← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§400.30-402.10

从最特化之种探求属定义的方法

斐洛波诺斯解释了亚里士多德寻找属之定义的方法,通过线、数和角等具体事例说明如何将属划分为最特化的种,提取其定义中的共同属性,并与更高的属(范畴)相结合。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.136

" Χρὴ δέ, ὅταν ὅλον τι πραγματεύηταί τις." Ὅλον νόει τὸ γένος, ὡς ἐν ταῖς Πέντε φωναῖς εἴρηται, μέρη δὲ αὐτοῦ τὰ εἴδη τὰ εἰδικώτατα.1 ἄτομα τῷ εἴδει λέγονται τὰ εἴδη τὰ εἰδικώτατα διὰ τὸ μὴ τέμνεσθαι ἢ εἰς διαφορὰς ἢ εἰς εἴδη. πρόσκειται δὲ τῷ εἴδει εἰκότως, ἵνα ἀντιδιαστείλῃ τὰ εἰδικώτατα εἴδη τῶν μερικῶν· ταῦτα γὰρ ἄτομα λέγονται τῷ ἀριθμῷ. ὁ Σωκράτης γὰρ ἄτομόν ἐστι καὶ ἓν τῷ ἀριθμῷ· ὁ δὲ καθόλου ἄνθρωπος ἄτομόν ἐστι κατὰ τὸ εἶδος· ἓν γὰρ τῷ εἴδει ἐστί, κἂν εἰς πολλὰ μερικὰ διαιρῆται.2 παραδοὺς οὖν μέθοδον δι’ ἧς εὑρήσεις τοὺς ὁρισμοὺς τῶν εἰδικωτάτων εἰδῶν, νῦν παραδίδωσιν ἑτέραν3 δι’ ἧς ἂν εὑρίσκῃ τις τοὺς ὁρισμοὺς τῶν γενῶν. ἔστι δὲ τοιαύτη ἡ μέθοδος. λάμβανε, φησί, καὶ διαίρει τὸ γένος εἰς τὰ εἴδη τὰ εἰδικώτατα· οἷον τὴν γραμμὴν ὡς γένος διαίρει εἰς τὴν εὐθεῖαν γραμμήν, εἰς τὴν περιφερῆ καὶ εἰς τὴν ἑλικοειδῆ τὴν καὶ καμπύλην λεγομένην. εἶτα λάβε τοὺς ὁρισμοὺς αὐτῶν, καὶ ὃ μέρος εὑρήσεις τοῦ ὁρισμοῦ κοινῶς θεωρούμενον ἐν πᾶσι τοῖς εἴδεσι, τοῦτό ἐστιν ὁρισμὸς τοῦ γένους, ἤγουν τῆς γραμμῆς. οἷον γραμμὴ εὐθεῖά ἐστι μῆκος ἀπλατὲς οὗ τὰ μέρη τοῖς ἄκροις ἐπιπροσθεῖ· περιφερὴς δέ ἐστι μῆκος ἀπλατὲς οὗ αἱ ἀπὸ τοῦ κέντρου πρὸς τὴν περιφέρειαν ἐκβαλλόμεναι εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσί· καμπύλη δέ ἐστι μῆκος ἀπλατὲς ἐξ εὐθείας γραμμῆς καὶ περιφεροῦς συγκείμενον· ἐπεὶ γοῦν ἐν τούτοις πᾶσι κοινῶς θεωρεῖται τὸ μῆκος ἀπλατές, τοῦτό ἐστιν ὁρισμὸς τοῦ γένους. καὶ πάλιν ὁ ἀριθμὸς γένος ἐστὶ δυάδος καὶ τριάδος· ἔστι γοῦν τριάδος ὁρισμὸς πλῆθος μονάδων κατὰ διχοτομίαν εἰς ἄνισα διαιρούμενον· δυὰς δέ ἐστι πλῆθος μονάδων εἰς ἴσα διαιρούμενον· ἐπεὶ γοῦν τὸ πλῆθος μονάδων ἐν ἀμφοτέροις ἐστὶ κοινόν, ἔστι λοιπὸν τοῦτο ὁρισμὸς τοῦ ἀριθμοῦ. Ὅταν δέ τις πραγματεύηται τὸ ὅλον, ἤγουν πειρᾶται λαβεῖν ὁρισμὸν τοῦ γένους, δεῖ διελεῖν τὸ γένος οὗ τὸν ὁρισμὸν ζητεῖ εὑρεῖν εἰς τὰ ἄτομα τῷ εἴδει, οἷον τὴν γωνίαν εἰς τὴν ὀρθὴν γωνίαν καὶ εἰς τὴν ὀξεῖαν καὶ εἰς τὴν ἀμβλεῖαν· ὀρθὴ γωνία ἐστὶ κλίσις εὐθείας γραμμῆς ἐπ’ εὐθείας κατὰ κάθετον· ἀμβλεῖα δὲ κλίσις εὐθείας γραμμῆς ἐπ’ εὐθείας μὴ κατὰ κάθετον ποιοῦσα γωνίαν μείζονα τῆς ὀρθῆς· 〈ὀξεῖα δὲ κλίσις εὐθείας γραμμῆς ἐπ’ εὐθείας μὴ κατὰ κάθετον ποιοῦσα γωνίαν ἐλάττονα τῆς ὀρθῆς·〉 ἐπεὶ γοῦν κοινόν ἐστιν ἐν τούτοις τὸ ‘κλίσις εὐθείας γραμμῆς ἐπ’ εὐθείας’, τοῦτό ἐστιν ὁρισμὸς τῆς γωνίας.

