰς ἐπιστήμας καὶ τὰς τέχνας ἀλλ’ αὐτοδίδακτοι οὖσαι ὑπὸ τῆς φύσεως, οἷος λέγεται εἶναι ὁ Ἱπποκένταυρος ἢ ὁ Σάτυρος ἢ Πᾶνές τινες (λέγεται δὲ καὶ παρὰ τοῦ Πλάτωνος εὑρεθῆναι σῶμα Νηρήδος νεκρὸν ἐρριμμένον), εἰ μὲν οὖν τοιαῦται φύσεις εἰσίν, ἀναγκαίως πρόσκειται τῷ ὁρισμῷ τοῦ ἀνθρώπου τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν ἀντιδιαστέλλον τὸν ἄνθρωπον ἐκείνων· ὁ γὰρ ἄνθρωπος ζῷον λογικὸν θνητόν ἐστιν, ἀλλ’ οὐχὶ αὐτοδίδακτον ἔχον τὴν τέχνην καὶ τὴν ἐπιστήμην ἀλλὰ παρὰ διδασκάλου ταύτην λαβόν. εἰ δὲ οὐκ εἰσὶ φύσεις τοιαῦται, περισσὸν κεῖται ἐν τῷ ὁρισμῷ· ἀρκεῖ γὰρ εἰπεῖν τὸν ἄνθρωπον εἶναι ζῷον λογικὸν θνητόν. καὶ οὕτω μὲν κατασκευάζονται οἱ ὁρισμοὶ τῶν εἰδικωτάτων εἰδῶν. ἐπεὶ δὲ ἔχομεν καὶ ἄλλα εἴδη ὑπάλληλα, παραδίδωσί σοι πῶς κατασκευάσεις καὶ τοὺς ὁρισμοὺς αὐτῶν. καὶ διὰ τοῦτο προσέθηκε τὸ ἢ καὶ εὐθὺς μετὰ τῆς τελευταίας διαφορᾶς. εἰ γὰρ πρόκειται κατασκευάσαι τὸν ὁρισμὸν τοῦ ζῴου, ὅπερ ἐστὶ τὸ ‘οὐσία ἔμψυχος αἰσθητική’, δεῖ σε λαβεῖν τὸ γένος, ἤγουν τὴν οὐσίαν, καὶ διαιρῆσαι αὐτὴν εἰς ἔμψυχον καὶ ἄψυχον καὶ εἰπεῖν ‘πᾶν πρᾶγμα ἢ ἔμψυχόν ἐστιν ἢ ἄψυχον, τὸ δὲ ζῷον οὐσία ἔμψυχός ἐστι’, καὶ πάλιν διαιρῆσαι τὴν οὐσίαν τὴν ἔμψυχον εἰς τὸ αἰσθητικὸν καὶ εἰς τὸ ἀναίσθητον. πᾶν δὲ ἢ αἰσθητικόν ἐστιν ἢ ἀναίσθητον· τὸ δὲ ζῷον οὐσία ἔμψυχος αἰσθητική. εἰ γοῦν καὶ τὸ αἰσθητικὸν δύναται αὖθις διαιρεθῆναι εἰς τὸ ζῷον καὶ εἰς τὸ ζῳόφυτον, ἀλλὰ δεῖ στῆσαι τὴν διαίρεσιν ἄχρι τοῦ αἰσθητικοῦ ὡς δι’ αὐτοῦ ἀπαρτισθέντος τοῦ ὁρισμοῦ τοῦ ζῴου. ὅτι δὲ ἀπηρτίσθη ὁ ὁρισμὸς τοῦ ζῴου, ἤγουν τὸ ‘οὐσία ἔμψυχος αἰσθητική’, δῆλον ἐκ τοῦ μὴ διαφέρειν τοῦτο τὸ ὁριστόν, ἤγουν τὸ ζῷον, τοῦ συνόλου, ἤγουν τοῦ ‘οὐσία ἔμψυχος αἰσθητική’, ληφθέντος αὐτοῦ τοῦ ὅλου μετὰ τῆς τελευταίας διαφορᾶς,2 τουτέστι τοῦ αἰσθητικοῦ. μὴ διαφέρειν δὲ ἐν τῷ εἴδει, τοῦτ’ ἔστιν οὐχὶ ὅλος οὗτος ὁ ὁρισμὸς ὁ ῥηθεὶς ἐπὶ πλέον ἐστὶ τοῦ ζῴου ὡς δηλῶν καὶ ἕτερα εἴδη, ἀλλὰ μόνον τὸ ζῷον δηλοῖ καὶ οὐ διαφέρει αὐτοῦ, ἤγουν οὐκ ἐπὶ πλέον ἐστὶν αὐτοῦ. Δῆλον δὲ ὅτι οὐ πλεῖόν τι πρόσκειται τῷ ὁρισμῷ, ἤγουν οὐ περιττόν τι καὶ μὴ συμβαλλόμενον εἰς τὴν οὐσίαν τοῦ πράγματος (τοιοῦτον δέ ἐστι τὸ συμβεβηκός) ἐκ τοῦ πάντα λαβεῖν ἐν τῷ ὁρισμῷ τὰ ἐν τῷ τί ἐστιν, ἤγουν τὰ οὐσιωδῶς ὑπάρχοντα τῷ ὁριστῷ· καὶ πλεῖον τούτων καὶ κατ’ ἐπέκεινα οὐκ ἔλαβε συμβεβηκός τι. ἀλλ’ οὐδὲ ἀπολείπει τι, ἤγουν ἐλλιπής ἐστιν ὁ ὁρισμός. ὁ γὰρ ὁρισμὸς ἐκ γένους καὶ διαφορῶν· εἰ γοῦν κατελείφθη τι μέρος τοῦ ὁρισμοῦ, ἢ γένος ἐστὶν ἢ διαφορά· τὸ 〈δὲ〉 γένος οὐ κατελείφθη· πρῶτον γὰρ κεῖται ἐν τῷ ὁρισμῷ καὶ ταῖς διαφοραῖς συνείληπται· ἀλλ’ οὐδὲ διαφορά ἐστι τὸ καταλειφθέν· πᾶσαι γὰρ αἱ διαφοραὶ ἔχονται, ἤγουν ἐλήφθησαν. οὐ γὰρ ἔτι ἐστὶ καταλειφθεῖσα ἡ ὑστέρα διαφορά, οἷόν ἐστι τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν· εἰ γὰρ τὸ τελευταῖον, ἤγουν ἡ τελευταία αὕτη διαφορά, κατελείφθη, διέφερεν ἂν τοῦ ὁριστοῦ τὸ ζῷον λογικὸν θνητὸν ἐν τῷ εἴδει,3 ἤγουν οὐκέτι ἐδήλου μόνον τὸν ἄνθρωπον ἀλλὰ καὶ ἃς εἴπομεν φύσεις αὐτομαθεῖς.
“而所有这些……” 这是第三项注意遵守之事。你将表明,定义的这所有各部分仅适用于被定义者自身而不适用于任何其他事物,这是从依据划分选取第一者即类,并将它(设为动物)划分为诸对立的种差(即划分为理智的和非理智的)开始的。然后你这样说:每一个事物要么是这个(即理智的动物),要么是那个(即非理智的动物),而人是这个(即理智的动物)。并且再次选取这整个理智动物的种差,即诸对立的种差,我说的是会死的与不死的,并且说:“每一个事物要么是理智的会死的动物,要么是理智的不死的动物;而人是理智的会死的动物”。如果他用单数名词“种差”称呼诸对立的种差,这并不奇怪;这一点在前面也已经指明了。随后也选取会死者的种差,即能接受理智与科学知识的。于是划分停留在了此处;因为我把那不能再被划分为另一各别种差的种差称为最后的种差,例如能接受理智与科学知识的。这样,人的定义便完满告成了,作为仅属于他自身而不属于任何其他事物者。