- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:404.11-405.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯阐明,无论被定义者是什么,划分仍然是在乞求本原而非进行证明,但划分对于确保不遗漏本质种差仍具有规范作用(96b34–36)。他解释说,将第一属划分为其邻近种差可以涵盖所有种,从而提供了检验是否遗漏种差的标准。
" Ἢ ὁτιδήποτε ἐστι τὸ ἓν γινόμενον.1" Ἤγουν εἴτε ἑτέρου τινὸς ὁριστοῦ ἀναγκαῖον αἰτεῖσθαι τὸ ἐν ἀρχῇ τὸν διαλεγόμενον, ἤγουν τὸν ἀπὸ τῆς διαιρέσεως ταῦτα λαμβάνοντα.
“或者无论成为一体者是什么。” 也就是说:无论是在任何其他被定义者的情况下,进行论辩者(即从划分中获取这些要素的人)都必然是在乞求本原。
"Ἔτι πρὸς τὸ μηδὲν παραλιπεῖν." Ἔτι χρησιμεύει ἡ διαίρεσις πρὸς τὸ μηδέν τι παραλεῖψαι ἀπὸ τῶν διαφορῶν τῶν ἐν τῷ τί ἐστιν, ἤγουν τῶν συντελουσῶν εἰς τὸν ὁρισμόν. Οὕτω μόνως, ἤγουν ἀπὸ τῆς διαιρέσεως.
“此外,为了不遗漏任何东西。” 划分此外还有助于不遗漏属于本质的诸种差(即有助于定义的诸种差)中的任何一个。唯有这样,即唯有从划分中[才能做到这一点]。
"Ὅταν γὰρ τὸ πρῶτον ληφθῇ γένος." Πρῶτον γένος λάβε τὸ ζῷον ἄνευ διαφορᾶς ἐκφερόμενον. τὸ δὲ μετὰ διαφορᾶς ἐκφερόμενον, ὡς τὸ ζῷον ἥμερον, πρῶτον γένος οὐκ ἔστι διὰ τὸ ἀνάγεσθαι αὐτὸ ὑπὸ τὸ ἁπλῶς ζῷον. οἷον τοῦ κόρακος οὐ πρῶτον γένος ἐστὶ τὸ ζῷον πτηνὸν ἀλλὰ τὸ ζῷον, οὐδὲ τοῦ ἀνθρώπου τὸ ζῷον λογικὸν ἀλλὰ τὸ ζῷον. ἐνταῦθα δὲ μέλλει παραδοῦναι, πῶς ἂν σχοίημεν γινώσκειν εἰ ὁ διαιρῶν κατέλειψε διαφοράν, καὶ φησίν· εἰ μὲν ληφθῇ τὸ πρῶτον γένος ἐν τῇ διαιρέσει, ἤγουν τὸ ζῷον, καὶ διαιρεθῇ εἰς τὰς προσεχεῖς διαφοράς, τὸ πεζόν, τὸ πτηνὸν καὶ τὸ νηκτόν, ἀνάγκη πάντα τὰ εἴδη τοῦ ζῴου εἰς ἓν τούτων ἐμπίπτειν. εἰ δὲ οὐ λάβῃς ταύτας τὰς διαφορὰς ἐν τῷ διαιρεῖν τὰς καὶ προσεχεῖς οὔσας τοῦ ζῴου ἀλλ’ ἑτέρας τινὰς διαφοράς, αἳ τοῦ ζῴου οὐκ εἰσὶν ἀλλά τινος τῶν προσεχῶν διαφορῶν τοῦ ζῴου, οὐκ ἐμπεσοῦνται τὰ εἴδη πάντα τοῦ ζῴου εἰς ταύτας τὰς διαφοράς. εἰ γὰρ διαιρεθῇ τὸ ζῷον εἰς τὸ ὁλόπτερον καὶ εἰς τὸ σχιζόπτερον, οὐ πᾶν εἶδος τοῦ ζῴου εἰς ταύτας ἐμπέσῃ· ὁ γὰρ ἄνθρωπος καὶ ὁ ἵππος οὔτε ὁλόπτερά εἰσιν οὔτε