← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§402.11-404.10

最特化种与划分在定义探求中的效用

菲洛波诺斯阐明了最特化的种作为单纯要素何以成为发现属之定义的本原,并疏解了亚里士多德在批评柏拉图学派的划分法并未提供三段论式证明的同时,如何肯定划分对于正确排列普遍与特殊种差的先后顺序具有不可或缺的作用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.140

" Διὰ τὸ ἀρχὴν εἶναι πάντων τὸν ὁρισμὸν καὶ τὸ ἁπλοῦν." Ἁπλᾶ νόει τὰ εἴδη τὰ εἰδικώτατα· μέρη γάρ εἰσι τοῦ ὅλου, γένους ὄντος ὅλου, τὸ δὲ μέρος ἁπλούστερον τοῦ ὅλου. ὁ γοῦν ὁρισμὸς τῶν εἰδῶν καὶ αὐτὰ τὰ εἴδη τὰ εἰδικώτατα, ἃ καὶ ἁπλᾶ εἶπεν, ἀρχαὶ λαμβάνονται ἡμῖν ποδηγοῦσαι εἰς εὕρεσιν τῶν ὁρισμῶν τῶν γενῶν· ἀρχὴ γὰρ λέγεται πᾶν ἁπλοῦν τοῦ συνθέτου καὶ τὸ δι’ οὗ ὁδηγούμεθα εἰς εὕρεσίν τινος. τὰ γοῦν πάθη τὰ συμβαίνοντα τοῖς ἁπλοῖς, ἤγουν τοῖς εἰδικωτάτοις εἴδεσι, καθ’ ἑαυτὰ καὶ πρώτοις καὶ μόνοις ὑπάρχουσι,1 τοῖς 〈δ’〉 ἄλλοις, τοῖς γένεσι, δευτέρως κατ’ ἐκεῖνα, ἤγουν δι’ ἐκεῖνα τὰ εἴδη.

“因为定义与单纯者是一切的本原。” 应当把单纯者理解为最特化的种;因为它们是整体的部分,属作为整体,而部分比整体更单纯。因此,种的定义以及他称之为单纯者的最特化的种本身,被我们作为引导发现属之定义的本原而取得;因为复合物的每一个单纯者,以及我们借以被引导去发现某物的要素,都被称为本原。因此,伴随于单纯者(即最特化的种)的属性,自身地、第一位地且唯独地属于它们,而按照那些〔种〕(即通过那些种)才第二位地属于其他事物(即各属)。

§2.141

"Αἱ δὲ διαιρέσεις αἱ κατὰ τὰς διαφοράς." Πρῶτον μὲν ἐν τοῖς Ἀναλυτικοῖς καὶ ἐν τούτῳ τῷ βιβλίῳ διέσυρε τὴν διαίρεσιν ὡς ἀσυντελῆ καὶ ἄχρηστον εἰς τὴν εὕρεσιν τῶν ὁρισμῶν, ᾗ πρὸς τούτους ἐχρῶντο οἱ περὶ τὸν Πλάτωνα. ἐνταῦθα δὲ δέχεται τὴν διαίρεσιν ὡς συμβαλλομένην εἰς τὴν εὕρεσιν τῶν ὁρισμῶν, ἀλλ’ εἴ τις ταύτην μεταχειρίσαιτο ὡς μέλλει εἰπεῖν οὗτος, οὐ μέντοι γε δὲ ὡς οἱ περὶ τὸν Πλάτωνα ταύτην μετεχειρίζοντο. Τὸ λέγειν διαιρέσεις κατὰ τὰς διαφορὰς ἢ διὰ τῶν διαφορῶν ταὐτόν ἐστι· τὰ γὰρ γένη διαιροῦνται εἰς τὰ εἴδη τὰ εἰδικώτατα διὰ μέσων τῶν διαφορῶν. χρήσιμοι οὖν εἰσιν αἱ διαιρέσεις εἰς τοὺς ὁρισμοὺς ἐν τῷ οὕτως μετιέναι ταύτας ὡς μέλλει εἰπεῖν. πῶς μέντοι δεικνύουσιν οἱ περὶ τὸν Πλάτωνα τοὺς ὁρισμοὺς ἐκ τῶν διαιρέσεων, εἴρηται πρότερον. χρήσιμοι δ’ ἂν εἶεν αἱ διαιρέσεις οὕτως πρὸς τὸ συλλογίσασθαι καὶ συνάξαι τὰ μέρη τὰ ἐν τῷ τί ἐστιν, ἤγουν ἐξ ὧν ὁ ὁρισμὸς σύγκειται· ὁ γὰρ ὁρισμὸς ἐκ γένους καὶ διαφορῶν· αὗται δὲ ἐκ τῆς διαιρέσεως εὑρίσκονται.

