← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§407.22-408.27

通过划分构成定义与避免乞题

斐洛庞诺斯阐明了亚里士多德如何说明通过划分的方法能够完整地得出定义,并注疏了划分如何在不陷入乞题(假定前设)的情况下凭借必然性进行推进(即采用无中间项的矛盾对立种差以及属的邻近种差)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.153

" Φανερὸν γὰρ ὅτι ἐὰν οὕτω βαδίζων, "Ἤγουν διὰ τῆς διαιρέσεως κατερχόμενος καὶ διαιρῶν αὖθις τὸ λογικὸν εἰς τὸ θνητὸν καὶ ἀθάνατον καὶ τὸ θνητὸν εἰς τὸ νοῦ καὶ ἐπιστήμης〈δεκτικὸν καὶ τὸ μὴ δεκτικὸν νοῦ καὶ ἐπιστήμης〉, καταντήσῃς εἰς τοιαῦτα ὧν μηκέτι ἐστὶ διαφορά, ἤγουν ὅπερ οὐ δύναται διαιρεθῆναι εἰς ἑτέρας διαφοράς, οἷόν ἐστι τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, ἕξεις ἐκ τῶν διαιρεθεισῶν διαφορῶν ἐπισυνάξαι τὸν λόγον καὶ τὸν ὁρισμὸν τῆς προκειμένης οὐσίας εἰς τὸ ὁρισθῆναι.

“因为显然,如果这样进行下去,”也就是说:通过划分向下进行,再把“理智的”划分为“会死的”与“不死的”,把“会死的”划分为“能接受理智与科学知识的和不能接受理智与科学知识的”,如果你进至不再有种差的此类事物,即不再能被划分为其他种差的事物(例如“能接受理智与科学知识的”),你将能够从被划分的诸种差中汇总出被提出待定义之实体的说明与定义。

§2.154

"Τὸ δ’ ἅπαν ἐμπίπτειν εἰς τὴν διαίρεσιν." Ἀναιρήσας τὰ ἐπιχειρήματα τοῦ Σπευσίππου, δι’ ὧν οὗτος κατεσκεύαζε μὴ εἶναι ὁρισμὸν μήτε διαίρεσιν, ἐπειδὴ καὶ αὐτὸς ἐκ διαιρέσεως λέγει ἐπισυνάγεσθαι τοὺς ὁρισμούς, ἣν αὐτὸς διέσυρε λέγων μὴ ἐξ ἀνάγκης ἐκ διαιρέσεως συνάγεσθαι τὰ μέρη τοῦ ὁρισμοῦ ἀλλ’ αἰτεῖσθαι τὸ ἐν ἀρχῇ, ἵνα μή τις διασύρῃ αὐτὸν ὡς τοῖς αὐτοῖς περιπίπτοντα καὶ αἰτούμενον τὸ ἐν ἀρχῇ ἐν τῷ συνάγειν τὰ μέρη τοῦ ὁρισμοῦ ἐκ τῆς διαιρέσεως, ὡς εἴπομεν ἄνωθεν, τὴν ὑπόνοιαν ταύτην θεραπεύει.1 καὶ λέγει μὴ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι τὸν λέγοντα τὸν ἄνθρωπον ἢ ὑπὸ τὸ λογικὸν ἀνάγεσθαι ἢ ὑπὸ τὸ ἄλογον· ἀλλὰ μὴν λογικός ἐστιν· ἐξ ἀνάγκης γὰρ ὁ ἄνθρωπος ὑπὸ θάτερον τούτων ἐμπίπτει. ὅτι δὲ τὸ ἐξ ἀνάγκης ἐν τούτῳ θεωρεῖται, δῆλον· αἱ ἀντικείμεναι διαφοραί, τὸ λογικὸν καὶ τὸ ἄλογον, ἰσοδυναμοῦσι ταῖς ἀντιφατικῶς ἀντικειμέναις· ταὐτὸν γάρ ἐστι τὸ λέγειν λογικὸν καὶ οὐ λογικόν. εἰ γοῦν ἐπὶ τῶν ἀντιφατικῶς ἀντικειμένων ἐξ ἀνάγκης θάτερον ἀληθεύει ἐπὶ ἑκάστου τῶν ὄντων, λοιπὸν ἄρα καὶ ἐπὶ τῶν ἀντικειμένων διαφορῶν ἕκαστον τῶν ὄντων ὑπὸ θάτερον τούτων πεσεῖται. τὸ δὲ αἴτημα ἐξ ἀνάγκης οὐκ ἔστιν. αἴτημα δὲ λέγεται ὃ οὐ γινώσκει ὁ μαθητευόμενος οἴκοθεν, ἀλλὰ ἀκούει νῦν πρώτως τοῦ διδασκάλου τοῦτο λέγοντος. οἷον τὸ ‘ἡ ψυχὴ αὐτοκίνητος’· αἰτήσεται γὰρ τὸν διδάσκαλον δεῖξαι τοῦτο.2 καὶ λοιπὸν κεῖται παρὰ τῇ ἐξουσίᾳ τοῦ μαθητευομένου δέξασθαι τοῦτο εἴτε καὶ μή, καὶ οὐκ ἐξ ἀνάγκης ἔχει τὸ τοῦτο δέξασθαι. εἰκότως δὲ προσέθηκε τὸ ὧν μὴ ἔστι τι μεταξύ· εἰ γὰρ ἔμμεσά εἰσι τὰ ἀντικείμενα, οἷον τὸ λευκὸν καὶ τὸ μέλαν, οὐκ ἐξ ἀνάγκης πᾶν πρᾶγμα ἢ λευκὸν ἔσται ἢ μέλαν, ἀλλ’ ἐνδέχεται μηδέτερον τούτων εἶναι ἀλλ’ εἶναι ὠχρὸν ἢ φαιὸν ἢ ξανθόν. τὸ δὲ εἴπερ ἐκείνου διαφορὰ ἔσται πρόσκειται, ἵνα δείξῃ ὅτι, ἐὰν τὰ ἀντικείμενα προσεχεῖς διαφοραί εἰσι τοῦ ζῴου, ὡς τὸ πεζόν, πτηνὸν καὶ νηκτόν, ἐξ ἀνάγκης εἰς θάτερον αὐτῶν ἐμπίπτει ἕκαστον τῶν ὄντων. εἰ δὲ οὐκ εἰσὶ διαφοραὶ τοῦ ζῴου ἀλλὰ τινος τῶν ὑποκάτω αὐτοῦ, ὡς τὸ ὁλόπτερον καὶ τὸ σχιζόπτερόν εἰσι τοῦ πτηνοῦ, οὐκ ἐξ ἀνάγκης ἅπαν ζῷον ἢ ὁλόπτερόν ἐστιν ἢ σχιζόπτερον. συντάσσων δὲ οὕτω συμβιβάσεις τὸν λόγον εἰπὼν ‘ἀνάγκη γὰρ ἔσται’. τὸ δὲ ἅπαν ἐμπίπτειν εἰς τὴν διαίρεσιν ληπτέον ἀντὶ τοῦ ‘ἅπαν ἐμπίπτειν εἰς τὰς ἀντικειμένας διαφορὰς τὰς ἐκ τῆς διαιρέσεως εὑρισκομένας’.