“而当人们探讨某个整体时,必须……” 如在《五事》中所说,应当把整体理解为属,而把它的部分理解为最特化的种。最特化的种被称为“在种上不可分割的”,因为它们不被分割为种差或种。但合理地附加了“在种上”,是为了将最特化的种与个别事物区别开来;因为后者被称为“在数上不可分割的”。苏格拉底确实是在数上不可分割且为一个的;而普遍的人是在种上不可分割的;因为即便它被划分为许多个别事物,它在种上仍是一个。因此,在传授了你将借以找到最特化之种的定义的方法之后,他现在传授另一种借以找到属的定义的方法。该方法如下:他说,取属并将其划分为最特化的种;例如,将作为属的线划分为直线、圆周线以及也被称为弯曲线的螺旋线。然后取它们的定义,凡是你发现定义中在所有的种中被共同观察到的部分,这就是属的定义,即线的定义。例如,直线是其各部分遮蔽两端的不具宽度的长度;圆周线是从中心引向圆周的直线彼此相等的不具宽度的长度;弯曲线是由直线和圆周线组成的不具宽度的长度。既然在所有这些之中共同被观察到的是“不具宽度的长度”,这就是属的定义。再者,数是二和三的属。三的定义是通过二分法划分为不相等部分的一群单子;而二则是划分为相等部分的一群单子。既然“一群单子”在两者中是共同的,那么归根结底这就是数的定义。而当人们探讨整体时,也就是试图获得属的定义时,必须将寻求其定义的属划分为在种上不可分割的要素,例如将角划分为直角、锐角和钝角。直角是直线在直线上垂直的倾斜;钝角是直线在直线上非垂直地倾斜、造成大于直角的角;[锐角是直线在直线上非垂直地倾斜、造成小于直角的角。]既然在这些之中“直线在直线上的倾斜”是共同的,这就是角的定义。

§2.137

"Μετὰ δὲ τοῦτο λαβόντα τί τὸ γένος.4" Ἤγουν μετὰ δὲ τὸ διαιρῆσαι τὸ γένος εἰς εἴδη καὶ ἐκ τῶν ὁρισμῶν αὐτῶν λαβεῖν τὸ κοινῶς ἐν αὐτοῖς θεωρούμενον, ὥσπερ τὸ μῆκος ἀπλατὲς ἐλάβομεν, δεῖ σε λαβεῖν καὶ τὸ γένος ὑφ’ ὃ ἀνάγεται ἡ γραμμή· ἔστι δὲ τὸ ποσόν. μῖξαι οὖν τὸ κοινὸν τῶν εἰδῶν τοῦτο μετὰ τοῦ ποσοῦ καὶ εἰπὲ ‘γραμμή ἐστι ποσὸν μῆκος ἀπλατές’. ἐπί τινων δὲ εὑρήσεις γένος τὴν ποιότητα ἢ ἄλλην τινὰ τῶν κατηγοριῶν.

