← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§399.20-400.29

全称要素的必然性与属及定义的区分

菲洛波庞评注亚里士多德“全称的要素是必然的”(96b3),论证了三的定义式并非属而是与被定义项等同的定义,并解释了种差与属结合后即作为“无名之属”在“是什么”中被述说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.135

" Τὰ καθόλου δὲ ἀναγκαῖα." Τὸ ‘δέ’ ἀντὶ τοῦ ‘γάρ’· τὰ γὰρ καθόλου ἀναγκαῖα. Τῇ δὲ τριάδι, ἤγουν ἐν τῷ ὁρισμῷ δὲ τῆς τριάδος, ἢ ἐφ’ οὗ ἄλλου, ἤγουν καὶ ἑτέρου τινὸς ὁριστοῦ, ἀνθρώπου ἢ ἵππου, λαμβάνεται πάντα τὰ ἐν τῷ τί ἐστιν οὕτως ὡς οὐσιωδῶς καὶ ἐξ ἀνάγκης κατὰ τοῦ ὁριστοῦ κατηγορεῖσθαι, ἐξ ἀνάγκης ἂν εἴη1 τριὰς τοιαῦτα, τὰ ἀριθμὸς περιττὸς πρῶτος κατὰ ἀμφότερα. ὅτι δὲ ἃ εἴπομεν οὐσία καὶ ὁρισμός ἐστι τῆς τριάδος, ἐκ τῶνδε δῆλον. καὶ γὰρ τὸ εἶναι τῆς τριάδος, ἤγουν ὁ ὁρισμὸς οὗτος, εἰ μὴ τοῦτο εἴη, ἤγουν εἰ μὴ ὁρισμός ἐστιν αὐτῆς τὸ ‘ἀριθμὸς περιττὸς καὶ τὰ λοιπά’, ἔσται γένος ἢ ὠνομασμένον ἢ ἀνώνυμον· μόνοι γὰρ οἱ ὁρισμοὶ καὶ τὰ γένη κατηγοροῦνται ἐν τῷ τί ἐστι καθ’ ὧν κατηγοροῦνται. εἰ γοῦν τὸ ‘ἀριθμὸς περιττὸς πρῶτος κατ’ ἄμφω’ ὁρισμὸς τῆς τριάδος οὐκ ἔστιν, εἴη ἂν γένος αὐτῆς ἀνώνυμον. ὠνομασμένον〈μὲν γὰρ〉 γένος ἐστὶ τὸ δι’ ὀνόματος ἑνὸς δηλούμενον, οἷον ζῷον, ἀριθμός, χρῶμα· ἀνώνυμον δὲ γένος ἐστὶ τὸ διὰ δύο ἢ καὶ πλειόνων ὀνομάτων δηλούμενον, οἷον τὸ ζῷον λογικόν. εἰ γοῦν ὁ ἀποδοθεὶς ὁρισμὸς γένος ἐστίν, ἐπὶ πλέον ἂν εἴη τῆς τριάδος, ἤγουν οὐκ αὐτὴν μόνην παριστᾷ ἀλλὰ καὶ ἕτερον. Ὑποκείσθω γάρ, ἤγουν ληπτέον ὡς ὁμολογούμενον, ὡς τοιοῦτόν ἐστι τὸ γένος κατὰ δύναμιν, ἤγουν δυνάμει ἐπὶ πλέον κατηγορούμενον τοῦ οὗ λέγεται γένος εἶναι· οἷον γένος λέγεται τοῦ ἀνθρώπου τὸ ζῷον, ἀλλὰ δυνάμει ἐμπεριέχει καὶ ἵππον καὶ βοῦν καὶ λοιπὰ ὡς ἐπὶ πλέον ὂν τοῦ ἀνθρώπου. εἰ τοίνυν ὁ ῥηθεὶς λόγος οὐδενὶ ἄλλῳ ὑπάρχει ἀλλ’ ἢ μόνον2 ταῖς ἀτόμοις τριάσι, ταῖς μερικαῖς, λοιπὸν τὸ εἶναι καὶ ὁ ὁρισμὸς τῆς τριάδος τοῦτό ἐστιν. ὑποκείσθω γὰρ καὶ ληπτέον ὡς ὁμολογούμενον καὶ τοῦτο, ὅτι ἡ οὐσία καὶ ὁ ὁρισμὸς ἑκάστου ἐστὶν ἡ κατηγορία ἡ ἐσχάτη ἡ κατὰ τῶν ἀτόμων θεωρουμένη τῶν ὑπὸ τὸ εἶδος ὄντων οὗ ὁ ὁρισμὸς ἀπεδόθη· οἷον τὸ ζῷον λογικὸν θνητὸν ὁρισμὸς ὂν τοῦ ἀνθρώπου ἐσχάτως κατηγορεῖται κατὰ μόνων τῶν μερικῶν ἀνθρώπων. Καὶ οὐ μόνον ἐπὶ τῆς τριάδος εὑρήσεις οὕτω τὸν ὁρισμόν, ἀλλ’ ὁμοίως καὶ ἐπὶ ἄλλου ὁτουοῦν πράγματος ἔσται τὸ εἶναι καὶ ὁ ὁρισμὸς αὐτοῦ ἀπὸ τῶν οὕτω δειχθέντων, ἤγουν ἀπὸ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων, θηρώμενος. ἐπί τινων δὲ ἀντιγράφων εὑρήσεις τῶν οὕτω ληφθέντων. εἰ δέ τις ἐρεῖ ‘πῶς φής, ὦ Ἀριστότελες, ὡς ὁ ὁρισμὸς σύγκειται ἐκ πάντων τῶν ἐν τῷ τί ἐστι; καὶ μὴν ἔφασκες ἐκ γένους καὶ συστατικῶν διαφορῶν τὸν ὁρισμὸν συγκεῖσθαι· αἱ δὲ διαφοραὶ ἐν τῷ ὁποῖόν τί ἐστι κατηγοροῦνται’, λέγομεν οὖν πρὸς αὐτὸν ὡς αἱ διαφοραὶ ἐν τῷ ὁποῖόν τί ἐστι κατηγοροῦνται, ἀλλὰ αὐταὶ καθ’ ἑαυτὰς λαμβανόμεναι χωρὶς τοῦ γένους· εἰ δὲ μετὰ τοῦ γένους ληφθῶσιν, οὐκέτι λέγονται διαφοραὶ ἀλλὰ γένη ἀνώνυμα· τὰ δὲ γένη ἐν τῷ τί ἐστι κατηγοροῦνται. οἷον τὸ λογικὸν καὶ τὸ θνητὸν ὡς μὲν λογικότης καὶ θνητότης διαφοραί εἰσι καὶ ποιότητες ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορούμεναι, μετὰ δὲ τοῦ ζῴου ληφθέντα εἰσὶ γένη ἀνώνυμα.

