← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§405.26-407.21

反驳斯派西波关于定义不可能性的主张

注解者讨论了亚里士多德在Bekker 97a6–14中对斯派西波不可知论反驳的批驳——后者声称定义必须认识一切存在者及其种差。注解者指出斯派西波混淆了本质种差与偶性种差,并说明通过对立且穷尽的二分法,无需知道所有存在者即可完成定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.148

" Οὐδὲν δὲ δεῖ τὸν ὁριζόμενον καὶ διαιρούμενον." Τοῦτο λέγει ἀναιρῶν τοὺς λόγους1 δι’ ὧν ἐπεχείρει ὁ Σπεύσιππος ἀναιρῆσαι καὶ τὴν διαίρεσιν καὶ τοὺς ὁρισμούς. ἐπεχείρει γὰρ οὗτος δεικνύειν, ὡς οὐκ ἔστιν ἀποδοῦναι ὁρισμόν τινος, λέγων ὡς ὁ θέλων δι’ ὁρισμοῦ παραστῆσαι τὴν φύσιν τοῦ ἀνθρώπου ἢ τοῦ ἵππου ἢ ἄλλου τινὸς ὀφείλει γινώσκειν πάντα τὰ ὄντα καὶ τὰς διαφορὰς αὐτῶν καθ’ ἃς διαφέρουσιν ἀλλήλων· οὕτως γὰρ παρίσταται ἡ φύσις τοῦ ἀνθρώπου ἢ τοῦ ἵππου ἢ ἄλλου τινὸς ἐν τῷ χωρίζεσθαι τῶν ἄλλων πάντων. τὸ δὲ χωριζόμενον διά τινων διαφορῶν δεῖ χωρίζεσθαι. ἐπεὶ δὲ ἀδύνατον πάντα τὰ ὄντα γινώσκειν ἢ τὰς διαφορὰς αὐτῶν, λοιπὸν δι’ ὁρισμοῦ παραστῆσαί τι ἀδύνατον.

“对进行定义和划分的人来说绝无必要。” 他这是在驳斥斯派西波试图用来推翻划分和诸定义的那套论证时说的。因为斯派西波曾试图表明不可能给出任何事物的定义,他说:凡是希望通过定义来阐明人、马或任何其他事物的本性的人,都必须认识一切存在者以及它们彼此赖以相异的种差;因为人、马或任何其他事物的本性,正是这样在它与所有其他事物相分离中被阐明的。而相分离之物必然是通过某些种差相分离的。但是,由于认识一切存在者或它们的种差是不可能的,因此通过定义来阐明任何事物也就是不可能的了。

§2.149

"Ἄνευ δὲ τῶν διαφορῶν οὐκ εἶναι." Ἤγουν οὐκ ἔστι δὲ δυνατόν τινα εἰδέναι ἕκαστον ὁριστὸν μὴ εἰδότα τὰς διαφορὰς καθ’ ἃς διαφέρει τῶν ἄλλων πάντων.