如果你认为存在某些理智的会死的动物,它们是某种自学的本性,即并非从导师那里获得科学与技艺,而是由自然自修而成的,诸如传闻中的半人马、萨堤洛斯或某些潘神(并且柏拉图那里也据说曾发现被冲刷上岸的涅瑞伊斯的尸体)——那么,如果存在这样的本性,在人的定义中必然附加上“能接受理智与科学知识的”,以便把人与那些本性区别开来;因为人是理智的会死的动物,但并非自修地拥有技艺与科学,而是从导师那里接受了这一点。但如果不存在这样的本性,这在定义中就被多余地放置了;因为说人是理智的会死的动物就足够了。于是,最狭隘物种的定义就这样被确立了。但由于我们也有其他从属的物种,他向你传授了你将如何也确立它们的定义。正因如此,他添加了“或者也立即与最后的种差一同”。因为如果要确立动物的定义(即“有灵魂的具感觉能力的实体”),你就必须选取类即实体,并把它划分为有灵魂的与无灵魂的,并且说:“每一个事物要么是有灵魂的,要么是无灵魂的;而动物是有灵魂的实体”,并且再次把有灵魂的实体划分为具感觉能力的与无感觉能力的。“每一个事物要么是具感觉能力的,要么是无感觉能力的;而动物是有灵魂的具感觉能力的实体”。因此,即使具感觉能力的还可以再次被划分为动物和植虫类,但仍必须把划分止于具感觉能力的,因为动物的定义通过它已经完满告成。而动物的定义(即“有灵魂的具感觉能力的实体”)已完满告成,这一点从下述事实显明:当这个整体自身与最后的种差(即具感觉能力的)一同被选取时,这个被定义者(即动物)并不与整体(即“有灵魂的具感觉能力的实体”)相异。“在物种上不相异”的意思是,并非所说的这整个定义的外延广于动物以至于也指示其他物种,而是它仅指示动物且不与它相异,即外延并不比它更广。并且显而易见的是,定义中并未附加任何多余的事项,即并未附加任何多余且无助于事物实体的成分(偶性就是这样一种东西),这是由于在定义中选取了在“是什么”中的所有事项,即实质性地属于被定义者的事项;在此之外并且在更远之处他没有选取任何偶性。然而定义也没有漏掉任何东西,即定义并不是残缺的。因为定义由类和诸种差构成;因此,如果定义的某个部分被遗漏了,它要么是类要么是种差;但类并没有被遗漏;因为类在定义中排在最前面,并与诸种差结合在一起;被遗漏的也不是种差;因为所有的种差都被掌握了,即都被选取了。因为并非后继的种差(例如能接受理智与科学知识的)仍被遗漏;因为如果最后的事项即这最后的种差被遗漏了,理智的会死的动物就会在物种上与被定义者相异,也就是说,它将不再仅仅指示人,而且也指示我们所说过的那些自学的本性。
- 2.158ἐκ τοῦ λαβεῖν τὸ πρῶτον ... καὶ διαιρῆσαι αὐτό ... εἶθ’ οὕτως εἴπῃς ... καὶ πάλιν ... λάβῃς ... καὶ εἴπῃς
该句始于表示手段的介词短语 ἐκ τοῦ λαβεῖν ... καὶ διαιρῆσαι(冠词属格加不定词),随后由连词 εἶτα 和 καί 引导平缓地过渡到虚拟语气分句(εἴπῃς, λάβῃς)。在句法逻辑上,它们共同构成论证步骤的一连串并列结构。
- 2.158ληφθέντος αὐτοῦ τοῦ ὅλου μετὰ τῆς τελευταίας διαφορᾶς
属格独立结构,对前面的不定词从句 μὴ διαφέρειν τοῦτο ... τοῦ συνόλου 提供时间或条件限定(“当这个整体自身与最后的种差一同被选取时”)。
- 2.158εἰ γὰρ τὸ τελευταῖον ... κατελείφθη, διέφερεν ἂν τοῦ ὁριστοῦ τὸ ζῷον λογικὸν θνητὸν ἐν τῷ εἴδει
反事实条件句:条件从句使用 εἰ 搭配不定过去时直陈式(κατελείφθη),主句使用 ἄν 搭配未完成过去时直陈式(διέφερεν ἄν)。表示“如果最后的种差被遗漏了,该复合体在物种上就会与被定义者相异(而事实上并未遗漏,故不相异)”。