“而全称的要素是必然的。” “而”相当于“因为”;因为全称的要素是必然的。如果在三上——也就是在三的定义中,或者在任何其他事物上,也就是在某个其他的被定义项如人或马上——所有在“是什么”中的要素都以实质地且必然地述说于被定义项的方式被取得,那么三必然会是诸如此类的要素,即“数、奇数、在两方面都是第一的”。而我们所说的是三的实体和定义,从以下各点即可清楚看出。因为三的存在,也就是这一定义,如果不是这个——也就是如果“数、奇数及余下的要素”不是它的定义——就会是一个属,或是有名的或是无名的;因为只有定义和属才在“是什么”中述说于它们所被述说的事物。因此,如果“数、奇数、在两方面都是第一的”不是三的定义,它就会是它的无名之属。因为有名的属是由一个名称表示的,例如动物、数、颜色;而无名的属是由两个甚至更多名称表示的,例如理性动物。因此,如果所给出的定义是一个属,它就会宽于三;也就是说,它不仅表示三本身,而且也表示别的事物。因为应当设定——也就是应当作为公认之点来接受——属在潜能上是这样的,即在潜能上宽于它被称为其属的那个事物而被述说;例如,动物被称为人的属,但在潜能上也包含马、牛以及余下的事物,因为它是宽于人的。因此,如果所说的定义性说明不属于任何其他事物,而仅属于单个的三,即个别的三,那么归根结底这就是三的存在和定义。因为这也应当被设定并作为公认之点来接受:每一事物的实体和定义,乃是对属于被赋予定义之种的个体所观察到的最终述说;例如,“理性的能死的动物”作为人的定义,最终仅被述说于个别的人。并且,你不仅在三上会这样找到定义,同样在任何其他事物上,它的存在和定义也将从这样表明的要素中,即在“是什么”中被述说的要素中猎取得到。然而在某些抄本中,你会发现写着“从这样取得的要素中”。但是如果有人说:“亚里士多德啊,你怎么说定义是由所有在‘是什么’中的要素组成的呢?你明明曾说定义是由属和构成性种差组成的;而种差是在‘具有何种性质’中被述说的”,那么我们对他说:种差确实是在“具有何种性质”中被述说的,但那是当它们离开属而被独自取得时;如果它们与属一起被取得,它们就不再被称为种差,而是被称为无名之属;而属是在“是什么”中被述说的。例如,理性的和能死的,作为理性和能死性,是种差和在“具有何种性质”中被述说的性质,但与动物一起取得时,它们就是无名之属。

语法注2 条
  1. 2.135Τῇ δὲ τριάδι ... λαμβάνεται πάντα τὰ ἐν τῷ τί ἐστιν ... ἐξ ἀνάγκης ἂν εἴη

    从属分句中的直陈式现在时 λαμβάνεται 虽无显式的条件连词(εἰ),但在语义上充当条件从句(“如果……被取得”),与主句带有 ἄν 的潜能希求式(ἐξ ἀνάγκης ἂν εἴη)构成条件结构。句首的与格 Τῇ δὲ τριάδι 是关涉与格,规定了定义的范围,如紧随其后的换言 ἤγουν ἐν τῷ ὁρισμῷ δὲ τῆς τριάδος 所表明。

  2. 2.135ἀλλ’ ἢ μόνον

    词组 οὐδενὶ ἄλλῳ ... ἀλλ’ ἢ μόνον 是惯用的排除结构,意为“除……之外不属于任何其他事物”。ἀλλʼ ἤ 引导唯一的例外,并由 μόνον 进一步加强其排他性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:399.20-400.29