“而没有这些种差就不可能[认识]。” 也就是说:任何人如果不知道每个被定义者与所有其他事物赖以相异的种差,就不可能认识该被定义者。

§2.150

"Οὗ γὰρ μὴ διαφέρει." Ἤγουν εἰ μὴ ἔστι τις διαφορὰ δι’ ἧς διαφέρει ὁ Θεαίτητος τοῦ Δίωνος, ἔσονται ἄρα καὶ ἄμφω ταὐτὰ καὶ οἱ αὐτοί. ἢ εἰ βούλει, λάβε ἵππον καὶ βοῦν εἰς παράδειγμα. τῶν δὲ ἑτέρων πραγμάτων, ὡς λίθου καὶ ἀνθρώπου, εἰσὶ καὶ διαφοραὶ καθ’ ἃς ἀπ’ ἀλλήλων διακέκρινται. [Πρῶτα λέγονται τὰ εἴδη τὰ εἰδικώτατα, ὃ ἐπελαθόμεθα ἐξηγήσασθαι ἐν τῷ οἰκείῳ τόπῳ, διότι ὁ ἀπὸ τῶν καθ’ ἕκαστα ἀνιὼν ἐπὶ τὰ γένη κατὰ ἀνάλυσιν πρῶτον εἰς τὰ εἰδικώτατα εἴδη καταντᾷ, εἶθ’ οὕτως προβαίνει καὶ ἐπὶ τὰ ὑπεράνω τούτων.] " Πρῶτον μὲν οὖν τοῦτο ψεῦδος." Εἰπὼν τοὺς λόγους, δι’ ὧν ὁ Σπεύσιππος ἀνέτρεπε τοὺς ὁρισμοὺς καὶ τὰς διαιρέσεις, νῦν πρὸς ἀνατροπὴν χωρεῖ ἑνὸς ἑκάστου τῶν ἐπιχειρημάτων αὐτοῦ. ἔλεγε γάρ· πᾶς ὁ ὁριζόμενος ἢ διαιρῶν ἀνάγκην ἔχει γινώσκειν πάντα τὰ ὄντα καὶ κατὰ τί ἀλλήλων διαφέρουσιν· εἰ γὰρ ὁ ὁρισμὸς χωρίζει τὸ πρᾶγμα ἀπὸ πάντων τῶν ὄντων, ἀνάγκη γινώσκειν τὸν διοριζόμενον τὰς διαφορὰς καθ’ ἕκαστον τῶν ὄντων ἕτερον τοῦ ὁριστοῦ ἐστι·2 πᾶν γὰρ τὸ διαφέρον τινὸς ἕτερόν ἐστιν ἐκείνου. καὶ πρῶτον μὲν ἐλέγχει τοῦτον ψευδόμενον ὡς ἀγνοοῦντα τὰ τῆς διαφορᾶς σημαινόμενα· οὐ γὰρ κατὰ πᾶσαν διαφορὰν ἕτερα κρίνονται εἶναι τὰ πράγματα ἀλλὰ κατὰ μόνας τὰς οὐσιώδεις. οἷον ὁ ἄνθρωπος καὶ ὁ ἵππος εἰσὶν ἕτερα ὡς διαφέροντα ἀλλήλων οὐσιώδεσι διαφοραῖς· διαφέρουσι 〈δ’〉 ἀλλήλων ὁ Θεαίτητος καὶ ὁ Δίων, καθὸ ὁ μὲν λευκὸς ὁ δὲ μέλας, ἢ ὁ μὲν φαλακρὸς ὁ δὲ κομήτης, ἀλλὰ ἕτεροι οὐκ εἰσὶν ἀλλὰ οἱ αὐτοὶ τῷ εἴδει· συμβεβηκότα γάρ εἰσι καθ’ ἃ διαφέρουσιν ἀλλ’ οὐκ οὐσιώδη.

“因为与它没有差异者。” 也就是说:如果不存在泰阿泰德与狄翁赖以相异的某种种差,那么两者也就将是同一之物和同一的人。或者如果你愿意,可以取马和牛为例。而对于相异的事物,如石头和人,也存在着它们彼此赖以区别的种差。[最底层的种被称为第一种,这是我们在恰当的地方忘记解释的;因为由各个个别事物通过分析上升到属的人,首先到达的是最底层的种,然后才以这种方式进而达到处于它们之上的东西。]“首先,这是虚假的。” 在阐述了斯派西波用来推翻诸定义和诸划分的论据之后,现在他进到对其每一个论证的驳斥中。因为斯派西波曾说:凡是进行定义或划分的人,都有必要认识一切存在者以及它们彼此在何种方面相异;因为如果定义使该事物与一切存在者相分离,那么界定者就必然认识那些根据它们、存在者中的每一个都不同于被定义者的种差;因为凡与某物相异者,都与该物不同。而[亚里士多德]首先驳斥他在说假话,因为他不知道种差的诸含义;因为事物不是根据任何一种种差被判定为不同的,而仅仅是根据本质的种差。例如,人和马是不同的,因为它们凭借本质的种差彼此相异;但是泰阿泰德和狄翁彼此相异,仅在于一方白而另一方黑,或者一方秃顶而另一方长发,但他们并不是不同的事物,而在种上是同一的;因为他们赖以相异的是偶性,而非本质的属性。