“而按照种差的划分。” 首先,在《分析篇》中以及在这卷书中,他曾贬斥划分为对发现定义而言是无济于事且无用的,正如柏拉图一派的人为了这些定义而使用它的那样。但在这里,如果有人按照他即将说的那样来使用划分,他就接受划分有助于发现定义,但绝不是按照柏拉图一派的人使用它的方式。说“按照种差的划分”或“通过种差的划分”是一回事;因为属是通过种差的中介被划分为最特化的种的。因此,划分在按照他即将说的方式进行处理时,对定义是有用的。然而柏拉图一派的人如何从划分中表明定义,之前已经讲过了。划分在为了推论并收集属于本质的部分(即定义由之构成的部分)方面,会这样有用;因为定义由属和种差构成,而这些是从划分中发现的。

§2.142

"Καίτοι δόξειεν ἂν οὐδέν." Εἰπὼν τὸ χρήσιμον τῆς διαιρέσεως διασύρει πάλιν τὸν Πλάτωνα ὡς λέγοντα διὰ τῆς διαιρέσεως συλλογίζεσθαι καὶ ἀποδεικνύειν τὰ μέρη τοῦ ὁρισμοῦ τὰ ἐν τοῖς ὁριστοῖς θεωρούμενα. καίτοι δόξειεν ἂν ἡ διαίρεσις οὐδὲν συλλογιστικῶς ἀποδεικνύειν τὰ μέρη τοῦ ὁρισμοῦ ὑπάρχειν τοῖς ὁριστοῖς, ἀλλ’ αἰτεῖσθαι τὸ ἐν ἀρχῇ καὶ λαμβάνειν εὐθὺς ἅπαντα ὡς ὁμολογούμενα, ὥσπερ καὶ εἰ ἐξ ἀρχῆς ἐλάμβανέ τις αὐτὰ ἄνευ διαιρέσεως· ὡς γὰρ οὗτος οὐκ ἀποδεικνύει, οὐδ’ ἐκεῖνος.

“然而它似乎毫无[证明]。” 在谈了划分的用处之后,他再次贬斥柏拉图,因为柏拉图说通过划分可以推论并证明在被定义者中被观察到的定义的各个部分。然而划分似乎根本没有通过三段论证明定义的各部分属于被定义者,而是乞求本原,并且一下子将所有东西当作被承认的来假定,正如某人从一开始不用划分就假定它们一样;因为正如后者没有证明,前者也没有证明。

§2.143

"Διαφέρει δέ τι τὸ πρῶτον καὶ ὕστερον." Ἐνταῦθα λέγει τὸ χρήσιμον τῆς διαιρέσεως. πρῶτον λέγει τὰς καθόλου διαφορὰς τὰς περιεχούσας, ὕστερον δὲ τὰς περιεχομένας, ὡς τὸ λογικὸν περιέχει τὸ θνητὸν καὶ τὸ πεζὸν τὸ δίπουν. συμβάλλεται οὖν ἡ διαίρεσις εἰς τὸ εἰδέναι ποῖαι τῶν διαφορῶν εἰσι καθολικώτεραι καὶ ποῖαι μερικώτεραι, ἵν’ εὐτάκτως ἐν τῷ ὁρισμῷ πρῶται λαμβάνωνται αἱ καθόλου καὶ μετὰ ταῦτα αἱ μερικαί. οὐ μικρὰ γὰρ διαφορά ἐστι τὸ 〈οὐχ〉 ὡς ἔτυχε λαμβάνειν ἄλλην μὲν τῶν κατηγορουμένων διαφορῶν πρώτην ἄλλην δ’ ὑστέραν.2 οἷον ὁ μὲν εἰπὼν τὸν ἄνθρωπον ζῷον ἥμερον δίπουν καλῶς εἴρηκεν· ὁ δὲ εἰπὼν δίπουν ζῷον ἥμερον ἀδιανόητα εἴρηκε· δίδωσι γὰρ ὑπόνοιαν νοεῖν, ὅτι εἰσί τινα δίποδα ἃ ζῷα οὐκ εἰσίν. ἀεὶ γὰρ αἱ δευτέρως κείμεναι διαφοραὶ μερικεύουσι τὰς πρώτας κειμένας· οἷον τῷ ζῴῳ λογικῷ προστεθεῖσα ἡ τοῦ θνητοῦ διαφορὰ ἐμερίκευσε τοῦτο. ἐπεὶ οὖν καὶ τὸ δίπουν πρόκειται τοῦ ζῴου, δοκεῖ καθολικώτερον εἶναι τούτου.

