← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§38.23-40.12

前提的先行性与公理及可证前提之别

斐洛庞努斯维护了亚里士多德关于前提必须先于结论为人所知且更加可信的主张,并解释说亚里士多德之所以附带“或是全部或是某些”的限定,是因为前提中既有不可证明、自明的公理(以高于证明的方式所知),也有通过证明而得知的命题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.41#2

ὥστε καὶ ἀμφότερα προέθετο δεῖξαι, καὶ ὅτι προγινώσκεσθαι δεῖ καὶ ὅτι μᾶλλον γινώσκεσθαι. ἐὰν δὲ οὕτως ἐπιλυσώμεθα, τὸ μὲν δεῖν γνωρίζειν τὰς προτάσεις ὁμολογούμενον λήψεται, ζητήσει δὲ μόνον ὅτι καὶ μᾶλλον αὐτὰς δεῖ προεγνῶσθαι τοῦ ἀποδεικνυμένου, ὡς εἶναι συγκριτικὸν μόνον τὸ πρόβλημα.1 ἀλλ’ οὐ τοῦτο ἡ λέξις βούλεται. καὶ ἄλλως δὲ δεῖται παραμυθίας ὁ λόγος, ὅτι δεῖ τὰς προτάσεις προεγνῶσθαι τοῦ συμπεράσματος. Ἐπεὶ δὲ δεῖ πιστεύειν τε καὶ εἰδέναι τὸ πρᾶγμα τῷ τοιοῦτον ἔχειν συλλογισμὸν ὃν καλοῦμεν ἀπόδειξιν καὶ τὰ ἑξῆς. εἰ γὰρ τῷ συμπεράσματι πιστεύομεν διὰ τὸν συλλογισμόν, συλλογισμὸν δὲ λέγω τὸν ἀποδεικτικόν, πᾶς δὲ συλλογισμὸς ἐκ προτάσεων, ἀνάγκη πάσας τὰς προτάσεις μὴ μόνον προγινώσκεσθαι τοῦ συμπεράσματος ἀλλὰ καὶ μᾶλλον ἐκείνου πιστοτέρας εἶναι· μὴ γὰρ ἐκείνων πιστευομένων οὐδ’ ἂν τῷ συμπεράσματι πεισθείημεν. ἀνάγκη οὖν μὴ μόνον προγινώσκειν τὰ πρῶτα, ἢ πάντα ἢ ἔνια, ἀλλὰ καὶ μᾶλλον τὰ πρῶτα, δηλονότι τὰς προτάσεις. καὶ ζητήσεως ἄξιον πῶς εἶπεν ἢ πάντα ἢ ἔνια. ἀνάγκη γὰρ δήπου πάσας τὰς προτάσεις προεγνῶσθαι καὶ τὸ πιστὸν ἔχειν· εἰ γὰρ μίαν τις ἀμφιβάλλοι, οὐδ’ ἂν τὸ συμπέρασμα ἀληθές, ἤγουν ὡμολογημένον εἴη. ἔστιν οὖν τοῦτο εἰπεῖν, ὅτι οὐ τοῦτό φησιν, ὅτι τινὰς δεῖ ἠγνοῆσθαι τῶν προτάσεων, ἀλλ’ ὅτι ἢ πάσας αὐτοπίστους εἶναι ἢ τινάς, τὰς δὲ λοιπὰς δι’ ἀποδείξεως τὴν πίστιν ἔχειν. ἐπὶ γὰρ τῶν μὴ ἀποδεικτικῶν συλλογισμῶν ἐνίοτε καὶ τὰς προτάσεις ἀγνοοῦντες, ἢ πάσας ἢ τινάς, συγχωροῦμεν τῷ συμπεράσματι· οἷός ἐστιν ὁ ἐν τῷ Μένωνι συλλογισμός. ὅτι γὰρ διδακτὸν ἡ ἀρετή, συλλογίζεται οὕτως· ἡ ἀρετὴ ἐπιστήμη, ἡ ἐπιστήμη διδακτόν, ἡ ἀρετὴ ἄρα διδακτόν. ἐν τούτῳ γὰρ τῷ συλλογισμῷ ἡ μὲν μείζων πρότασις δήλη, ὅτι ἐπιστήμη διδακτόν· ἀλλὰ δὴ καὶ τὸ συμπέρασμα· καὶ γὰρ ἡ ἀρετὴ διδακτόν. οὐκέτι δὲ καὶ ἡ ἐλάττων τὸ πιστὸν ἔχει· πόθεν γὰρ ὅτι ἡ ἀρετὴ ἐπιστήμη ἐστίν; ἴσως δέ τις ἀκριβέστερον ἐπιστήσας οὐδὲ τῇ μείζονι συγχωρήσει, ὅτι ἡ ἐπιστήμη διδακτόν. εἰ γὰρ ἐδείξαμεν ὅτι τῆς ἐπιστήμης ἡ μέν ἐστιν ἀναπόδεικτος, ὡς ἡ τῶν κοινῶν ἐννοιῶν, ἡ δὲ δι’ ἀποδείξεως ἡμῖν παραγίνεται, αἱ δὲ κοιναὶ ἔννοιαι οὐκ εἰσὶ διδακταί, οὐκ ἄρα ἀληθὲς τὸ πᾶσαν ἐπιστήμην διδακτὸν εἶναι. ὥστε οὐδὲ ἡ μείζων ἔχει τὸ ὡμολογῆσθαι· οὐδὲ γὰρ καθόλου ἀληθής. μὴ οὖσα δὲ καθόλου καὶ ἀσυλλόγιστον ποιεῖ τὸ σχῆμα, εἰ καὶ κρειττόνως ἢ κατὰ ἀπόδειξιν διακέοιτο, ὡς αἱ τῶν κοινῶν ἐννοιῶν τε καὶ ἀξιωμάτων εἰσί. καὶ δῆλον ἐντεῦθεν, ὅτι καὶ ἀνωτέρω, ἔνθα ἔλεγεν ἀνάγκη μὴ μόνον προγινώσκειν τὰ πρῶτα, ἢ πάντα ἢ ἔνια, τὸ προγινώσκειν ἐπὶ τῶν κοινῶν ἀξιωμάτων ἐλάμβανε τὸ δίχα ἀποδείξεως προγινώσκειν, καὶ διὰ τοῦτο προσετίθει τὸ ἔνια. ἰδοὺ γὰρ ἐνταῦθα σαφῶς τῶν προτάσεων τὰς μὲν εἶπεν εἰδέναι, τουτέστι δι’ ἀποδείξεως γινώσκειν, τὰς δὲ κρειττόνως ἢ κατὰ ἀπόδειξιν εἰδέναι· τὸ γὰρ βέλτιον διακείμενος ἢ εἰ ἐτύγχανεν εἰδὼς τοῦτο σημαίνει,2 τουτέστι κρειττόνως αὐτὰς γινώσκων ἢ κατὰ ἀπόδειξιν.