§2.152

"Εἶτα ὅταν λάβῃ τὰ ἀντικείμενα καὶ τὴν διαφοράν." Τοῦτο ἐπιχείρημά ἐστι ἀνατρεπτικὸν τοῦ λόγου τοῦ Σπευσίππου λέγοντος ὡς ἀνάγκη τὸν ὁριζόμενον εἰδέναι πάντα τὰ ὄντα καὶ τὰς τούτων διαφορὰς καθ’ ἃς διαφέρουσι τοῦ ὁριστοῦ. ἀντικείμενα λέγει τὰς ἀντικειμένας διαφορὰς καθ’ ἃς διαιρεῖται τὸ ζῷον, ἤγουν τὸ λογικὸν καὶ τὸ ἄλογον. ὠνόμασε δὲ ταῦτα καὶ διαφορὰν ἑνικῶς ἀλλ’ οὐχὶ διαφοράς, διότι καὶ ἄμφω ὑπὸ τὴν διαφορὰν ἀνάγονται. καὶ ὥσπερ ἡ κατάφασις καὶ ἡ ἀπόφασις αἱ ἀντιφατικῶς ἀντικείμεναι, εἰ καὶ δύο εἰσίν, ἀλλ’ οὖν ἓν ὄνομα ἔχουσι τὸ καλεῖσθαι ἀντίφασις, οὕτως οἱ δύο ὅροι οἱ ἀντικείμενοι, ἤγουν τὸ λογικὸν καὶ τὸ ἄλογον, ἑνὶ ὀνόματι διαφορὰ λέγεται ὡς ὑπὸ ταύτην ἀναγόμενοι. εἶτα ὅταν λάβῃ τις τὸ γένος καὶ διαιρῇ τοῦτο εἰς τὰ ἀντικείμενα, ἃ καὶ ἐκάλεσε διαφοράν, καὶ λάβῃ ὅτι πᾶν πρᾶγμα ἀνάγκη ἐμπίπτειν ἐνταῦθα ἢ ἐνταῦθα, ἤγουν ἢ ὑπὸ τὸ λογικὸν ἢ ὑπὸ τὸ ἄλογον, καὶ λάβῃ τὸ ζητούμενον, ἤγουν τὸ προκείμενον εἰς τὸ ὁρισθῆναι, ἐν θατέρῳ εἶναι, ἤγουν ὑπὸ τὸ λογικόν, καὶ τοῦτο, ἤγουν ὅτι ὁ ἄνθρωπός ἐστι λογικός, γινώσκῃ ἀκριβῶς συλλογιζόμενος οὕτως ‘ὁ ἄνθρωπος τέχνας καὶ ἐπιστήμας ἐπιτηδεύεται, πᾶς ὁ ἐπιτηδευόμενος τέχνας καὶ ἐπιστήμας λογικός, ὁ ἄνθρωπος ἄρα λογικός’, οὐδὲν διαφέρει, ἤγουν οὐ συμβάλλεται αὐτῷ, εἰδέναι3 εἴτε καὶ μή, ἐπὶ τίνων καὶ ἄλλων ὄντων αἱ διαφοραὶ αὗται, ἤγουν τὸ λογικὸν καὶ ἄλογον, θεωροῦνται. οἷον εἰ μέλλων ὁρίσασθαι τὸν ἄνθρωπον λάβῃς ὅτι ἐστὶ ζῷον, πᾶν δὲ ζῷον ἢ λογικὸν ἢ ἄλογον, λάβῃς δὲ τὸν ἄνθρωπον εἶναι λογικόν, περισσόν ἐστι τὸ γινώσκειν εἰ καὶ πάντα τὰ ὄντα ἢ ὑπὸ τὸ λογικὸν ἐμπίπτει ἢ ὑπὸ τὸ ἄλογον.

“其次,当他取得诸对立者与种差时。” 这是驳斥斯派西波声称定义者必然认识一切存在者以及它们与被定义者赖以相异的种差这一论据的论证。他所谓的诸对立者,是指动物赖以被划分的对立种差,即“理智的”和“非理智的”。他也用单数把这些称为种差,而不是称为诸种差,因为两者都归属于种差之下。正如同矛盾对立的肯定与否定即便有二,却拥有一个被称作“矛盾”的单一名称,同样,这两个对立的项,即“理智的”和“非理智的”,也因归属于其下而被单一种差之名称所称谓。其次,当有人取得了属,并将它划分为诸对立者(他也称之为种差),并且假定一切事物都必然落入此处或彼处,即落入“理智的”之下或“非理智的”之下,并且取得了所探求之物(即被提出待定义之物)存在于二者之一中,即在“理智的”之下,并且通过如下推论准确地知道了这一点(即人是理智的)——“人从事技术与科学;凡从事技术与科学者皆是理智的;因此人是理智的”——那么,对于他而言,知道还是不知道这些种差(即理智的与非理智的)在其他哪些存在者中被观察到,并没有任何不同,也就是说对他没有任何帮助。例如,如果打算定义人,你假定他是动物,而一切动物要么是理智的要么是非理智的,并且你假定人是理智的,那么去认识是否一切存在者也都落入理智的或非理智的之下,就是多余的。

语法注3 条
  1. 2.148ἀναιρῶν τοὺς λόγους

    现在分词ἀναιρῶν作伴随情况或方式分词修饰主动词λέγει,表明这一表述本身就是在驳斥那些论证。

  2. 2.151καθ’ ἕκαστον τῶν ὄντων ἕτερον τοῦ ὁριστοῦ ἐστι

    短语καθ’ ἕκαστον τῶν ὄντων充当状语(“就每一个存在者而言”),其后ἕτερον τοῦ ὁριστοῦ ἐστι的主语承前省略,指代每一个存在者,表明各存在者赖以不同于被定义者的种差。

  3. 2.152οὐδὲν διαφέρει, ἤγουν οὐ συμβάλλεται αὐτῷ, εἰδέναι

    不定式εἰδέναι充当无人称谓语οὐδὲν διαφέρει(“没有任何不同”)的真正主语。注解者随后用ἤγουν οὐ συμβάλλεται αὐτῷ(“即对他没有任何助益”)作了解释,指明了句式结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:405.26-407.21