“而在此之后,在取定了属是什么之后。” 也就是在将属划分为种并且从它们的定义中取定了在它们之中被共同观察到的要素(正如我们取定了“不具宽度的长度”)之后,你还必须取上线所从属的那个属;这就是量。因此,把种的这个共同要素与量结合起来,并说“线是作为不具宽度之长度的量”。而在某些事物上,你会发现属是质或别的某个范畴。

§2.138

"Τὰ ἴδια πάθη θεωρεῖν." Τὰ κοινῶς θεωρούμενα πάθη ἐν τοῖς εἴδεσιν ἴδιά εἰσι τοῦ γένους, ἃ καὶ συνιστῶσι τὸν ὁρισμὸν αὐτοῦ. τὰ γοῦν ἴδια πάθη τοῦ γένους ἀπὸ τῶν κοινῶν εὑρίσκονται παθῶν τῶν ἐν τοῖς εἴδεσι θεωρουμένων. τὸ δὲ πρῶτον οὕτως νόει, ὡς ταῦτα τὰ κοινὰ πάθη πρῶτα θεωροῦνται ἐν τοῖς εἴδεσι, διὰ δὲ τὰ εἴδη ὕστερον ὑπάρχουσι καὶ τοῖς γένεσι.

“[必须]观察固有属性。” 在种中被共同观察到的属性是属所固有的,它们也构成了属的定义。因此,属的固有属性是从在种中被观察到的共同属性中发现的。而把“第一”这样来理解:这些共同属性首先是在种中被观察到的,由于种的缘故,它们后来也属于属。

§2.139

"Τοῖς γὰρ συντιθεμένοις ἐκ τῶν ἀτόμων,5 "Ἤγουν τῶν εἰδικωτάτων εἰδῶν (εἴπομεν γὰρ τὸ γένος ὅλον εἶναι ἐκ μερῶν τῶν εἰδῶν συγκείμενον) ἔσται δῆλα ἐκ τῶν ὁρισμῶν τῶν εἰδῶν τὰ συμβαίνοντα, ἤγουν τὰ ἴδια πάθη τῶν γενῶν, οἱ ὁρισμοὶ αὐτῶν.

“因为对于由不可分割者组成的事物而言,”也就是对于由最特化的种组成的事物而言(因为我们说过,属是由作为部分的诸种所组成的整体),伴随的事物,也就是各属的固有属性,即它们的定义,将由各该种的定义显明出来。

语法注5 条
  1. 2.136Ὅλον νόει τὸ γένος, ὡς ἐν ταῖς Πέντε φωναῖς εἴρηται, μέρη δὲ αὐτοῦ τὰ εἴδη τὰ εἰδικώτατα.

    动词 νόει 是现在时祈使语气,意为“把……理解为……”,支配双重宾格:将 τὸ γένος 理解为 ὅλον,将 τὰ εἴδη τὰ εἰδικώτατα 理解为 μέρη。ὅλον 与 μέρη 均为宾语补足语(谓词性宾格)。

  2. 2.136κἂν εἰς πολλὰ μερικὰ διαιρῆται

    κἂν(即 καὶ ἐάν/ἄν)接虚拟式现在时 διαιρῆται,构成让步从句“即便它被划分为……”,修饰主句 ἓν γάρ ἐστι。

  3. 2.136παραδοὺς οὖν μέθοδον ... νῦν παραδίδωσιν ἑτέραν

    不定过去时分词 παραδούς 表示时间上的在先(“传授之后”),与现在时主要动词 παραδίδωσιν 相对照,标示从前述论题(寻找种的定义)向新论题(寻找属的定义)的过渡。

  4. 2.137Μετὰ δὲ τοῦτο λαβόντα τί τὸ γένος.

    亚里士多德本文的引文(词元)。宾格分词 λαβόντα 在亚里士多德原文中作为非人称动词(如 χρή 或 δεῖ)所支配的不定词句(如 θεωρεῖν 等)的逻辑主语,因而呈现宾格。斐洛波诺斯在注文中用 δεῖ σε λαβεῖν 加以转述。

  5. 2.139Τοῖς γὰρ συντιθεμένοις ἐκ τῶν ἀτόμων

    亚里士多德引文的开头(与格)。斐洛波诺斯补全了省略的主句结构:ἔσται δῆλα ἐκ τῶν ὁρισμῶν τῶν εἰδῶν τὰ συμβαίνοντα。与格 τοῖς συντιθεμένοις 是由 ἔσται δῆλα 支配的关涉与格(“对于由……组成的事物而言”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:400.30-402.10