因此他意图指明两件事:既必须预先知晓,也必须更多地知晓。但如果我们这样来解决,那么他将把必须知晓前提当作已获公认的,而他将仅仅探讨它们必须比被证明者更预先为人所知,以至于论题仅仅变成了比较性的。然而原文并非此意。而且在另一方面,前提必须先于结论为人所知这一论点也需要进一步的支持。 “既然由于拥有我们称为证明的这种推论,我们必须既确信又知晓事物,等等。” 因为,如果我们由于推论——我指的是证明性的推论——而确信结论,而一切推论都由前提构成,那么必然所有的前提不仅先于结论为人所知,而且比它更加可信;因为如果不确信那些前提,我们也不会信服结论。因此,不仅必须预先知晓原初的事物(或是全部或是某些),而且必然更多地知晓原初的事物,显然即诸前提。 而他为何说“或是全部或是某些”是值得探讨的。因为当然所有的前提都必然预先为人所知并具有可信性;因为如果有人怀疑其中的某一个,结论也不会是真实的,即不会是已获公认的。因此可以说:他并不是说诸前提中的某些应当是未知的,而是说,要么全部前提都是自明的,要么某些是自明的,而其余的则通过证明获得确信。因为在非证明性的推论中,有时我们在对诸前提(或是全部或是某些)无知的情况下,也会同意结论;正如《美诺篇》中的推论那样。因为为了表明德性是可教的,他这样推论:“德性是知识,知识是可教的,因此德性是可教的。”因为在这个推论中,大前提是明白的,即知识是可教的;甚至结论也是明白的,因为德性是可教的。但小前提却不再具有可信性;因为凭什么说德性是知识呢?不过,若有人更加严格地审视,或许连大前提——即知识是可教的——也不会同意。因为如果我们已经表明,知识有一种是不可证明的,如共通概念的知识,另一种则是通过证明而呈现在我们面前的,而共通概念是不可教的,那么“一切知识皆可教”便不是真实的。因此大前提也不具有公认的属性;因为它并非全称真实。而并非全称便会使这一格式成为非推论性的,即便它处于高于证明的状态,如同共通概念与公理那样。由此显然可知,在前面他说“不仅必须预先知晓原初的事物,或是全部或是某些”的地方,关于共通公理,他是将“预先知晓”理解为“无证明地预先知晓”,并为此添加了“某些”。因为看啊,在这里他明确说,在诸前提中,有些是“知晓”,即通过证明而认识,有些则是“以高于证明的方式知晓”;因为“处于比偶然知晓更好的状态”这一表述正意味着这一点,即以高于证明的方式认识它们。

语法注2 条
  1. 1.41ὡς εἶναι συγκριτικὸν μόνον τὸ πρόβλημα

    连词 ὡς 连用不定式 εἶναι 构成结果从句(相当于 ὥστε 连用不定式)。它表示前文(“仅仅探讨它们必须比被证明者更预先为人所知”)所导致的不可接受的逻辑后果,即“论题仅仅变成了比较性的”。

  2. 1.41τὸ γὰρ βέλτιον διακείμενος ἢ εἰ ἐτύγχανεν εἰδὼς τοῦτο σημαίνει

    句首的中性单数定冠词 τό 将接下来的短语 βέλτιον διακείμενος ἢ εἰ ἐτύγχανεν εἰδώς 整体名词化,作为动词 σημαίνει 的主语(即被引述的词句)。代词 τοῦτο 是直接宾语,指示其具体含义(“意味着这一点,即……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:38.23-40.12