- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:408.28-410.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《后分析篇》97a23–32,阐明通过划分确立定义所需遵守的三条规则(在本质中述说、由普遍至特殊的排列秩序、与被定义者的外延符合),以及确定属类与相继种差排列顺序的方法。
" Εἰς δὲ τὸ κατασκευάζειν ὅρον διὰ τῶν θέσεων." Ἐπὶ τινῶν μὲν ἀντιγράφων κεῖται διὰ τῶν θέσεων, ἐπὶ τινῶν δὲ διὰ τῶν διαιρέσεων· λέγονται γὰρ καὶ αἱ ἀντικείμεναι διαφοραὶ θέσεις, καθὸ ἕκαστον τῶν ὄντων ὑφ’ ἓν αὐτῶν τίθεται ἀνάγεσθαι.1 Δείξας, πῶς θηρᾶται ὁ ὁρισμός, καὶ κατὰ τί χρησιμεύει ἡ διαίρεσις εἰς τοὺς ὁρισμούς, νῦν ζητεῖ πῶς ἐστι δυνατὸν κατασκευάζειν καὶ δεικνύειν τὸν ὁρισμὸν ἔχειν τὸ ἀνεπίληπτον, ἅτε τέλειον ὄντα καὶ μήτε πλέον τοῦ δέοντος ἔχοντά τι μήτε ἐλλεῖπον. εἶπε δὲ κατασκευάζειν καὶ οὐ ‘συλλογίζεσθαι’ ἢ ‘ἀποδεικνύειν’, εἰκότως· οὐ γὰρ πᾶς ὁ κατασκευάζων τι διὰ συλλογισμοῦ ἢ δι’ ἀποδείξεως τοῦτο κατασκευάζει, ἀλλὰ γίνεται ἡ κατασκευὴ καὶ ἀπὸ ἀναλύσεως ἢ ἀπὸ διαιρέσεως. ἐπεὶ δὲ οὗτος ἔδειξε τοὺς ὁρισμοὺς μήτε συλλογίζεσθαι μήτε ἀποδεικνύεσθαι, ἔθηκε τὸ κατασκευάζειν. ἐξ ἀναλύσεως γὰρ ἔφησεν εὑρίσκεσθαι τὸν ὁρισμόν· ἀπὸ γὰρ τῶν ὁρισμῶν τῶν καθ’ ἕκαστα εὑρίσκονται οἱ ὁρισμοὶ τῶν εἰδικωτάτων καὶ ἀπὸ τῶν ὁρισμῶν τῶν εἰδικωτάτων οἱ ὁρισμοὶ τῶν γενῶν. Τὸ τριῶν δεῖ στοχάζεσθαι ἀντὶ τοῦ ‘τρία δεῖ παρατηρεῖν’. ἓν μὲν τὸ λαμβάνειν ἐν τῷ ὁρισμῷ τὰ κατηγορούμενα κατὰ τοῦ ὁριστοῦ ἐν τῷ τί ἐστιν, ἤγουν οὐσιωδῶς. εἰ δέ τις εἴπῃ ‘καὶ μὴν ὁ ὁρισμὸς ἐκ διαφορῶν συνίσταται, αἱ δὲ διαφοραὶ ἐν τῷ ὁποῖόν τί ἐστι κατηγοροῦνται· πῶς ἐνταῦθα λέγει τὰ μέρη τοῦ ὁρισμοῦ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι;’, ἐροῦμεν πρὸς αὐτὸν ὅτι πολλάκις εἰρήκαμεν, ὅτι αἱ διαφοραὶ συνειλημμέναι τῷ γένει οὐκέτι εἰσὶ διαφοραὶ ἀλλὰ γένη ἀνώνυμα. δεύτερον δὲ τὸ τάττειν τὰ καθολικώτερα πρῶτα, τὰ δὲ μερικώτερα μετ’ αὐτά· οὕτω γὰρ εὐταξία ἔσται ἐν τοῖς μέρεσι τῶν ὁρισμῶν. καὶ τρίτον ὅτι ταῦτα πάντα τὰ ἐν τῷ ὁρισμῷ συλληφθέντα οὐσιώδη μόνῳ τῷ ὁριστῷ ἐφαρμόζουσιν.