“但是在先和在后有些差别。” 在这里他谈到了划分的用处。他将包含[其他种差]的普遍种差称为“在先”,将包含于内的种差称为“在后”,正如理智包含可朽,步行包含双足一样。因此,划分有助于知道哪些种差是更普遍的,哪些是更特殊的,以便在定义中有序地首先取普遍的种差,其后取特殊的种差。因为不随意地将所表述的种差取一个在先、另一个在后,并不是一个微小的差别。例如,说人是“动物·温顺的·双足的”的人说得很好;但说“双足的·动物·温顺的”的人则说了不可理解的话;因为这让人起疑去设想存在某些不是动物的双足事物。因为后置的种差总是使先置的种差特殊化;例如,附加在理智动物之上的可朽种差使之特殊化了。因此,既然“双足的”置于“动物”之前,它就显得比动物更为普遍。

§2.144

"Εἰ γὰρ ἅπαν ἐκ δύο ἐστίν." Ἐπιχείρημα ἐκ τοῦ ἥττονος.3 καὶ φησίν· εἰ γὰρ ὁ ὁρισμὸς σύγκειται ἐκ δύο τινῶν μερῶν, ἤγουν γένους καὶ μιᾶς διαφορᾶς, 〈καὶ〉 οὐ δύναται ἡ διαίρεσις ἐξ ἀποδείξεως ταῦτα λαβεῖν, ἀλλ’ αἰτεῖται τὸ ἐν ἀρχῇ λαμβάνουσα ταῦτα ὡς ὁμολογούμενα, πολλῷ μᾶλλον, εἰ πολλὰ ἦσαν τὰ μέρη τοῦ ὁρισμοῦ, οὐκ ἂν ἠδυνήθη ἀποδεικτικῶς ταῦτα λαβεῖν καὶ διὰ συλλογισμοῦ. Εἰς τὸ αὐτό. εἰ γὰρ ἅπαν, ἤγουν εἰ γὰρ ἅπας ὁρισμὸς ἐκ δύο τινῶν μερῶν συνίσταται, οἷον τὸ ζῷον ἥμερον δίπουν. καὶ τὸ μὲν ζῷον ἥμερον ληπτέον ὡς ἕν τι, ἤγουν ὡς γένος ἀνώνυμον, τὸ δὲ δίπουν ὡς διαφοράν. καὶ πάλιν ἐκ τούτου, ἤγουν ἐκ τοῦ ὡς γένους ληφθέντος, τοῦ ζῴου ἡμέρου, καὶ μιᾶς διαφορᾶς, τοῦ δίποδος, συνίσταται ὁ ὁρισμὸς τοῦ ἀνθρώπου.

“因为如果一切都是出于两个要素。” 这是由小推大的论证。并且他说:因为如果定义由两个部分组成,即属和一个种差,而划分不能从证明中取得它们,而是乞求本原,将它们当作被承认的来假定,那么如果定义的各部分很多,它就更不可能通过证明和三段论取得它们了。关于同一处:因为如果一切,即如果每一个定义都由两个部分构成,例如“温顺的双足动物”。而且应当将“温顺的动物”作为一体来取,即作为无名的属,而将“双足的”作为种差来取。再者,由这个被作为属来取的要素(即“温顺的动物”)和一个种差(即“双足的”),构成了人的定义。

语法注3 条
  1. 2.140καθ’ ἑαυτὰ καὶ πρώτοις καὶ μόνοις ὑπάρχουσι

    与格形容词 πρώτοις 和 μόνοις 与前面作为动词 ὑπάρχουσι 之受词的 τοῖς ἁπλοῖς 一致,作表语性修饰,表明这些属性“作为第一位的且唯一的载体属于单纯者”。虽然也可尝试作副词性理解,但与后文 τοῖς ἄλλοις 的对称性决定了此处应作与格一致解释。

  2. 2.143οὐ μικρὰ γὰρ διαφορά ἐστι τὸ 〈οὐχ〉 ὡς ἔτυχε λαμβάνειν ἄλλην μὲν τῶν κατηγορουμένων διαφορῶν πρώτην ἄλλην δ’ ὑστέραν

    带冠词的不定式短语 τὸ ... λαμβάνειν 充当全句的主语,οὐ μικρὰ διαφορά 是谓词名词。不定式 λαμβάνειν 支配双宾格结构:ἄλλην μὲν [διαφοράν] 为直接宾语,πρώτην 为宾语补足语(即“取一个种差为在先”),后半句的 ἄλλην δέ 和 ὑστέραν 形成相同的对应构造。

  3. 2.144Ἐπιχείρημα ἐκ τοῦ ἥττονος

    标明“举轻明重”(a minori ad maius / a fortiori)逻辑推论的惯用表达。后句以真实条件句(如果由两部分构成的定义尚且不能由划分来证明)为前提,引出由 πολλῷ μᾶλλον(则更加……)引导的过去非真实条件结论句(ἄν 搭配过去时直陈式),构成紧密的论证骨架。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:402.11-404.10