σχιζόπτερα. καὶ δῆλον ὅτι τὸ ὁλόπτερον καὶ σχιζόπτερον οὐκ εἰσὶ προσεχεῖς διαφοραὶ τοῦ ζῴου ἀλλὰ τοῦ πτηνοῦ. ὁλόπτερα δὲ λέγεται ἢ τὰ ὑμενόπτερα, ὡς αἱ νυκτερίδες, ἢ τὰ κολεόπτερα, ὡς οἱ τέττιγες καὶ αἱ μυῖαι. Εἰς τὸ αὐτό. ὅταν γὰρ τὸ πρῶτον ληφθῇ γένος. ἐὰν μὲν ὁ διαιρῶν λαμβάνῃ οὐ τὰς προσεχεῖς διαφορὰς τοῦ ζῴου ἀλλά τινας τῶν διαιρέσεων τῶν κάτωθεν, ἤγουν τινὰς τῶν διαφορῶν τῶν ἐκ τῆς διαιρέσεως ἐφευρεθεισῶν καὶ κάτωθεν οὐσῶν τῶν προσεχῶς διαφορῶν τοῦ ζῴου, οἷαί εἰσι τὸ ὁλόπτερον καὶ σχιζόπτερον, οὐχ ἅπαν εἶδος τοῦ ζῴου ἐμπεσεῖται εἰς ταῦτα, ἀλλὰ πάντα τὰ πτηνὰ ζῷα ἐμπίπτουσιν εἰς ταύτας τὰς διαφοράς· τοῦ γὰρ πτηνοῦ ζῴου εἰσὶ διαφοραὶ αὗται, οὐ τοῦ ζῴου. Πρώτη δὲ καὶ προσεχὴς διαφορά ἐστι τοῦ ζῴου εἰς ἣν ἐμπίπτει πάντα τὰ εἴδη τοῦ ζῴου. σημειωτέον δὲ ὅτι ἀντὶ τοῦ εἰπεῖν ‘διαφοράς’ εἶπε ‘διαφοράν’·2 πᾶν γὰρ γένος εἰς δύο διαφορὰς τοὐλάχιστον διαιρεῖται. ὁμοίως δὲ καὶ ἐπὶ ἑκάστου τῶν ἄλλων ἔλαβεν εἰς παράστασιν τῆς διαιρέσεως τοῦ γένους τὸ ζῷον, καὶ φησίν· εἰ δὲ βούλει, λάβε καὶ ἕτερόν τι γένος εἴτε ἐκτὸς τοῦ ζῴου θεωρούμενον εἴτε ἐντός. ἐκτὸς μὲν τοῦ ζῴου ἐστὶ γένος τὸ ἄψυχον ἢ τὸ φυτὸν τὸ ἀντιδιῃρημένον τῷ ζῴῳ· ἔμψυχα γὰρ τὰ φυτά, ἀναίσθητα δέ. γένος δὲ ὑπ’ αὐτὸ τὸ ζῷον ἀναγόμενον λάβε τὴν ὄρνιθα. οἷον οὖν λάβῃς γένος, εἰ μὲν διαιρήσεις αὐτὸ εἰς τὰς προσεχεῖς αὐτῷ διαφοράς, πάντα τὰ ὑπ’ αὐτὸ εἴδη ἐμπεσοῦνται εἰς αὐτάς· εἰ δὲ εἰς τὰς προσεχεῖς οὐ διαιρήσεις ἀλλ’ εἰς ἑτέρας διαφορὰς κάτωθεν οὔσας τῶν προσεχῶν, οὐκ ἐμπεσοῦνται τὰ ὑπ’ αὐτὸ εἴδη εἰς αὐτάς. Οὕτως μὲν οὖν βαδίζων, ἤγουν τούτῳ τῷ κανόνι χρώμενος ἐν τῷ διαιρεῖν, ἔχεις ἐξ αὐτοῦ γνῶναι εἰ παρέλειψάς τινας τῶν προσεχῶν διαφορῶν τοῦ γένους. ἄλλως δὲ διαιρῶν καὶ οὐ κατὰ τὸν κανόνα τοῦτον ἐξ ἀνάγκης παραλείψεις τὰς διαφοράς, καὶ οὐ συνήσεις ὅτι παρέλειψας.