“至于通过诸设定确立定义:” 在一些抄本中作“通过诸设定”,在另一些抄本中则作“通过诸划分”;因为对立的种差也被称为“设定”,在于每个存在者都被设定为归入它们之一之下。在指明了定义如何被搜寻以及划分在何种方面对诸定义有用之后,他现在探究如何可能确立并表明定义具有无可指摘性,因其是完满的,既无任何超出所需者亦无所缺失。他说了“确立”而没有说“推论”或“论证”,这是合情合理的;因为并非每一个确立某物的人都是通过三段论或通过论证来确立它的,确立也可以来自分析或来自划分。既然他已经证明了定义既不能被推论也不能被论证,他就用了“确立”。因为他说定义是从分析中发现的;因为从个别事物的定义中发现最狭隘物种的定义,从最狭隘物种的定义中发现诸类的定义。“应当瞄准三件事”替代了“应当注意遵守三件事”。其一是,在定义中采取那些在本质上(在“是什么”中)、即实质性地对被定义者进行述说的事项。如果有人说:“可是定义由诸种差构成,而诸种差是在‘是怎样的’中被述说的;在这里他怎么能说定义的各部分是在‘是什么’中被述说的呢?”我们将对他说:我们常常说过,与类结合在一起的种差不再是种差,而是无名的类。其二是,将更普遍的事项排在第一位,将更个别的事项排在其后;因为这样在定义的各部分中就会有良好的秩序。其三是,在定义中结合起来的所有这些实质性事项仅适用于被定义者自身。
"Ἔστι δὲ τούτων ἓν πρῶτον διὰ τοῦ δύνασθαι.2" Ἰστέον ὡς τέσσαρά εἰσι τὰ διαλεκτικὰ προβλήματα· γενικά, οἷς συνυπάγονται καὶ αἱ διαφοραί (ἔμαθες γὰρ ὡς αὗται συλληφθεῖσαι τῷ γένει οὐκέτι διαφοραί εἰσιν ἀλλὰ γένη ἀνώνυμα), ὁρικά, εἰδικὰ καὶ κατὰ συμβεβηκός. ἐν γὰρ ταῖς διαλέξεσιν ἢ περὶ γένους ἐστὶν ἡ ζήτησις, οἷον εἰ τόδε τοῦδε γένος ἐστίν, ἢ περὶ ὅρου ἢ περὶ εἴδους ἢ περὶ συμβεβηκότος. καὶ αὐτίκα καὶ τόπους καὶ ἀφορμὰς ἐπιχειρημάτων παρέδωκεν ἰδίᾳ καὶ ἰδίᾳ περὶ αὐτῶν, δι’ ὧν τις κατασκευάσει ὅτι τόδε τῷδε συμβέβηκεν, εἰ περὶ συμβεβηκότος ἐστὶν ἡ ζήτησις, ἢ ὅτι τόδε γένος ἐστὶ τοῦδε ἢ ὁρισμὸς ἢ εἶδος. ἐπεὶ δὲ ἐν τοῖς ὁρισμοῖς πρῶτον κεῖται τὸ γένος, δεῖ σε προαποδεικνύειν ὅτι γένος ἐστὶ τὸ προηγούμενον τῶν ἄλλων μερῶν τοῦ ὁρισμοῦ καὶ οὐχὶ ὁμώνυμος φωνή. ἔστι δὴ τὸ ἓν παρατήρημα ἀπὸ τούτων τῶν τριῶν τὸ καὶ προταγὲν τῶν ἄλλων διὰ τοῦ δύνασθαι κατασκευάσαι τὸ πρῶτον κείμενον ἐν τῷ ὁρισμῷ, ἤγουν τὸ γένος, ὅτι ὑπάρχει γένος. δείξεις δὲ τοῦτο καὶ διὰ τοῦ γένους, ἤγουν διὰ τῶν ἐπιχειρημάτων δι’ ὧν κατασκευάζονται καὶ δεικνύονται ὅτι τάδε γένη εἰσίν, ὥσπερ ἔστι συλλογίζεσθαι καὶ ἀποδεικνύειν ὅτι τόδε συμβέβηκε τῷδε διὰ τῶν ἐπιχειρημάτων τῶν συμβαλλομένων πρὸς τὸ συμβεβηκός, ἤγουν πρὸς ἀπόδειξιν τοῦ συμβεβηκότος. μετὰ γοῦν τὸ δεῖξαι, ὅτι τὸ προηγούμενον ἐν τῷ ὁρισμῷ γένος ἐστί, δεῖ σε τάττειν τὰ ἄλλα μέρη αὐτοῦ εὐτάκτως. εὐτάκτως δὲ τάξεις αὐτά, ἐὰν μετὰ τὸ γένος θήσεις τὸ πρῶτον τῶν ἄλλων. πρῶτον δέ ἐστι τὸ ἑπόμενον πᾶσι τοῖς μετ’ ἐκεῖνο κειμένοις.3 οὐ μέντοι γε δὲ καὶ ἀνάπαλιν ἐκεῖνα τούτῳ ἕπονται· τὰ γὰρ καθόλου ἕπονται τοῖς μερικωτέροις, οὐ μὴν δὲ τὰ μερικώτερα τοῖς καθόλου. δεύτερον δὲ τάττε τὸ πάλιν πρῶτον ὂν καθολικώτερον τῶν μετ’ αὐτὸ καὶ ἑπόμενον αὐτοῖς, οὐ μὴν δὲ καὶ τοὐναντίον. καὶ κατὰ τὴν αὐτὴν μέθοδον ὁμοίως τάττε τὸ τρίτον καὶ τὸ τέταρτον. ὡς ἐπὶ τοῦ ζῴου λογικοῦ θνητοῦ νοῦ καὶ ἐπιστήμης δεκτικοῦ μετὰ τὸ γένος, ἤγουν τὸ ζῷον, πρῶτον κεῖται τὸ λογικὸν ὡς ἑπόμενον τῷ θνητῷ· οὐ μέντοι γε δὲ καὶ τὸ θνητὸν ἕπεται αὐτῷ· ὡσαύτως καὶ τὸ θνητὸν ἀκολουθεῖ τῷ νοῦ καὶ ἐπιστήμης δεκτικῷ· οὐ μὴν δὲ καὶ τοὐναντίον συμβαίνει.