“而一切都落入划分之中。” 在驳斥了斯派西波赖以确立既无定义亦无划分的诸论据之后,由于〔亚里士多德〕自己也说定义是从划分中汇总出来的——尽管他自己曾贬抑划分,说定义的各部分并非必然从划分中推导出来,而是在乞题——为了不让人贬抑他,说他在从划分中汇总定义的各部分时陷入了相同的困境并且在乞题,正如我们上面所说的,他消除了这种怀疑。他说,声称人要么归入“理智的”要么归入“非理智的”之下的人,并不是在乞题;然而人确实是理智的;因为人必然落入这两者之一中。而必然性在其中被观察到则是显而易见的:对立的种差,“理智的”和“非理智的”,与矛盾对立的项具有同等效力;因为说“理智的与不是理智的”〔与这〕是同一回事。如果说在矛盾对立的项中,就每个存在者而言两者之一必然为真,那么在对立的诸种差中,每个存在者最终也将落入它们之一中。然而假定并不是出于必然。所谓的假定,是指学生自己本不知道,而只是现在第一次听老师这样说的事情;例如“灵魂是自我运动的”;因为他会要求老师证明这一点。因此,接受与否取决于学生的决定权,他并无必然性非要接受这一点。他合理地补充了“它们之间没有任何中间者”;因为如果对立者是具有中间状态的,例如白与黑,那么就不是任何事物都必然要么是白的要么是黑的,而是可能既非此亦非彼,而是发白的、灰的或黄褐色的。而附加上“如果它确实是那项的种差”,则是为了表明:如果这些对立者是动物的邻近种差,如步行的、有翼的和水生的,那么每个存在者都必然落入它们之一中;但如果它们不是动物的种差,而是其下属某物的种差(如有全翅的和有裂翅的是有翼者的种差),那么就并非必然每个动物要么是全翅的要么是裂翅的。通过这样组织行文,你通过说“因为这将是必然的”而使论证首尾相合。而“一切都落入划分之中”应当理解为替代“一切都落入从划分中所发现的对立种差之中”。

语法注2 条
  1. 2.154Ἀναιρήσας τὰ ἐπιχειρήματα τοῦ Σπευσίππου... τὴν ὑπόνοιαν ταύτην θεραπεύει.

    从句首分词 Ἀναιρήσας 延伸至主句谓语动词 θεραπεύει 的长距离隔开结构。分词 Ἀναιρήσας 表时间(“在驳斥了之后”),其后嵌入了原因从句(ἐπειδὴ καὶ αὐτὸς...)、关系从句(ἣν αὐτὸς διέσυρε...)以及目的从句(ἵνα μή τις διασύρῃ...),最后才出现主句谓语动词 θεραπεύει(主语为省略的亚里士多德)。

  2. 2.154αἰτήσεται γὰρ τὸν διδάσκαλον δεῖξαι τοῦτο

    动词 αἰτέω 支配“人+不定词”的二重宾格结构(τὸν διδάσκαλον δεῖξαι τοῦτο,意为“要求老师证明这一点”)。在此处的语境中,αἴτημα / αἰτεῖσθαι 指不经证明即要求接受的“假定/请愿”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:407.22-408.27