“因为当取得第一属时。” 应当把第一属理解为不带种差而被表述的“动物”;而带有种差被表述的,如“温顺的动物”,并不是第一属,因为它自身被归属于无条件的“动物”之下。例如,乌鸦的第一属不是“有翼的动物”,而是“动物”;人的第一属也不是“理智的动物”,而是“动物”。在这里,他即将传授我们如何能够知道划分者是否遗漏了种差,并且他说:如果在划分中取得了第一属,即“动物”,并被划分为邻近的种差,即“步行的”、“有翼的”和“游水的”,那么动物的一切种就必然落入这些种差之一中。但是,如果在划分中你不取这些作为动物之邻近种差的属性,而是取某些其他的种差(它们不属于动物,而属于动物的某个邻近种差),那么并非动物的一切种都会落入这些种差之中。因为如果动物被划分为“全翅的”和“裂翅的”,那么并不是动物的每一个种都会落入其中;因为人和马既不是全翅的,也不是裂翅的。显而易见,“全翅的”和“裂翅的”不是动物的邻近种差,而是有翼者的邻近种差。所谓全翅者,是指如蝙蝠那样的膜翅类,或是如蝉和苍蝇那样的鞘翅类。关于同一处:“因为当取得第一属时。”如果划分者所取的不是动物的邻近种差,而是处于下层的某些划分,即从划分中被发现、且处于动物的邻近种差之下的某些种差(如全翅的和裂翅的),那么并非动物的每一个种都会落入这些之中,但一切有翼动物都会落入这些种差中;因为这些是有翼动物的种差,而不是动物的种差。而动物的第一且邻近的种差,是动物的一切种都落入其中的种差。应当注意,[亚里士多德]用单数的“种差”代替了“诸种差”;因为每一个属至少被划分为两个种差。同样,在其他每一个属的场合,他也取了“动物”来展示属的划分,并且他说:如果你愿意,也可以取其他某个属,无论是在动物之外被观察到的,还是在动物之内被观察到的。动物之外的属是“无灵魂的”,或者是与动物并列划分的“植物”;因为植物是有灵魂的,却是无感觉的。而作为归属于动物自身之下的属,你可以取“鸟”。因此,无论你取什么样的属,如果你将它划分为它自身的邻近种差,那么它属下的一切种都会落入其中;但如果你不把它划分为邻近种差,而是划分为处于邻近种差之下的其他种差,那么它属下的种就不会落入其中。因此,如果你按照这种方式进行,即在划分中使用这一规范,你就能从中得知自己是否遗漏了该属的某个邻近种差;但如果以其他方式划分,而不遵循这一规范,你就必然会遗漏种差,并且甚至不会意识到自己已经遗漏了。
- 2.145Ἢ ὁτιδήποτε ἐστι τὸ ἓν γινόμενον
针对亚里士多德原文“或者无论成为一体者是什么”这一省略句,斐洛庞努斯承接前一节(96b32–33)的论述,补充理解为“在任何其他被定义者的情况下,划分者都必然乞求本原(ἀναγκαῖον αἰτεῖσθαι τὸ ἐν ἀρχῇ)”。译文中明确补出了这一谓述结构。
- 2.147ἀντὶ τοῦ εἰπεῖν ‘διαφοράς’ εἶπε ‘διαφοράν’
针对亚里士多德在 96b36 以下正文中使用的单数 διαφορά(引述句法中作宾格 διαφοράν),斐洛庞努斯指出,因为从逻辑上说任何属都至少被划分为两个种差,所以此处单数代表了复数(διαφοράς),属于统称单数或数的转用。