“而在这[三者]之中,第一者是通过能够……” 应当知道,辩证问题有四个:属类的(种差也从属于它们;因为你已经学过,当它们与类结合在一起时,它们不再是种差,而是无名的类)、定义的、物种的和附属性的。因为在讨论中,探究要么关乎属类(例如这是否是那的类),要么关乎定义,要么关乎物种,要么关乎偶性。他随即分别就它们传授了论题和论据的出发点,通过这些出发点人们将确立这作为偶性附属于那(如果探究是关乎偶性的话),或者确立这作为类、定义或物种属于那。但是,既然在诸定义中类被排在最前面,你就必须预先论证先于定义其余部分出现的是类而非同名异义之词。因此,这三项注意遵守之事中排在其他各项之前的一项,是通过能够确立在定义中排在最前面的事项(即类)确实作为类而存在。而你也同样将通过类(即通过赖以确立并表明这些是类的那些论据)来表明这一点,正如可能通过有助于偶性的论据(即有助于论证偶性的论据)来推论并论证这作为偶性附属于那一样。在表明了在定义中在先者是类之后,你就必须井然有序地排列其其余部分。如果你在类之后放置其余部分之首者,你就会井然有序地排列它们。首者是随同排在其后的所有事项的事项。然而那些事项却并不反过来随同它;因为普遍者随同更个别者,但更个别者并不随同普遍者。第二,排列那再次作为首者、比其后的事项更具普遍性并随同它们的事项,但反过来则不然。依照同样的方法,类似地排列第三和第四。正如在“理智的、会死的、能接受理智与科学知识的动物”中,在类(即动物)之后,首先放置“理智的”,因其随同“会死的”;然而“会死的”并不随同它;同样地,“会死的”也伴随“能接受理智与科学知识的”,但反过来则不然。
"Καὶ τρίτον τὸ τῶν ἐχομένων." Ἤγουν τὸ πρῶτον τῶν ἐφεξῆς.
“第三,相继者中的……” 也就是说,相继排列者之首者。
- 2.155καθὸ ἕκαστον τῶν ὄντων ὑφ’ ἓν αὐτῶν τίθεται ἀνάγεσθαι
τίθεται 为被动态,意为“被设定/被置定”,支配不定式 ἀνάγεσθαι(被归入/被包摄)作为补足成分。整个结构表示“在于每个存在者都被设定为归入它们[对立种差]之一之下”。
- 2.156Ἔστι δὲ τούτων ἓν πρῶτον διὰ τοῦ δύνασθαι
亚里士多德底本引文中的极度省略的句式。介词短语 διὰ τοῦ δύνασθαι(“通过能够……”)处于谓语位置,其后补足的不定式(确立属类或通过属类进行确立)根据上下文被省略。菲洛波诺斯将其明确补足为“διὰ τοῦ δύνασθαι κατασκευάσαι τὸ πρῶτον κείμενον ἐν τῷ ὁρισμῷ, ἤγουν τὸ γένος, ὅτι ὑπάρχει γένος”。
- 2.156πρῶτον δέ ἐστι τὸ ἑπόμενον πᾶσι τοῖς μετ’ ἐκεῖνο κειμένοις
主语为 τὸ ἑπόμενον πᾶσι τοῖς μετ’ ἐκεῖνο κειμένοις(“随同排在其后的所有事项的事项”),πρῶτον 为表语,语序呈倒装。此处的 ἕπεσθαι 指逻辑或外延上的随同关系,即“更具普遍性的事项必定伴随更个别的种差(若个别者存在,普遍者必然蕴涵在其中)”。
